- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:778.22-779.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者对亚里士多德在《形而上学》1085a23中提出的、关于将作为属的形式设定为分离实体时所产生的疑难进行阐释,指出普遍者若脱离个别物自在存在,无论主张其与个别物同一还是相异都会陷入困境,并进一步重构了关于在二元中如何构想一的论驳结构。
" Πάντων δὲ κοινὸν τούτων ὅπερ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους συμβαίνει διαπορεῖν καὶ τὰ ἑξῆς." Πᾶσι τούτοις, φησί, τοῖς χωριστοὺς τιθεμένοις τοὺς ἀριθμοὺς καὶ πρὸς τούτοις καὶ τὰ μεγέθη κοινὸν ἕπεται ἁμάρτημα, ὅπερ ἂν εἵπετο καὶ τοῖς τὸ καθόλου ζῷον χωριστὸν καὶ καθ’ αὑτὸ ὑποτιθεῖσιν, ἀλλὰ μὴ ἐννοηματικὸν καὶ μόνῳ τῷ νοεῖσθαι τὸ εἶναι ἔχον. ὥσπερ γὰρ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους, ἤτοι τῶν ἅμα καὶ γενῶν καὶ εἰδῶν ὄντων πρὸς ἄλλο μέντοι καὶ ἄλλο, συμβαίνει διαπορεῖν εἴ τις αὐτὰ χωριστὰ θείη, τὸ ἆρα τὸ καθόλου καὶ χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ζῷόν ἐστι τὸ ἐν τοῖς καθ’ ἕκαστα1 ζῴοις εὑρισκόμενόν τε καὶ συγκατατεταγμένον αὐτοῖς, ἢ ἄλλο μὲν αὐτὸ ἄλλο δὲ τὸ συνὸν τοῖς καθ’ ἕκαστα. τοῦτο γὰρ οὐδεμίαν ποιήσει ἀπορίαν μὴ χωριστοῦ ὄντος τοῦ καθόλου ἀλλὰ ψιλῆς ἐπινοίας ὄντος. εἰ μὲν γὰρ ἦν καθ’ αὑτὸ τὸ ζῷον, ὥσπερ ἐγώ, τότ’ ἂν ἦν ἄλυτος ἡ ἀπορία, εἴτε ταὐτὸν τῷ συνόντι τοῖς καθ’ ἕκαστα εἴτε ἕτερον ἔλεγον. εἰ μὲν γὰρ ταὐτὸν ἔφησαν, εἰκὸς ἦν ζητεῖν, πῶς ἡ μία φύσις εἰς ἄπειρα κατακερματισθεῖσα ἀπαράλειπτός ἐστι καὶ ὅλη καὶ ἐν ἐμοὶ καὶ ἐν Σωκράτει καὶ ἐν ἵππῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν· ὥσπερ γὰρ ὁ Σωκράτης ἐν πλείοσιν οἰκίαις ὅλος ἅμα εἶναι οὐ δύναται, ἀλλ’ εἴπερ ἄρα, ἡ μὲν χεὶρ αὐτοῦ ἐν τῇδε τῇ οἰκίᾳ καὶ ὁ ποὺς αὐτοῦ ἐν ἄλλῃ καὶ τὰ ἄλλα, οὕτως οὐδὲ ἡ τοῦ ζῴου φύσις καὶ οὐσία εἰ καθ’ αὑτὴν ἦν, ἐν ἐμοὶ τελεία καὶ ἀπαράλειπτος εἶναι ἠδύνατο. ἀλλ’ εἰ μὲν ταὐτόν τις τοῦτο τῷ συνόντι τοῖς καθ’ ἕκαστα ἔλεγε, ταῦτα καὶ ἄλλα μυρία· εἰ δὲ ἕτερον, ἐπειδὴ τὸ συνὸν ἡμῖν οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, τίς ἡ φύσις αὐτοῦ ἐστιν ἠναγκάσθη ἂν λέγειν. ἀχωρίστου δὲ καὶ ψιλῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντος (τὰ δὲ ἐν ἐπινοίᾳ τὸ εἶναι ἔχοντα μὴ ὄντα ἐστίν) οὐδεμίαν ἕξει χώραν ἡ ἀπορία. ὕπαρξιν γὰρ μὴ ἔχοντος τοῦ καθόλου καὶ μὴ ὄντος ὑπάρχοντος, πῶς ἂν ζητοῖμεν εἰ ταὐτόν ἐστι τῷ συνόντι τοῖς καθ’ ἕκαστα; ὡς οὖν ἐπὶ τοῦ ζῴου, οὕτω καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν ἀριθμῶν καὶ τῶν διαστάσεων ἀχωρίστων μὲν ὄντων οὐχ ἕξει ἀπορίαν, χωριστῶν δέ, ὡς οἱ ταῦτα λέγοντες λέγουσιν, οὐ ῥᾴδιον διαλῦσαι τὰς ἐπαχθησομένας αὐτοῖς ἀπορίας, εἰ μὴ ῥᾴδιον δεῖ λέγειν τὸ ἀδύνατον,2 τουτέστιν εἰ δεῖ οὐ ῥᾴδιον λέγειν ἀλλὰ μὴ ἀδύνατον, τουτέστι κρεῖττόν ἐστι λέγειν ὅτι ἀδύνατόν ἐστι λῦσαι αὐτὰς ἤπερ λέγειν μὴ ῥᾴδιον. τὸ γὰρ μὴ ῥᾴδιον κἂν γενήσεται, τὸ δ’ ἀδύνατον οὐδαμῶς. τοῦτ’ εἰπὼν πάλιν ἐρωτᾷ λέγων ὅταν γὰρ ἐννοῇ τις ἐν τῇ αὐτοδυάδι καὶ ὅλως ἐν ἀριθμοῖς τὸ ἕν, πότερον αὐτὸ νοεῖ τι, τουτέστι τὸ ἀρχικὸν ἓν ἐν αὐτῇ νοεῖ, ἢ ἄλλο τι; εἰ μὲν γὰρ τὸ ἀρχικόν, ἔσται μέρος, ὡς πρὸ ὀλίγου εἴρηται, ὡς ἐν αὐτῇ ὄν, ἀλλὰ καὶ καθόλου, ὡς πολλῶν περιληπτικόν· εἰ δὲ ἕτερον, πότερον αὐτὸ θήσομεν ἐφεξῆς τῷ ἀρχικῷ ἑνί, ἢ τὴν δυάδα ἐν ᾗ ἐστι· καὶ πάλιν ἥξουσιν οἱ προρρηθέντες λόγοι.
“在这一切中,共同存在着关于作为属的形式所产生的疑难,等等。” 他说,对于所有将数设定为分离的、且在此之上也将量度设定为分离的人来说,都伴随着一个共同的错误,这个错误也同样会伴随那些把普遍的动物设定为分离且自在存在、而非观念性且仅因被思维才具有存在的人。因为正如在作为属的形式(即相对于不同事物而言同时既是属又是种者)上,若有人将它们设定为分离的,便会产生疑难:究竟那普遍、分离且自在存在的动物,是在诸个别动物中被发现并与它们一同列置者,还是说它自身是一回事,而与诸个别物共存者又是另一回事。因为如果普遍者并非分离的,而仅是单纯的意念,这便不会产生任何疑难。因为如果动物如我一般自在存在,那么无论他们说它与同诸个别物共存者是同一的,还是不同的,彼时的疑难都将是无法解决的。因为如果他们说二者同一,理所当然就会探究:这一自然如何被分割成无限之物,却仍无遗漏且完备地整体存在于我之中、存在于苏格拉底之中、存在于马之中以及存在于所有其他事物之中?因为正如苏格拉底不可能同时整体地存在于多所房屋中,而若真如此,也只能是他的手在这所房屋中,他的脚在另一所房屋中,其余部分[在别处];同样,动物的自然与实体若是自在存在的,也不可能在我之中完满且无缺漏地存在。然而,若有人说此物与同诸个别物共存者同一,就会产生这些以及其他无数的后果;但若说是不同的,既然与我们共存者是有灵魂且具感觉的实体,他就不得不说明它自身的自然究竟是什么。但若它是不可分离的,且仅在单纯的意念中具有存在(而在意念中具有存在的事物是非存在),这一疑难便绝无立足之地。因为在普遍者不具有实在且不是作为实存者存在的情况下,我们又怎能去探究它是否与同诸个别物共存者同一呢?因此,正如在动物的情形中一样,在一、数以及各维度上也是如此:若它们是不可分离的,便不会产生疑难;但若如主张这些说法的人所言是分离的,要解决加诸他们身上的疑难就不是容易的——假如必须把不可能之事称为“不容易”,也就是说,假如应当说“不容易”而非“不可能”,即更好的是说解决它们是“不可能的”而非“不容易”。因为不容易的事或许还会发生,但不可能的事是决不会发生的。说了这些之后,他再次提问说:因为无论何时,当人在自身二元中以及普遍在诸数中构想一时,他所思维的是某种自在之物(即他在其中思维那作为本原的一),还是某种别的东西?因为若是那作为本原的一,如不久前所说,作为存在于它之中的东西它将是一个部分,但作为包含多者之物它又将是普遍者;若说是另一者,我们是将它设定为紧接着作为本原的一,还是将那包含它于其中的二元〔设定为紧接着作为本原的一〕?于是前述的那些论辩又将再次出现。
- 13.39τὸ ἆρα τὸ καθόλου καὶ χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ζῷόν ἐστι τὸ ἐν τοῖς καθ’ ἕκαστα ζῴοις εὑρισκόμενόν τε καὶ συγκατατεταγμένον αὐτοῖς, ἢ ἄλλο μὲν αὐτὸ ἄλλο δὲ τὸ συνὸν τοῖς καθ’ ἕκαστα
间接疑问句的句法结构。作动词 διαπορεῖν 宾语的整个从句由中性定冠词 τό 实名化,引导由疑问小词 ἆρα ... ἤ(“究竟是……还是……”)构成的析取间接疑问。前一部分询问主语(“普遍、分离且自在存在的动物”)与谓语(“在诸个别动物中被发现并一同列置者”)的同一性,后一部分(ἄλλο μὲν... ἄλλο δέ...)则提出两者的分离与不同。
- 13.39εἰ μὴ ῥᾴδιον δεῖ λέγειν τὸ ἀδύνατον, τουτέστιν εἰ δεῖ οὐ ῥᾴδιον λέγειν ἀλλὰ μὴ ἀδύνατον
注释者对亚里士多德原文措辞的句法说明。在 εἰ μὴ ῥᾴδιον δεῖ λέγειν τὸ ἀδύνατον 中,μὴ 修饰否定 ῥᾴδιον(“不容易”);正如随后由 τουτέστιν 引出的释文(“假如应当说‘不容易’而非‘不可能’”,εἰ δεῖ οὐ ῥᾴδιον λέγειν ἀλλὰ μὴ ἀδύνατον)所明确指出的,全句构成一个限制性条件从句,意为“假如必须把不可能之事[委婉地]称为‘不容易’的话”。
