← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§777.7-778.21

柏拉图派关于几何量度本原的疑难

注解者阐释了亚里士多德在1085a7中关于柏拉图派推导几何量度(线、面、体、角与图形)本原之困难的讨论,梳理了无论本原彼此分离还是共存皆会导致荒谬后果的疑难逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.38

" Ὁμοίως δὲ καὶ περὶ τῶν ὑστέρων γενῶν τοῦ ἀριθμοῦ συμβαίνει τὰ δυσχερῆ." Τίνα ἐστὶ τὰ ὕστερα γένη τοῦ ἀριθμοῦ, αὐτὸς ἐκτίθεται, τὸ μακρὸν λέγων καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν. λέγει δὲ ὅτι βουλόμενοι καὶ τὰ μεγέθη παράγειν ἀπὸ τῶν δύο ἀρχῶν, τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἐκ μὲν τῆς δυάδος φασὶ τήν τε γραμμὴν τὸ μακρὸν καὶ βραχὺ λαβεῖν, τό τε ἐπίπεδον τὸ πλατὺ καὶ στενόν, τό τε στερεὸν τὸ βαθὺ καὶ ταπεινόν· ταῦτα γὰρ τὸ μακρὸν καὶ βραχὺ καὶ τὰ λοιπὰ εἴδη ἐκάλουν τοῦ μεγάλου καὶ μικροῦ τοῦ ἐν τῇ ἀορίστῳ δυάδι. τὴν δὲ κατὰ τὸ ἕν, φησίν, ἀρχὴν οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, οἷον δυάδα μὲν γραμμῇ, τριάδα δὲ ἐπιπέδῳ, τετράδα δὲ στερεῷ (τοιαῦτα γὰρ ἐν τοῖς Περὶ φιλοσοφίας ἱστορεῖ περὶ Πλάτωνος, δι’ ὃ καὶ ἐνταῦθα βραχέως καὶ συντόμως τὴν τούτων ἐξέθετο διάνοιαν), οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν. ἀλλὰ καὶ ἐν τούτοις, φησί, μυρία ἕπεται τὰ ἀδύνατα καὶ πλασματώδη. καὶ ἐπάγει ἐκ τῶν πολλῶν ὀλίγα λέγων, εἰ μὴ σύνεισιν ἀλλήλαις αἱ ἀρχαὶ μηδὲ συνακολουθεῖ ἐν τῷ μακρῷ καὶ βραχεῖ τὸ πλατὺ καὶ στενὸν καὶ βαθὺ καὶ ταπεινόν, καὶ πάλιν τῷ πλατεῖ καὶ στενῷ τὸ βαθὺ καὶ ταπεινὸν καὶ μακρὸν καὶ βραχύ, ὁμοίως καὶ τῷ βαθεῖ καὶ ταπεινῷ ἐκεῖνα· εἰ οὖν μὴ ἀκολουθοῖεν ἀλλήλοις ἀλλὰ κεχωρισμένα ἐστὶν ἀπ’ ἀλλήλων καὶ πάντῃ ἀκοινώνητα, καὶ αἱ ἐξ αὐτῶν γινόμεναι διαστάσεις ἥ τε γραμμὴ καὶ τὸ ἐπίπεδον καὶ τὸ στερεὸν ἀπολελυμέναι καὶ κεχωρισμέναι ἔσονται (τὰ γὰρ ἐκ διαφόρων ἀρχῶν ὑποστάντα οὐκ ἀναγκάζεται ἅμα εἶναι), ὥστε ἔσται ἐπίπεδον ἄνευ γραμμῆς καὶ στερεὸν χωρὶς ἐπιπέδου, ὅπερ ἐστὶν ἀδυνατώτατον. εἴτε σύνεισιν ἀλλήλοις τὸ μακρὸν καὶ τὸ πλατὺ καὶ τὰ λοιπά, ταὐτὸν ἔσται τῇ γραμμῇ καὶ τῷ στερεῷ τὸ ἐπίπεδον καὶ ταῦτα ἐκείνῳ, ὥστε ἔσται τὸ ἐπίπεδον γραμμὴ καὶ τὸ στερεὸν ἐπίπεδον καὶ γραμμή. ἑπομένων γὰρ τῶν ἀρχῶν καὶ συνουσῶν ἀλλήλαις καὶ μηδὲν διαφερουσῶν καὶ τὰ ἐξ αὐτῶν οὕτως ἕξει. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται. κατὰ δὲ τὴν λέξιν ὧδε ἔχει· ἀπολελυμένα τε γὰρ συμβαίνει, εἰ μὴ συνακολουθοῦσι καὶ αἱ ἀρχαί, τουτέστιν εἰ μὴ συνακολουθοῦσιν ἀλλήλαις αἱ ἀρχαὶ οὕτως ὥστε εἶναι τὸ πλατὺ καὶ στενὸν καὶ μακρόν, ἤτοι ὥστε συνεἶναι καὶ ταὐτὸν ὑπάρχειν τὸ στενὸν τῷ μακρῷ καὶ πλατεῖ, ἀπολελυμένα καὶ κεχωρισμένα ἀπ’ ἀλλήλων ἔσται καὶ τὰ μεγέθη, καὶ οὐκ ἔσται ἐν τῷ ἐπιπέδῳ γραμμή. τὸ δὲ εἰ δὲ τοῦτο ἀντὶ τοῦ εἰ δὲ σύνεισιν ἀλλήλαις αἱ ἀρχαί,1 συμβαίνει τὰ εἰρημένα. ἔτι δέ, φησίν, αἱ γωνίαι καὶ τὰ σχήματα καὶ τὰ τοιαῦτα πῶς ἀποδοθήσεται κατὰ λόγον καὶ πῶς ἐκ τῶν πολυθρυλήτων αὐτῶν ἀρχῶν δυνήσονται ποιεῖν; τί γὰρ ἐν τούτοις τὸ ὑπερέχον καὶ τί τὸ ἔλλειπον; τὴν μὲν γὰρ ὀρθὴν γωνίαν ἔλεγον εἶναι κατὰ τὴν μονάδα, ὀξεῖαν δὲ καὶ ἀμβλεῖαν κατὰ τὴν ἀόριστον δυάδα, ἀφ’ ἧς αὐταῖς τό θ’ ὑπερέχειν καὶ ὑπερέχεσθαι. ἀλλὰ καὶ τῶν σχημάτων τὰ μὲν ἐν ἰσότητι καὶ ταυτότητι θεωρούμενα, ὡς τὰ τετράγωνα καὶ τοὺς κύβους, ἐκ τῆς μονάδος ἔλεγον, τὰ δὲ ἀνισότητι καὶ ἑτερότητι κατεχόμενα ἐκ τῆς δυάδος. ταῦτα δὲ πάντα πλασματώδη καὶ ἀδύνατα. ταῦτα εἰπὼν λέγει ὅτι ὥσπερ τὸ περιττὸν καὶ ἄρτιον πάθη εἰσὶν ἀριθμοῦ, ταὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τούτων, καί εἰσι μήκους μὲν πάθη τὸ περιφερὲς καὶ εὐθύ, πλάτους δὲ τὸ στενὸν καὶ πλατύ, βάθους δὲ τὸ ταπεινὸν καὶ ὑψηλόν· οὐ μὴν ἐκ τούτων, τῆς τε ἀορίστου φημὶ δυάδος καὶ τοῦ ἑνός, ἔστι τὸ μέγεθος, ὥσπερ οὐδὲ ἐξ εὐθέος καὶ καμπύλου τὸ μῆκος2 καὶ τὰ λοιπὰ ἃ σαφῶς αὐτὸς καταλέγει.

“同样,关于数的后继之类也出现这些困难。” 数的后继之类是什么,他自己阐明了,即指长与短、广与狭、深与浅。他说,那些人意图将量度也从两个本原(即一与不定二元)中推导出来,便主张线从二元中接受了长与短,面接受了广与狭,体接受了深与浅;因为他们把这长与短以及其余的称作不定二元中“大与小”的诸种。他说,至于对应于一的本原,并非所有人都以同样方式引入,而是有些人说数本身赋予量度以形式,例如二元赋予线,三元赋予面,四元赋予体(因为他在《论哲学》中关于柏拉图记述了这类事情,这也正是他在此处简短概括地阐述他们见解的原因),另一些人则通过对一的分有来成就量度的形式。他说,但在这些主张中,也会随之产生无数不可能且虚妄的推论。他在众多反驳中举出少数几条来进行推论:如果诸本原互不共存,长与短之中既不伴随有广与狭及深与浅,广与狭之中又没有深与浅及长与短,同样在深与浅之中也没有那些——那么,如果它们互不伴随,而是彼此分离且绝无共通,由它们所产生的诸维度(即线、面、体)也将是脱节且彼此分离的(因为由不同本原构成的诸物并不必然同时存在),从而将存在没有线的面和没有面的体,而这是最不可能的。另一方面,如果长、广以及其余诸者互共存,那么面就将与线和体相同,而它们也与面相同,从而面将是线,体也将是面和线。因为如果诸本原互为伴随、彼此共存且毫无差异,由它们产生的东西也必然具有相同的状态。所说之事的意义已经阐明了。而按文辞来说则是如此:“因为如果本原也不伴随,它们就会变成脱节的”,也就是说,如果诸本原不以这样的方式互为伴随,即广与狭也是长,或者狭与长及广共存并同一,那么诸量度也将是脱节且彼此分离的,在面中也就不会有线。而“但如果是这个”则是用来代替“但如果诸本原彼此共存”,前述的那些结果便会发生。此外,他说,角、图形以及此类事物又将如何得到合乎理性的说明,他们又如何能够从他们那些屡被谈论的本原中制造出这些东西呢?因为在这些事物中,何者是超出者,何者是不足者呢?因为他们曾说直角是依照单子,而锐角和钝角是依照不定二元,从后者中它们具有超出与被超出。不仅如此,在诸图形中,那些在相等与同一中被考察的,如正方形和立方体,他们说源于单子,而受不相等与差异所支配的则源于二元。但这些全都是虚妄且不可能的。在说了这些之后,他说,正如奇与偶是数的属性一样,完全相同的情况也发生于这些事物上,圆弧与直线是长的属性,狭与广是宽的属性,浅与高是深的属性;然而,量度绝不是由这些构成的(我是指由不定二元与一构成),正如长也不是由直与曲构成的一样,其余各项他也都明确列举了。

语法注2 条
  1. 13.38τὸ δὲ εἰ δὲ τοῦτο ἀντὶ τοῦ εἰ δὲ σύνεισιν ἀλλήλαις αἱ ἀρχαί

    对亚里士多德原文(1085a12)中极其简略的带指示代词的条件从句“εἰ δὲ τοῦτο”(但如果是这个)的阐释性换言。注解者指出 τοῦτο 指代两难论证的另一支,即“如果诸本原彼此共存”(εἰ δὲ σύνεισιν ἀλλήλαις αἱ ἀρχαί)。

  2. 13.38οὐ μὴν ἐκ τούτων, τῆς τε ἀορίστου φημὶ δυάδος καὶ τοῦ ἑνός, ἔστι τὸ μέγεθος, ὥσπερ οὐδὲ ἐξ εὐθέος καὶ καμπύλου τὸ μῆκος

    文末比较从句“ὥσπερ οὐδὲ ἐξ εὐθέος καὶ καμπύλου τὸ μῆκος”中承前省略了主句动词 ἔστι,意为“正如长也不是由直与曲构成的一样”。插入式的“φημί”则是注解者用来引出前项代词“τούτων”的同位语解释(即不定二元与一)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:777.7-778.21