← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§776.7-777.6

无位置的一与单子及数之相继关系的困难

注解亚里士多德《形而上学》1084b32–1085a3,论证了一和二元若被视作无位置之物时单子与二元在先后关系上的困难,并探讨了数中非接触的相继关系所招致的不良后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.36

" Εἰ δὲ τὸ ἓν αὐτὸ δεῖ μόνον ἄθετον εἶναι· οὐθενὶ γὰρ διαφέρει ἢ ὅτι ἀρχή.1" ἓν αὐτὸ λέγει τὸ ἀρχικὸν ἕν. ὃ δέ φησι τοιοῦτον ἂν εἴη. εἰ δεῖ τὸ ἓν αὐτὸ ἄθετον εἶναι (οὐδενὶ γὰρ τῆς στιγμῆς διαφέρει εἰ μὴ δυσί, τῷ τε ἄθετον εἶναι καὶ τῷ ἀρχήν), ἀθέτου δὴ ὄντος αὐτοῦ ἐπειδὴ αὐτῷ τῷ ἑνί2 (ταὐτὸν δὲ εἰπεῖν τῇ ἀρχικῇ μονάδι) ὁμοιοτέρα ἐστὶν ἡ ἐν τῇ δυάδι μονὰς ἤπερ ἡ δυάς (ἡ μὲν γὰρ δυὰς διαιρετή, ἡ δὲ μονὰς ἡ ἐν αὐτῇ ἀδιαίρετος, τὸ δὲ ἀδιαίρετον τῷ ἀδιαιρέτῳ ὁμοιότερον ἤπερ τὸ διαιρετόν), ἐπεὶ οὖν ὁμοιοτέρα ἡ ἐν τῇ δυάδι μονὰς τῇ ἀρχικῇ μονάδι, τὸ δὲ τῇ ἀρχῇ ὁμοιότερον πρότερον, προτέρα ἂν εἴη ἡ μονὰς ἡ ἐν τῇ δυάδι τῆς δυάδος. οὔ φασι δὲ τοῦτο ἐκεῖνοι, ἀλλ’ εὐθὺς μετὰ τὴν ἀρχικὴν μονάδα τὴν δυάδα τάττουσιν. ἔτι, φησίν, ἐπειδὴ ἡ αὐτοδυὰς ἕν τι ἐστὶν ὥσπερ ὁ Σωκράτης καὶ ἡ αὐτοτριὰς ὁμοίως ἕν τι, ἔσονται ἀμφότεραι δυάς. ὅπου γὰρ δύο ἕνα, δυὰς ἐκεῖσε ἐξ ἀνάγκης. ἐκ τίνος οὖν ἔσται αὕτη ἡ δυάς; οὐ γὰρ δὴ ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος· ἐξ αὐτῶν γὰρ ἡ αὐτοδυὰς ἦν καὶ ἡ αὐτοτριάς.

“但如果只有自身为一必须是没有位置的——因为除了作为本原之外,它在任何方面都无差别——。” 他用“自身为一”指称本原的一。而他所说的意思当是如此:如果自身为一必须是没有位置的(因为除了两点,即没有位置和作为本原之外,它与点别无二致),那么在它确实是没有位置的情况下,既然二元中的单子比二元本身更类似于一本身(这等同于说更类似于本原的单子)(因为二元是可分的,而其中的单子是不可分的,不可分者比可分者更类似于不可分者),因此既然二元中的单子更类似于本原的单子,而更类似于本原者是在先的,那么二元中的单子就应当先于二元。但那些人并不这样主张,反而把二元直接排在本原单子之后。此外,他说,既然自身为二如同苏格拉底一样是某种一,而自身为三同样也是某种一,那么二者合起来就将是一个二元。因为凡是有两个一的地方,那里必然存在一个二元。那么,这个二元将由什么构成呢?绝不可能由本原的一和不定二元构成;因为自身为二和自身为三原本就由它们构成。

§13.37

"Ἀπορήσειε δ’ ἄν τις καὶ ἐπεὶ ἁφὴ μὲν οὐκ ἔστιν ἐν τοῖς ἀριθμοῖς, τὸ δ’ ἐφεξῆς." Ὅτι μὲν ἐν τοῖς ἀριθμοῖς ἁφὴ οὐκ ἔστιν, οὐδ’ ἅπτεται μονὰς μονάδος οὐδ’ ὅλως ἀμερὲς ἀμεροῦς, μόνον δ’ ἐφεξῆς εἰσι, δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει. ὃ δὲ ἐνταῦθα λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ αἱ μονάδες τῆς δυάδος οὐχ ἅπτονται, οὐδὲ ἔστι μεταξὺ τῶν τοιούτων δύο μονάδων οὐδὲν ἀλλ’ ἐφεξῆς εἰσιν, ὁμοίως ἐπὶ τῶν ἐν τῇ αὐτοτριάδι, πότερον, φησίν, ἐφεξῆς τῷ ἑνὶ αὐτῷ ἢ οὔ; ὃ βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται, ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· πότερον τῷ ἑνὶ τῷ πρώτῳ καὶ ἀρχικῷ τὴν πρώτην τῆς αὐτοδυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ; εἴτε γὰρ τάξαιμεν, ἔσται ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἐφεξῆς αὐτῷ μονάδος δυὰς πρὸ τῆς αὐτοδυάδος, καὶ πρώτη αὐτῆς, ὅπερ οὗτοι οὐ βούλονται· εἴτε μὴ τάξαιμεν, τίς ἂν εἴη τούτου αἰτία; καὶ πότερον ἡ δυὰς προτέρα τῷ ἐφεξῆς;3 τουτέστι καὶ πότερον τὴν δυάδα φήσομεν αὐτὴν ἐφεξῆς εἶναι τῷ πρώτῳ ἑνί, ἢ τὴν ἐν τῇ δυάδι μονάδα ὡς ὁμοιοτέραν οὖσαν τῷ ἑνί; εἰ μὲν δὴ τὴν δυάδα, ἔσται ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ τῆς δυάδος αὐτῆς τριὰς πρὸ τῆς αὐτοτριάδος καὶ πρώτη αὐτῆς· εἰ δὲ τὴν μονάδα, ὁ πρότερος ἥξει λόγος· δυὰς γὰρ ἔσται πρὸ δυάδος αὐτῆς.

“人们也可以提出疑难,因为在数中并没有接触,而是有相继。” 在数中并不存在接触,单子不接触单子,总而言之无部分者不接触无部分者,而只是处于相继之中,这已在《物理学》中得到证明。而他在此处所说的乃是如此:既然二元的诸单子互不接触,在这类两个单子之间也没有任何东西,而是处于相继之中,在自身为三中的单子亦同样如此,那么他说,它们对于自身为一而言是相继的,还是不是呢?这话说得简略,并因此显得晦涩,但所说的意思是:应当把自身为二的第一个单子排在第一且本原的一的相继位置上,还是不应当呢?因为如果我们将其排在此处,那么由第一的一以及与之相继的单子,就将产生出一个先于自身为二且为最初的二元,而这正是这些人所不愿接受的;如果我们不将其排在此处,那么这的原因又是什么呢?以及“二元在相继中是在先的吗?”也就是说,我们是应当说二元本身相继于第一的一,还是二元中的单子作为更类似于一者[相继于第一的一]呢?如果确实是二元,那么由本原的一和二元本身,就将产生出一个先于自身为三且为最初的三元;但如果是单子,先前的论证就会再次出现;因为将会产生出一个先于自身为二的二元。

语法注3 条
  1. 13.36οὐθενὶ γὰρ διαφέρει ἢ ὅτι ἀρχή

    标引句中未明确表达比较的对象(与何物无差别),亚历山大根据前文补充了“与点别无二致”(οὐδενὶ γὰρ τῆς στιγμῆς διαφέρει)。此外,标引句作“除了作为本原之外”,而亚历山大在疏解中将其扩充为“除了两点,即没有位置和作为本原之外”(εἰ μὴ δυσί, τῷ τε ἄθετον εἶναι καὶ τῷ ἀρχήν)。

  2. 13.36ἀθέτου δὴ ὄντος αὐτοῦ ἐπειδὴ αὐτῷ τῷ ἑνί

    ἀθέτου δὴ ὄντος αὐτοῦ 为独立属格结构,其后嵌套了复合原因从句 ἐπειδὴ ... ἐπεὶ οὖν ...,最终引向主句 προτέρα ἂν εἴη ἡ μονὰς ἡ ἐν τῇ δυάδι τῆς δυάδος。双重的 ἐπειδή / ἐπεὶ οὖν 是一种逻辑上的重提与推进,前者确立相似性,后者结合“更类似于本原者是在先的”大前提,从而引出结论。

  3. 13.37καὶ πότερον ἡ δυὰς προτέρα τῷ ἐφεξῆς

    亚历山大在此引用并解释了亚里士多德文本中极其简略的疑问句。与格 τῷ ἐφεξῆς 为方面与格(“在相继这一方面”)。亚历山大将其解释并补全为一个两难设问:究竟是二元本身直接相继于一,还是二元中的单子相继于一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:776.7-777.6