- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:774.30-776.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1084b20–23,阐明二元中的诸单子在获得形相之前仅在潜能上存在,并指出柏拉图派将一既视作形相又视作质料、既是普遍者又是部分的根本错误原因,在于同时从数学对象和普遍言说中探求事物的本原。
" Ἔστι γάρ πως ἓν ἑκάτερον τῇ μὲν ἀληθείᾳ δυνάμει." Ἀσαφῶς καὶ τὰ προρρηθέντα καὶ τὰ νῦν λεγόμενα ἀπήγγελται· δοκεῖ γὰρ τὸ ἔστι γάρ πως ἓν ἑκάτερον διὰ τὸν γὰρ σύνδεσμον ὅτι κατασκευαστικόν ἐστί τινος τῶν πρὸ αὐτοῦ·1 οὐκ ἔστι δὲ ἀλλὰ μηνυτικὸν τοῦ πῶς ἔχουσιν αἱ μονάδες ἐν τοῖς ἀριθμοῖς τὸ εἶναι. καὶ ἦν ἂν σαφὴς ἡ λέξις εἰ οὕτω πῶς ἦν γεγραμμένη ‘δεῖ δὲ μὴ λανθάνειν ὅπως ἑκάτερον ἓν καὶ ἑκατέρα μονὰς ἔχουσιν ἐν τῇ δυάδι καὶ ἐν τῇ τριάδι καὶ ἐν τοῖς λοιποῖς ἀριθμοῖς’. καὶ τὸ μὲν ἑκάτερον ἓν ἐπὶ τῶν τῆς δυάδος λέγει μονάδων, τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· καθ’ ἑαυτὴν ἀποληφθεῖσα τούτων τῶν τῆς δυάδος μονάδων ἑκατέρα δυνάμει μέν ἐστι κατὰ ἀλήθειαν, ἀλλ’ οὐκ ἐνεργείᾳ· εἰ γὰρ μή ἐστι σωρὸς μονάδων ὁ ἀριθμός, ἀλλ’ ἕκαστος ἐξ ὑποκειμένων μέν ἐστι τῶν τοσῶνδε μονάδων, ἐξ ἄλλων μέντοι καὶ ἄλλων (ἀσύμβλητοι γὰρ αἱ τῆς δυάδος πρὸς τὰς τῆς τριάδος κατ’ αὐτοὺς μονάδες μονάδας), κατὰ τὸ εἶδος δὲ συνέστηκε τὸ ἑαυτοῦ, οὐκ ἂν εἴη ἡ ἐν τῇ δυάδι μονὰς ἐνεργείᾳ, ὡς οὗτοι βούλονται, ἀλλὰ δυνάμει (δυνάμει γὰρ τὰ μόρια), πρὶν ἂν κοσμηθῇ2 τῷ εἴδει τῷ οἰκείῳ. αἰνίττεται δὲ διὰ τούτων ὅτι τὸ δυνάμει οὐ γενέσει μόνῃ καὶ χρόνῳ τοῦ ἐνεργείᾳ καὶ εἰδοπεποιημένου προτιθέασιν, ἀλλὰ καὶ λόγῳ καὶ οὐσίᾳ.
“因为各者在事实上以某种方式在潜能上是一。” 先前所说的和现在所说的表述得都不清晰;因为“因为各者以某种方式是一”这句话,由于连词“因为”,看似在论证其先前的某事;但它并非如此,而是表明单子在数中如何具有其存在。如果文句大致这样写,便会是清晰的:“我们不应忽视各个一和各个单子在二元、三元以及其余各数中处于何种状态”。而他所说的“各个一”是指二元的诸单子,所说的意思将是如此:二元的这些单子若各自单独被取,在事实上是在潜能上的,而非在现实上的;因为如果数不是单子的堆积,而是各个[数]由作为底层的如此多个单子组成,且由彼此不同的单子组成(因为按照他们的看法,二元的单子与三元的单子是不可比较的),并且是按照其自身的形相构成的,那么二元之中的单子在被其本有的形相赋形之前,就不会如他们所意图的那样是在现实上的,而是在潜能上的(因为部分是在潜能上的)。他通过这些话暗示,他们把潜能上的事物不仅在生成和时间上,而且在定义和实体上也置于现实的、被赋形的事物之前。
"Αἴτιον δὲ τῆς συμβαινούσης ἁμαρτίας ὅτι ἅμα ἐκ τῶν μαθημάτων ἐθήρευον καὶ τῶν λόγων τῶν καθόλου." Τοῦ τὰ τοιαῦτα ἁμαρτάνειν καὶ εἶδος τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμοῦ λέγειν τὴν μονάδα καὶ ὕλην, καὶ προτέραν καὶ ὑστέραν, καὶ τὰ λοιπὰ ὅσα ἁμαρτάνειν αὐτοὺς ἔδειξεν, αἴτιον, φησίν, ἐστὶ τὸ ἐκ τῶν μαθημάτων καὶ τῶν καθόλου λόγων ζητεῖν καὶ θηρεύειν τὰ πράγματα. καθόλου δὲ λόγους εἶπε τὰ μαθήματα, ὅτι οὐ τοῦ μερικοῦ τριγώνου τὰ συμπτώματα ὁ μαθηματικὸς θεωρεῖ, οὐδὲ τοῦ μερικοῦ κύβου ἢ τοῦδε τοῦ ἀριθμοῦ, ἀλλὰ τῶν καθόλου· παντὸς γάρ, φησί, τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, καὶ πᾶς ἄρτιος ἀριθμὸς εἰς δύο ἴσα καὶ εἰς δύο ἄνισα διαιρεῖται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καθόλου μὲν οὖν διὰ τοῦτο εἶπε τὰ μαθήματα. ἀλλὰ καὶ λόγους δι’ αὐτὸ τοῦτο· οὐδὲν γὰρ τῶν καθόλου ἐν ὑπάρξει ἐστὶ καὶ πρᾶγμά τι, ἀλλὰ λόγος. ἐκ τῶν τοιούτων οὖν τὰς τῶν πραγμάτων ἐθήρευον ἀρχάς· διὰ γὰρ τὸ τὴν μονάδα ἀρχὴν εἶναι τῶν μαθηματικῶν ἀριθμῶν, ὅθεν τὸ αὐτοὲν καὶ εἰδητικοὺς ἀριθμοὺς καὶ τἆλλα πάντα ὅσα λέγειν αὐτοῖς συνέβη, ἐκάλουν τὴν ἀρχικὴν οὗτοι μονάδα οἷον στιγμήν· τὴν γὰρ μονάδα μηδενὶ ἄλλῳ διαφέρειν στιγμῆς ἢ τῷ μὴ κεῖσθαί που ἔλεγον. ὥσπερ οὖν, φησίν, οἱ περὶ Δημόκριτον ἐκ τῶν ἐλαχίστων καὶ ἀτόμων σωμάτων τὰ πράγματα συνετίθουν, οὕτως καὶ οὗτοι ἐκ τῆς ἀμεροῦς μονάδος καὶ τῆς ἀορίστου δυάδος ἢ τῆς στιγμῆς καὶ τοῦ πλήθους. ὥστε συμβαίνει αὐτοῖς ἐξ ὧν λέγουσι τὴν μονάδα ὕλην εἶναι τῶν ἀριθμῶν, εἴ γε ἐκ μονάδων ὡς ἐξ ὕλης ὁ ἀριθμός, καὶ προτέραν τῆς δυάδος καὶ πάλιν ὑστέραν. ᾗ μὲν γὰρ ἀρχικὴ καὶ εἰδοποιὸς κατ’ αὐτοὺς ἡ μονάς, ταύτῃ προτέραν αὐτὴν ἀνάγκη τῆς δυάδος εἶναι· ᾗ δὲ πάλιν ὅλον τι καὶ εἶδός ἐστιν ἡ δυάς, ὕλη δὲ αὐτῆς ἡ μονάς, ταύτῃ ὑστέρα τῆς δυάδος. τὸ δὲ διὰ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν καὶ οὕτως ὡς μέρος ἔλεγον ἴσον ἐστὶ τῷ3 συμβαίνει αὐτοῖς τὸ ἓν καθόλου τε λέγειν καὶ μέρος· καθὸ μὲν γὰρ τὸ ἓν περιληπτικὸν ἔλεγον πάντων τῶν ἀριθμῶν, ταύτῃ καὶ καθόλου αὐτὸ ἀπεφαίνοντο· ᾗ δὲ πάλιν μέρος ἐστὶ τῆς δυάδος, οὐκ ἔστι καθόλου ἀλλὰ μέρος. ἀλλ’ ἀδύνατον τὴν αὐτὴν καὶ μίαν μονάδα πάντων τε τῶν ἀριθμῶν εἶναι περιληπτικὴν καὶ διὰ τοῦτο καθόλου, καὶ μόριον τῆς δυάδος καὶ τριάδος καὶ ἑκάστου τῶν ἀριθμῶν τὸ ἐλάχιστον.
“而招致这一错误的根源在于,他们同时从数学对象和普遍言说中进行探寻。” 他指出,犯下此类错误,并声称单子是同一且唯一的数的形相又是其质料,且既在先又在后,以及他指明他们犯下的其余所有错误的原因,就在于从数学对象和普遍言说中寻求并探寻事物。他把数学对象称为“普遍言说”,是因为数学家所考察的既非个别三角形的偶性,亦非个别立方体或这个数的偶性,而是考察普遍者的偶性;因为他说,任何三角形的三内角都等于两直角,每个偶数都可分割为两个相等部分也可分割为两个不相等部分,其他情形亦同。因此,为了这个原因他把数学对象称为“普遍的”;但正是由于这个原因,他也称其为“言说”;因为普遍者中没有任何一个是现实存在中的具体事物,而只是言说。因此,他们正是从这类事物中探寻事物的本原;因为单子是数学的数的本原(由此产生出自身为一、形相数以及他们所碰巧主张的一切其余事物),这些人便把本原的单子称为如同点一样的东西;因为他们说,单子除了没有位置之外,与点别无二致。他说,正如德谟克利特派由最小的不可分物体构成万物那样,这些人也由无部分的单子和不定二元,或者由点和多来构成万物。因此,根据他们所说的,如果数确实由作为质料的诸单子构成,那么单子是数的质料,且先于二元又后于二元,这一结论便落在了他们身上。因为一方面,按照他们的说法,单子是本原的且赋予形相的,在这方面它必然先于二元;另一方面,就二元又是一个整体和形相,而单子是其质料而言,在这方面它又在二元之后。而“由于普遍地寻求被述说的一,因此他们如此将它说成部分”这句话,等同于“他们落得把一既说成普遍者又说成部分”;因为就他们说一包容一切数而言,在这方面他们也断定它是普遍者;但就它又是二元的一部分而言,它不是普遍者而是部分。然而,同一且唯一的单子,既包容一切数并因此是普遍的,同时又是二元、三元以及各个数的最小部分,这是不可能的。
- 13.34δοκεῖ γὰρ τὸ ἔστι γάρ πως ἓν ἑκάτερον διὰ τὸν γὰρ σύνδεσμον ὅτι κατασκευαστικόν ἐστί τινος τῶν πρὸ αὐτοῦ
结构上的混交/先取构式(prolepsis):作为主语的名词化引文 τὸ ἔστι γάρ πως ἓν ἑκάτερον 置于动词 δοκεῖ 之前,随后又接以 ὅτι 引导的从句及其表语 κατασκευαστικόν ἐστί。其实质意义相当于“‘因为各者以某种方式是一’这一句看似在论证先前的某事”。
- 13.34εἰ γὰρ μή ἐστι σωρὸς μονάδων ὁ ἀριθμός ... οὐκ ἂν εἴη ἡ ἐν τῇ δυάδι μονὰς ἐνεργείᾳ ... πρὶν ἂν κοσμηθῇ
长条件句的骨架:条件从句由并列结构构成(εἰ γὰρ μή ἐστι ... ἀλλ’ ἕκαστος ἐξ ὑποκειμένων μέν ἐστι ... κατὰ τὸ εἶδος δὲ συνέστηκε),中间插入了对柏拉图派学说的说明(ἀσύμβλητοι γὰρ ...),主句则由带 ἄν 的希求法(οὐκ ἂν εἴη ... ἀλλὰ δυνάμει)构成。句末的时间从句 πρὶν ἂν κοσμηθῇ 限制整个结论。
- 13.35τὸ δὲ διὰ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν καὶ οὕτως ὡς μέρος ἔλεγον ἴσον ἐστὶ τῷ
冠词 τὸ 将其后的引文名词化作主语,后接谓语 ἴσον ἐστὶ τῷ(相当于……)。被引部分“διὰ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν καὶ οὕτως ὡς μέρος ἔλεγον”是对亚里士多德原文(1084b30–31)的引证,与格冠词 τῷ 所引出的 συμβαίνει αὐτοῖς... 从句则是对其含义的释义。
