- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:773.30-774.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明复合物因更接近形相而先于质料,解释了亚里士多德对普遍者(在定义上不可分)与个别者(在时间上不可分)之不可分割性的区分,并说明若依柏拉图主义者将数视为可分离的,就会陷入把“一”既作为质料又作为形相这一不可能的悖论。
τὸ ἄμφω οὖν, ἤτοι τὸ συναμφότερον τὸ ἐξ ὕλης καὶ εἴδους, ἐγγύτερόν ἐστι τοῦ εἴδους καὶ οὗ ὁ λόγος·1 τοῦ γὰρ εἴδους ἐστὶν ὁ λόγος καὶ ὁ ὁρισμὸς ἀλλ’ οὐ τῆς ὕλης, οὐδὲ τοῦ συναμφοτέρου. ὡς μὲν δὴ ἐγγύτερον τὸ σύνθετον τῷ εἴδει πρότερον τῆς ὕλης, τῇ δὲ γενέσει ὕστερον. προυπαρχούσης γὰρ τῆς ὕλης ἐξ αὐτῆς καὶ τοῦ ἐπιγινομένου αὐτῇ εἴδους γίνεται τὸ σύνθετον. δείξας οὖν πῶς ἡ ὀξεῖα καὶ ἡ μονὰς ἡ μὲν τῆς ὀρθῆς προτέρα καὶ ὑστέρα ἡ δὲ μονὰς τοῦ ἀριθμοῦ, ἐρωτᾷ κατὰ ποῖον δὴ τῶν εἰρημένων τρόπων τὸ ἀρχικὸν ἓν ἀρχὴ καὶ πρότερόν ἐστι, καὶ ἐρωτήσας ἀποκρίνεται λέγων διότι οὐ διαιρετόν. ἀλλ’ ἀδιαίρετον καὶ τὸ καθόλου ἕν, ἤτοι τὸ περιληπτικὸν πολλῶν καὶ ὡς εἶδος ὄν, καὶ τὸ συγκατατεταγμένον τοῖς καθ’ ἕκαστα· τοῦτο γὰρ ἐπὶ μέρους ἓν εἶπεν. διότι οὖν ἀδιαίρετόν ἐστιν ἀρχὴν αὐτό φασι· τὸ δὲ ἀλλὰ τρόπον ἄλλον αὐτὸς ἐπήγαγεν, οὐχ ὡς ἐκείνων τοῦτο λεγόντων, ἀλλ’ ἑρμηνεύων ὅπως τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους ἀδιαίρετον, δυνάμει λέγων ὅτι ἐκεῖνοι μὲν οὐκ εἶπον ὅπως ἀδιαίρετον καὶ τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους, ἐγὼ δέ φημι ὅτι ἄλλον μὲν τρόπον τὸ καθόλου ἐστὶν ἀδιαίρετον καὶ ἄλλον τὸ ἐπὶ μέρους. τὸ μὲν γὰρ καθόλου κατὰ λόγον ἐστὶν ἀδιαίρετον· οὐ γὰρ διαιρεῖται τὸ ζῷον πεζὸν δίπουν εἰς ἄλλους λόγους καὶ εἴδη, ὡς τὸ ζῷον εἰς ἄνθρωπον καὶ ἵππον· τὸ δὲ ἐπὶ μέρους κατὰ χρόνον ἀδιαίρετον· οὐ γὰρ πρότερον τὸ ἐν ἐμοὶ εἶδος τῷ χρόνῳ ἐμοῦ, ἵνα διαιρῆται ὁ χρόνος εἰς πρότερον μέν, καθ’ ὃν τὸ ἐμὸν εἶδος ἦν μήπω ἐμοῦ ὄντος, καὶ ὕστερον, καθ’ ὃν ἐγώ, ἀλλ’ ἅμα τῷ γενέσθαι τὸ ἐμὸν εἶδος (γέγονε δ’ ἐν ἀτόμῳ νῦν) κἀγὼ ἦν. ὥστε ἐν ἀδιαιρέτῳ τῷ νῦν ἐγώ τε καὶ τὸ ἐμὸν εἶδος· οὐδὲν γὰρ ἄλλο εἰμὶ ἐγὼ ἢ τὸ ἐμὸν εἶδος γέγονα. σαφηνίσας οὖν οὕτως ὅπως τὸ καθόλου ἐστὶν ἀδιαίρετον καὶ τὸ ἐκ μέρους, πάλιν ἐρωτᾷ ποτέρως οὖν τὸ ἓν ἀρχὴ καὶ πρότερον; ἆρα ὡς ἡ ὀξεῖα ἢ ἡ ὀρθή; καὶ ἐρωτήσας πάλιν ὑπομιμνήσκει ἡμᾶς τῶν περὶ τῆς ὀρθῆς καὶ ὀξείας λέγων· ὥσπερ γάρ, φησίν, εἴρηται ὅτι ἡ ὀρθή, ἡ αὐτὴ καὶ μία, καὶ προτέρα καὶ ὑστέρα τῆς ὀξείας, ὁμοίως καὶ ἡ ὀξεῖα, ἡ αὐτὴ καὶ μία (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἑκατέρα μία), προτέρα καὶ ὑστέρα τῆς ὀρθῆς, τῷ μὲν λόγῳ ὑστέρα τῇ δὲ γενέσει προτέρα (πρότερα γὰρ τὰ μέρη τῇ γενέσει τοῦ ὅλου), ὥσπερ οὖν ἐπὶ τούτων εἴρηται, καὶ προσυπακουστέον τοῦ ἀνάγκη καὶ ἐπὶ τῶν ἀριθμῶν οὕτως ἔχειν·2 εἰ δὲ τοῦτο, συμβαίνει αὐτοῖς ἀμφοτέρως τὸ ἓν ἀρχὴν ποιεῖν καὶ πρῶτον, καὶ ὡς ὕλην καὶ ὡς εἶδος. ἐπειδὴ γὰρ αὐτὸ πρότερον πάντων φασὶ καὶ εἰδικὴν ἀρχήν, κατὰ τοῦτο πρότερον ἔσται, ᾗ δὲ εἶδος μὲν ἡ δυὰς ἡ τριὰς καὶ ἁπλῶς πᾶς ἀριθμός, ὕλη δὲ αὐτῶν αἱ ἑνάδες, ταύτῃ ὕστερον τὸ ἓν τοῦ ἀριθμοῦ. ἀλλ’ ἀδύνατον τὸ αὐτὸ ἓν τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ὕλην εἶναι καὶ εἶδος.
因此,两者,即由质料与形相构成的结合体,更接近形相以及拥有该定义的事物;因为定义与规定属于形相,而不属于质料,也不属于结合体。因此,复合物作为更接近形相者先于质料,但在生成上却在后。因为在质料预先存在的情况下,复合物是由质料以及加于其上的形相生成的。因此,在指明了锐角与单子如何各自分别先于和后于直角与数之后,他便询问,本原的一究竟按照上述诸方式中的哪一种才是本原且在先的;在询问之后,他回答说“因为它是不可分割的”。但不可分割的,既有普遍的一,即包容诸多事物且作为形相而存在的一,也有与各个个别事物同列的一;因为他把后者称为个别的一。因此,正是由于它是不可分割的,他们才称其为本原;但他自己添加了“然而以另一种方式”这一句,并不是因为他们在这样说,而是他在阐明普遍者与个别者如何是不可分割的,实际上是在说:“他们虽然没有说明普遍者与个别者如何都是不可分割的,但我主张,普遍者是以一种方式不可分割,而个别者则是以另一种方式不可分割。”因为普遍者在定义上是不可分割的;因为“两足陆生动物”并不像“动物”分割为人与马那样,再分割为其他的定义和形相;而个别者则在时间上是不可分割的;因为我之中的形相在时间上并不先于我,以至于时间会被分割为我的形相存在而我尚不存在的在先时间,以及我存在的在后时间,而是在我的形相生成的当下(且它是在不可分割的“现在”生成的),我也就存在了。因此,我和我的形相存在于不可分割的“现在”之中;因为我无非就是成为了我的形相。在如此阐明了普遍者与个别者如何是不可分割的之后,他又询问:那么,一是以哪一种方式作为本原且在先呢?是作为锐角,还是作为直角?在询问之后,他又向我们提醒关于直角与锐角的事情,他说:因为,他说,正如已经说过的那样,直角作为同一个且唯一的事物,既先于又后于锐角,同样,锐角作为同一个且唯一的事物(因为“两者各为一个”表明了这一点),也既先于又后于直角,它在定义上在后而在生成上在先(因为部分在生成上先于整体)——正如在这些情形中所说的那样,我们还必须在思想中补充“在数的情形中也必然如此”这一层意思;而如果这样,他们便落得在两种方式上都把一作为本原和第一者,即既作为质料又作为形相。因为既然他们说它先于一切事物并且是形相本原,在这方面它将是在先的;但就二元、三元以及简言之每一个数都是形相,而单位是它们的质料而言,在这一方面一又在数之后。然而,同一的一对于同一且唯一的事物而言,绝不可能既是质料又是形相。
- 13.33τοῦ εἴδους καὶ οὗ ὁ λόγος
关系分句 καὶ οὗ ὁ λόγος 包含其先行词(相当于 τούτου οὗ ὁ λόγος ἐστίν),与前面的 τοῦ εἴδους 构成同位语,意为“形相,即拥有该定义的事物”。
- 13.33προσυπακουστέον τοῦ ἀνάγκη καὶ ἐπὶ τῶν ἀριθμῶν οὕτως ἔχειν
动词性形容词 προσυπακουστέον 支配属格短语(τοῦ ... ἔχειν),表示应当在思想中补充的内容。它呼应 ὥσπερ οὖν ἐπὶ τούτων εἴρηται(正如在这些情形中所说的那样),指明读者需要补出“在数的情形中也必然如此”这一主句判断。
