← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§772.29-773.30

关于一与数在先性问题的疑难与解决

亚历山大考察了亚里士多德提出的疑问,即如果数是可分离的,究竟是一在先还是数(如二和三)在先;并通过直角与锐角的几何比喻以及复合物与质料的关系,解释了单子(作为质料)在生成上在先,而数(作为形相和整体)在定义与本性上在先的解决方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.33#1

" Ἔτι εἰ ἔστι χωριστὸς ὁ ἀριθμός, ἀπορήσειεν ἄν τις." Ὃ διὰ τούτων ζητεῖ καὶ λύει τοιοῦτόν τί ἐστιν. εἰ ἔστιν, ὥς φασιν, ὁ ἀριθμὸς χωριστὸς καὶ καθ’ αὑτόν, ἀπορήσειεν ἄν τις πότερον τὸ ἓν ἐστι πρότερον ἢ ἡ τριὰς καὶ ἡ δυάς· καὶ λύει λέγων ὅτι καθὸ μὲν ἐκ μονάδων ἐστὶ πᾶς ἀριθμός, ἡ μονάς ἐστι πρότερον, ὥσπερ καὶ τὰ τέτταρα στοιχεῖα πῦρ ἀὴρ καὶ τὰ ἐφεξῆς τῶν ἐξ αὐτῶν σωμάτων· καθὸ δὲ πάλιν τὸ καθόλου καὶ τὸ εἶδος πρότερόν ἐστι τῶν ὑπὸ τὸ εἶδος, καὶ ἔστιν ὁ ἀριθμὸς εἶδος, ἡ δὲ μονὰς ὕλη, ὑστέρα τοῦ ἀριθμοῦ.1 καὶ σαφηνίζει ὅπως ἡ μονὰς τῇ μὲν γενέσει προτέρα τῆς τριάδος καὶ ὅλως τοῦ ἀριθμοῦ, τῷ λόγῳ δὲ καὶ τῇ οὐσίᾳ ὑστέρα δι’ ὑποδείγματος. ἡ γὰρ ὀρθή, φησί, προτέρα τῆς ὀξείας ὅτι ὥρισται· τῇ γὰρ ὑπερβολῇ αὐτῆς καὶ τῇ ἐλλείψει ἡ ἀμβλεῖα καὶ ἡ ὀξεῖα κρίνεται· ἐστὶ γὰρ ἡ ἀμβλεῖα γωνία ἡ μείζων ὀρθῆς καὶ ὀξεῖα ἡ ἐλάττων ὀρθῆς, ὥστε ὅρος καὶ κανὼν καὶ μέτρον τῆς τε ἀμβλείας καὶ τῆς ὀξείας. ἄλλως τε δὲ ἐπεὶ ἀμβλεῖαν ἀμβλείας μείζονα καὶ ἐλάττονα δυνάμεθα λαβεῖν καὶ ὀξεῖαν ὀξείας, ὀρθὴν δὲ ἥττονα καὶ ἐλάττονα οὐδαμῶς (ἡ γὰρ ὀρθὴ ᾗ ὀρθὴ ἀνεπίδεκτός ἐστιν ὑπερβολῆς τινος καὶ ἐλλείψεως), κἂν οὕτως ὥρισται ἡ ὀρθή. οὐ μόνον οὖν ἡ ὀρθὴ τῆς ὀξείας τῷ ὡρισμένῳ ἐστὶ προτέρα, ἀλλὰ καὶ τῷ λόγῳ, φησίν· ἔνεστι γὰρ ἐν τῷ τῆς ὀξείας λόγῳ ἡ ὀρθή· ὀξεῖα γάρ ἐστι γωνία ἡ ἐλάττων ὀρθῆς. οὕτω μὲν οὖν καὶ διὰ ταῦτα προτέρα ἡ ὀρθὴ τῆς ὀξείας, τρόπον δέ τινα ἄλλον ἡ ὀξεῖα τῆς ὀρθῆς, τῇ γενέσει. τὰ γὰρ μέρη τῇ γενέσει πρότερα τῶν ὅλων, ἡ δ’ ὀξεῖα μέρος τῆς ὀρθῆς· διαιρεῖται γὰρ εἰς αὐτήν. ὅτι δὲ τὰ μέρη πρότερα τοῦ ὅλου τῇ γενέσει δῆλον. τούτων γὰρ πρότερον γενομένων ἐπιγίνεται αὐτοῖς τὸ εἶδος, καὶ ἔνεισιν ἐν τῷ ὅλῳ, ὡς δυναμένῳ τῷ ὅλῳ εἰς αὐτὰ διαιρεθῆναι·2 ὥστε, φησίν, ὡς μὲν ὕλη ἡ ὀξεῖα τῆς ὀρθῆς· τὰ γὰρ μέρη ὕλη τοῦ ὅλου καὶ προγίνονται τοῦ ὅλου, ἐπιγίνεται δ’ αὐτοῖς αὐτό. ἀλλὰ καὶ τὸ στοιχεῖον τοῦ ἐξ αὐτοῦ ὕλη καὶ ἡ μονὰς τοῦ ἀριθμοῦ. ὡς μὲν δὴ ὗλαι προτέρα καὶ ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ τὸ στοιχεῖον τοῦ ἐξ αὐτοῦ καὶ ἡ μονὰς τοῦ ἀριθμοῦ, τῷ εἴδει δὲ καὶ τῷ λόγῳ καὶ τῇ φύσει προτέρα ἡ ὀρθὴ τῆς ὀξείας· ἡ γὰρ φύσις τοῦ ὅλου στοχαζομένη καὶ τοῦτο οἷον σκοπὸν ἔχουσα πρὸς αὐτὸ πάντα ὅσα ποιεῖ, δημιουργεῖ. ὡς οὖν ἡ ὀρθὴ τῷ εἴδει καὶ τῇ φύσει προτέρα τῆς ὀξείας, οὕτω καὶ ὁ ἀριθμὸς τῆς μονάδος· διὰ γὰρ τὸν ἀριθμὸν καὶ αἱ μονάδες. ἀλλὰ καὶ τὸ ὅλον, φησί, τὸ ἐξ ὕλης καὶ εἴδους πρότερον τῷ λόγῳ τῆς οἰκείας ὕλης. καὶ κατασκευάζει τοῦτο λέγων ἐγγύτερον τοῦ εἴδους καὶ οὗ ὁ λόγος τὸ ἄμφω,3 τουτέστι μᾶλλον ἐγγίζει καὶ πλησιαίτερόν ἐστι τῷ εἴδει τὸ σύνθετον ἤπερ ἡ ὕλη· μακρότερον γὰρ ἀφίσταται ἡ ὕλη ὡς ἄκοσμος τοῦ εἴδους ἤπερ τὸ σύνθετον, τὸ δὲ μᾶλλον ἐγγίζον καὶ πλησιάζον τῷ προτέρῳ πρότερον.

“此外,如果数是可分离的,人们可能会产生疑问。” 他通过这些话所探讨和解决的问题是这样的。如果正如他们所说,数是可分离的且独立自存的,人们可能会怀疑,究竟是一在先,还是三元和二元在先;而他通过指出下列情况来加以解决:就每一个数都是由单子构成而言,单子在先,正如四元素——火、气以及接下来的那些——先于由它们构成的物体一样;但反过来,就普遍物和形相先于属于该形相之物,且数是形相而单子是质料而言,[单子]在数之后。并且他通过一个例子阐明了,单子如何在生成上先于三元以及一般的数,而在定义和实体上却在后。因为他说,直角由于被限定而先于锐角;因为钝角和锐角是由它的过度和不及来判定的;因为钝角是大于直角的角,锐角是小于直角的角,所以它是钝角和锐角两者的界限、标准和尺度。此外,既然我们可以取得比钝角更大或更小的钝角,比锐角更大或更小的锐角,却绝不能取得更小的直角(因为直角就其作为直角而言,不容受任何过度与不及),即使在这一方面,直角也是被限定的。因此,他说,直角不仅通过被限定而在锐角之先,而且在定义上也先于锐角;因为直角包含在锐角的定义之中;因为锐角就是小于直角的角。因此,直角正是以这种方式并且由于这些原因而先于锐角,但在另一种方式下,即在生成上,锐角先于直角。因为部分在生成上先于整体,而锐角是直角的部分;因为直角可以分割为锐角。而部分在生成上先于整体是显而易见的。因为在这些部分先行生成之后,形相才加于它们之上,并且它们存在于整体之中,这是由于整体能够被分割为它们;因此他说,作为质料,锐角〔先于〕直角;因为部分是整体的质料并且在整体之先生成,而整体则加于它们之上。而且元素也是由它构成之物的质料,单子也是数的质料。因此,作为质料,锐角先于直角,元素先于由它构成之物,单子先于数,但在形相、定义和本性上,直角先于锐角;因为本性以整体为目标,并将此作为目的,朝向它而创造它所造就的一切。因此,正如直角在形相和本性上先于锐角,数也同样先于单子;因为单子的存在也是为了数。此外,他说,由质料与形相构成的整体,在定义上也先于其自身的质料。他通过指出两者更接近形相以及拥有该定义的事物来确立这一点,也就是说,与质料相比,复合物更接近并且更贴近形相;因为质料作为无秩序者,比复合物更远离形相,而更接近和更贴近在先者之物便是在先的。

语法注3 条
  1. 13.33καθὸ δὲ πάλιν τὸ καθόλου καὶ τὸ εἶδος πρότερόν ἐστι τῶν ὑπὸ τὸ εἶδος, καὶ ἔστιν ὁ ἀριθμὸς εἶδος, ἡ δὲ μονὰς ὕλη, ὑστέρα τοῦ ἀριθμοῦ.

    该分句与前面的“καθὸ μὲν ... ἡ μονάς ἐστι πρότερον”形成对称结构。句末的“ὑστέρα τοῦ ἀριθμοῦ”其主语承接前文的“ἡ δὲ μονάς”(省略了系动词 ἐστίν),意为“单子在数之后”。各语言均一致补足并理顺这一主谓结构。

  2. 13.33ὡς δυναμένῳ τῷ ὅλῳ εἰς αὐτὰ διαιρεθῆναι

    由 ὡς 引导的与格绝对结构(或限制性与格短语),修饰说明前句,表依据或情态,意为“由于整体能够被分割为它们”。

  3. 13.33ἐγγύτερον τοῦ εἴδους καὶ οὗ ὁ λόγος τὸ ἄμφω

    引用亚里士多德原文(1084b12)的句式。比较级“ἐγγύτερον”支配两个属格补足语:“τοῦ εἴδους”以及带省略先行词的“οὗ ὁ λόγος”(即拥有该定义的事物)。主语为中性单数“τὸ ἄμφω”(两者结合之物),注疏者随即将其解释为复合物(τὸ σύνθετον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:772.29-773.30