← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§771.10-772.28

将数局限于十之学说的难点与阐释

注解者探讨了亚里士多德针对将形相数局限于十的观点所提出的反驳(1084a29),补全了原文中关于一作为十的形相的省略句式,阐释了毕达哥拉斯派与柏拉图学派在十以内确立的范型(虚空、比例、奇数),借助语序倒置解读了关于三与五的简缩文句,并解释了从空间量度推导出十之完满性的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.32

" Ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς μέχρι τῆς δεκάδος μᾶλλόν τι ὂν καὶ εἶδος αὐτῆς τῆς δεκάδος.1" Ἐλλιπῶς ἀπήγγελται· ἦν δ’ ἂν τὸ τῆς λέξεως τέλειον, εἰ οὕτω πως ἦν γεγραμμένον ‘ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς μέχρι τῆς δεκάδος, καὶ ταῦτα τὸ ἓν κατ’ αὐτοὺς μᾶλλόν τι ὂν καὶ εἶδος τῆς δεκάδος’· ὥστε λείπει τὸ καὶ ταῦτα ἓν κατ’ αὐτοὺς καὶ ἀγέννητον. τὸ γὰρ ἓν ᾗ ἓν οὗτοί φασιν ἀγέννητον, ἡ δὲ δεκὰς γέγονεν· ὥστε εἰ τὸ ἓν καὶ εἶδος τῆς δεκάδος ἐστὶ καὶ ἀγέννητον, ἡ δὲ δεκὰς γέγονεν, ἔσται καὶ ἑνδεκὰς ὡς ἐξ εἴδους μὲν τοῦ ἑνός, ὕλης δὲ τῆς δεκάδος. εὐλόγως δὲ τὸ ἓν μᾶλλόν τι εἴρηκε· τὸ γὰρ εἶδος μᾶλλόν τι καὶ τόδε τί ἐστιν ἤπερ ἡ ὕλη. ἀλλ’ οὗτοι, φησί, μέχρι τῆς δεκάδος πειρῶνται τὴν γένεσιν τοῖς ἀριθμοῖς ποιεῖν, ὡς ὑστάτης τελειότητος οὔσης τῆς δεκάδος, τὰ δ’ ἄλλα ἐντὸς αὐτῆς γεννῶσι καὶ θεωροῦσι καὶ τίθενται, οἷον παράδειγμα κενοῦ, παράδειγμα ἀναλογιῶν, παράδειγμα περιττοῦ. τὴν μὲν γὰρ μεταξὺ τῶν ἀρτίων χώραν τετράδος ἑξάδος καὶ τῶν ὁμοίων, ὁμοίως καὶ τὴν τῶν περιττῶν, εἰκόνα φέρειν ἔλεγον καὶ παράδειγμα τοῦ κενοῦ. εἶναι γὰρ κενὸν ἐτίθεντο ἔξω τοῦ οὐρανοῦ οἱ Πυθαγόρειοι καὶ ἀναπνεόμενον ὑπὸ τοῦ παντὸς ἐπεισιέναι καὶ διακρίνειν ἀπ’ ἀλλήλων τὰ τῇδε, ὡς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει. ἀλλὰ ῥητέον ὅπως τὰς μεταξὺ τῶν ἀρτίων χώρας κενὰς καὶ μὴ ἀναπεπληρωμένας ὑπὸ τῶν περιττῶν ἔλεγον. ἐπειδὴ γάρ, φασίν, ἡ ἀόριστος δυὰς ὡς δυοποιὸς μετὰ τῆς αὐτοδυάδος τοὺς ἀρτίους γεγέννηκεν, ἀναγκαῖον αὐτοὺς καθ’ αὑτοὺς εἶναι χωρὶς τῶν περιττῶν, καὶ ἀμήχανον ὅλως ἐστὶ διὰ τοῦτο περιττὸν εὑρεθῆναι μεταξὺ δύο ἀρτίων κείμενον. εἰ δὲ τοῦτο, ἀναγκαῖον κενὰς εἶναι τὰς μεταξὺ χώρας αὐτῶν. πάλιν ἐπεὶ τὸ ἀρχικὸν ἓν μετὰ τῆς ἀορίστου δυάδος πεποίηκε τοὺς περιττούς, τὸν τρία τὸν πέντε τὸν ἑπτὰ τοὺς ὁμοίους, ἔσονται καὶ οὗτοι καθ’ αὑτοὺς χωρὶς τῶν ἀρτίων, κενὰς καὶ οὗτοι ἔχοντες τὰς μεταξὺ χώρας αὐτῶν. καὶ ἐπεὶ οὐδὲν ἐν ἐκείνοις μάτην ἐστὶν ὅπου οὐδ’ ἐνταῦθα, ἔνθα ὁ τῆς κακίας ἐστὶ πόντος, οὐκ ἂν εἴη τὸ ἐν ἐκείνοις κενὸν μάτην, ἀλλ’ εἰκὼν ἔσται καὶ παράδειγμα κενοῦ. τὴν μὲν οὖν μεταξὺ τῶν εἰδητικῶν ἀριθμῶν τῶν τε ἀρτίων τῶν τε περιττῶν χώραν οὕτως ἔλεγον καὶ διὰ ταῦτα κενὴν καὶ φέρειν εἰκόνα ἄλλου κενοῦ. τὴν δὲ δυάδα καὶ τετράδα καὶ ὀκτάδα παράδειγμα φέρειν τῆς ἀριθμητικῆς ἀναλογίας, δυάδα δὲ καὶ τριάδα καὶ ἑξάδα καὶ ἐννεάδα τῆς γεωμετρικῆς, καὶ αὐτὰς τετράδας καὶ αὐτὰς ἑξάδας ἔλεγον ἀναλογίας. ἀλλὰ τὴν μὲν τετράδα φέρε εἰπεῖν αὐτοΐππον ἔλεγον καὶ τὴν ἑξάδα αὐτοβοῦν, τὸν δὲ λόγον τῆς ἑξάδος πρὸς τὴν τετράδα εἰκόνα καὶ παράδειγμα εἶναι τῆς ἀναλογίας. ταῦτα μὲν οὕτως. τὸ δὲ ἐντὸς τῆς δεκάδος ἓν εἰκόνα φέρειν τοῦ περιττοῦ λέγοντες ἔφασκον, ὅτι τὸ ἕν ἐστι τὸ περιττὸν ἤτοι ἡ εἰκὼν τοῦ περιττοῦ, καὶ τὸ εἰδοποιοῦν αὐτὸ τὸ ἕν ἐστιν. ἀλλὰ ταῦτα μὲν τούτοις, τὰ δ’ ἄλλα πάντα, οἷον κίνησιν στάσιν ἀγαθὸν κακὸν τὰ ὅμοια ταῖς ἀρχαῖς ἀπεδίδοσαν τῇ μονάδι καὶ δυάδι, στάσιν μὲν καὶ τὸ ἀγαθὸν τῇ μονάδι, κίνησιν δὲ καὶ τὸ κακὸν τῇ δυάδι. τὸ δὲ εἰ γὰρ ἐν τῇ τριάδι, πῶς ἡ πεντὰς περιττόν;2 πάνυ βραχέως καὶ ἐλλιπῶς καὶ διὰ τοῦτο λίαν ἀσαφῶς εἴρηται. ἀναγνωστέον δὲ αὐτὸ ὑπερβατῶς οὕτως ‘εἰ γὰρ ἐν τῇ τριάδι τὸ περιττόν, πῶς ἡ πεντάς’; καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ γὰρ ἐν τῇ τριάδι τὸ ἓν τὸ περιττόν, ἤτοι εἰ διὰ τὸ ἓν ἡ τριὰς τὸ εἶναι τριὰς ἔχει, καὶ αὐτό ἐστι τὸ εἰδοποιοῦν αὐτήν, εἰ οὖν τῇ τριάδι τὸ εἶναι τριάδι τὸ ἕν ἐστι τὸ διδόν, πῶς οὐχὶ καὶ διὰ τὴν τριάδα ἡ πεντὰς καὶ πᾶς ὁ περιττὸς ἀριθμὸς τὸ εἶναι πεντὰς ἕξει καὶ ἑπτὰς καὶ οἱ λοιποί, ὥσπερ ὁ ἄρτιος πᾶς διὰ τὴν δυάδα; ἀναγκαῖον γὰρ τὴν δυάδα ἀρχὴν οὖσαν τῶν ἀρτίων καὶ τὴν τριάδα εἶναι τῶν περιττῶν. ἔτι τὰ μεγέθη καὶ ὅσα τοιαῦτα μέχρι πόσου. ἔτι, φησί, καὶ ἐκ τῶν μεγεθῶν δεικνύειν ἐπειρῶντο ὅτι μέχρι τῆς δεκάδος (ταύτης γάρ ἐστι δηλωτικὸν τὸ μέχρι πόσου) προάγειν χρὴ τὸν ἀριθμόν· ἔλεγον γὰρ ὅτι ἡ μονὰς ποιεῖ τὸ σημεῖον, ὅπερ οὗτος ἄτομον καλεῖ γραμμήν, ἡ δυὰς τὴν γραμμήν, ἡ τριὰς τὸ ἐπίπεδον, ἡ τετρὰς τὸ σῶμα, καὶ τούτοις ἀρκεῖται τὸ πᾶν· ὥστε εἰ ταῦτα τῆς δεκάδος οὐσία (συντεθέντα γὰρ ἀποτελεῖ τὴν δεκάδα), τὸ πᾶν ἀρκεῖται τῇ δεκάδι.

“此外,如果数只到十为止,尽管更有某种实在且作为十本身的形相的东西[存在],也是荒谬的。” 这是省略地表述的;如果行文大致这样写,那它原本是完全的:“此外,如果数只到十为止,尤其是当按照他们的看法,一更是某种实在并且是十的形相时,也是荒谬的”;因此缺少了“尤其是按照他们的一”和“未生成的”。因为他们说,作为一的一是未生成的,而十则是生成的;因此,如果一既是十的形相又是未生成的,而十是生成的,那么以一为形相、以十为质料的十一也将存在。而且他合理地将一称为“更有某种实在”;因为与质料相比,形相更是某种实在和这个特定之物。然而他说,这些人试图把数的生成只进行到十为止,仿佛十是最终的完满,而在十以内生成、考察并设定其他事物,例如虚空的范型、比例的范型、奇数的范型。因为他们说,偶数(如四、六及类似者)之间的空隙,以及同样地奇数之间的空隙,带有虚空的肖像和范型。因为正如在《自然哲学讲演录》中所说,毕达哥拉斯派设定虚空存在于天外,并被宇宙如呼吸般吸入,从而进入并把这里的事物彼此分离开来。但是必须说明他们何以说偶数之间的空隙是空的而未被奇数所填补。因为他们说,既然不定二元作为二化者与自体二元一起生成了偶数,它们就必然脱离奇数而自存,并且由于这个缘故,绝对不可能发现一个奇数处在两个偶数之间。而如果是这样,它们之间的空隙就必然是空的。反过来,既然作为始基的一与不定二元一起造就了奇数(即三、五、七及类似者),这些奇数也将脱离偶数而自存,它们之间的空隙同样也是空的。而且,既然在那些事物中没有什么是徒劳的(就连在这里,在这个恶之汪洋所在的地方,也没有徒劳的事物),那么在那些事物中的虚空就不会是徒劳的,而是虚空的肖像和范型。因此,他们正是这样并且由于这些原因,说形相数的偶数与奇数之间的空隙是空的,并带有另一种虚空的肖像。而他们说二、四、八带有算术比例的范型,二、三、六、九带有几何比例的范型,并把自体四和自体六本身称为比例。然而,姑且说他们把四称为自体马,把六称为自体牛,而六对四的比则是比例的肖像和范型。关于这些就是如此。当他们说十以内的一带有奇数的肖像时,他们声称一就是奇数,或者说是奇数的肖像,并且赋予其形相的正是这一。他们把这些归于这些数,而将所有其他事物,例如运动、静止、善、恶及类似者,都归于始基即单子和二元:静止与善归于单子,运动与恶归于二元。至于“因为如果在三之中,五怎么会是奇数呢?”这一句,说得极为简短和省略,因此非常晦涩。它应当通过语序倒置这样来读:“因为如果奇数在三之中,五怎么会[是奇数呢]?”而且所说的意思大致如下:因为如果在三之中有作为奇数的一,或者说如果由于一,三拥有作为三的存在,并且正是它赋予三以形相——如果赋予三作为三的存在的是一,那么正如所有偶数由于二一样,五和每一个奇数怎么会不由于三而拥有作为五、七及其他数的存在呢?因为既然二元是偶数的始基,三元也必然是奇数的始基。“此外,大小和所有这类事物,到多少为止呢?”此外,他说,他们还试图从大小出发表明,应当把数推进到十为止(因为“到多少为止”就是指这一点)。因为他们说,单子造就点(他称之为不可分的线),二元造就线,三元造就面,四元造就立体,而万物凭借这些就已齐备;因此,如果这些构成了十的实体(因为组合起来就完成了十),那么万物就由十而齐备了。

语法注2 条
  1. 13.32Ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς μέχρι τῆς δεκάδος μᾶλλόν τι ὂν καὶ εἶδος αὐτῆς τῆς δεκάδος

    亚里士多德本文中的引文句式极度简略(Ἐλλιπῶς ἀπήγγελται)。注解者将其补全为“καὶ ταῦτα τὸ ἓν κατ’ αὐτοὺς μᾶλλόν τι ὂν...”,将分词 ὂν 的逻辑主语理解为“一(τὸ ἕν)”,并将该分词理解为让步或伴随从属结构(“尤其是当……时/尽管……”)。

  2. 13.32εἰ γὰρ ἐν τῇ τριάδι, πῶς ἡ πεντὰς περιττόν;

    针对亚里士多德极度紧凑的文句(1084a36–b1),注解者指出此处运用了语序倒置(hyperbaton),将表语 τὸ περιττόν 直接与介词短语 ἐν τῇ τριάδι 相联结,整理为:“εἰ γὰρ ἐν τῇ τριάδι τὸ περιττόν, πῶς ἡ πεντάς[περιττόν];”(因为如果奇数在三元之中[即三元构成了奇数的原因],五元又如何是奇数呢?)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:771.10-772.28