- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:770.11-771.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于形相数若是有限所面临的困难的论证,指出若将数限制在十以内,会导致形式不足以对应万物物种、小数成为大数的部分而导致荒谬结论,以及无理排除十一及之后各数的荒谬性。
" Εἰ δὲ πεπερασμένος, μέχρι πόσου· τοῦτο γὰρ δεῖ λέγεσθαι." Δείξας ὅτι ἀδύνατον ἄπειρον εἶναι τὸν εἰδητικὸν ἀριθμόν, δείκνυσιν ὅτι οὐδὲ πεπερασμένον οἷόν τε αὐτὸν εἶναι, ὥστε ὅλως οὐκ ἔστιν. εἰ γάρ ἐστι πεπερασμένος, λεγέτωσαν μὴ μόνον οὕτως ἁπλῶς καὶ χωρὶς αἰτίας ὅτι πεντήκοντα ἢ ἑκατὸν ἢ ἄλλος ὁστισοῦν ἀριθμός, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέτωσαν διὰ τί τοσοῦτοι καὶ οὐ πλείονες ἢ ἐλάττονες. εἰ δὲ μέχρι τῆς δεκάδος καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθηματικὸς (μέχρι γὰρ αὐτῆς ἀνιόντες, φασί, πάλιν ἀνακάμπτομεν ἐπὶ τὸ ἓν καὶ τὰ δύο, ἕνδεκα λέγοντες καὶ δυοκαίδεκα καὶ ἑξῆς), εἰ δὴ μέχρι τῆς δεκάδος ὁ ἀριθμός,1 ἐπιλείψουσι τὰ εἴδη καὶ ἔσονται ζῷα ὧν εἴδη οὐκ ἔσται. εἰ γάρ ἐστιν ἡ αὐτοτριὰς εἶδος τὸ ἀνθρώπου, ὁ αὐτοΐππος ἔσται τις τῶν ἐντὸς τῆς δεκάδος ἀριθμῶν ἢ αὐτοτετρὰς ἢ ἄλλος τις. ἐπεὶ γὰρ αὐτοέκαστος ἀριθμός, τουτέστιν ὁ εἰδητικὸς ἀριθμός, μέχρι δεκάδος, ἔστι δὲ ὁ αὐτοάνθρωπος ἡ αὐτοτριάς, ἀνάγκη δὴ τὸν αὐτοΐππον τινὰ εἶναι τῶν ἐν τούτοις ἀριθμῶν, τουτέστι τινὰ τῶν ἐν τούτοις τοῖς εἰδητικοῖς ἀριθμοῖς συγκατατεταγμένων ἀριθμῶν, οἵτινες ἐντός εἰσι τῆς δεκάδος· ἅπαντες γὰρ οἱ ἐντὸς τῆς δεκάδος οὐσίαι κατ’ αὐτοὺς καὶ ἰδέαι. ὥστε ἐπιλείψουσιν αἱ ἰδέαι καὶ πολλῷ ἐλάττους ἔσονται τῶν ἐνταῦθα ζῴων, ὅσῳ τὰ ἐνταῦθα ζῷα ὑπερεκπίπτει τὴν δεκάδα. ἄλλως τε εἰ ἔστιν ἡ αὐτοτριὰς ὁ αὐτοάνθρωπος καὶ αἱ ἄλλαι τριάδες τῆς αὐτοεξάδος καὶ τῶν λοιπῶν αὐτοάνθρωποι ἔσονται· ὅμοιαι γὰρ αἱ ἐν τῇ αὐτοεξάδι τριάδες ἀλλήλαις. ὥστε ἄπειροι ἔσονται ἄνθρωποι, καὶ εἰ μὲν πᾶσαι αἱ τριάδες ἰδέαι, αὐτοάνθρωποι ἄπειροι, εἰ δὲ ἡ μὲν αὐτοτριὰς ἰδέα, αἱ δὲ ἐν τῇ αὐτοεξάδι καὶ αἱ ἄλλαι οὐκ ἰδέαι, αὐτοἄνθρωποι μὲν πολλοὶ οὐκ ἔσονται, ἄνθρωποι δὲ ἕτεροι παρὰ τὸν αὐτοάνθρωπον καὶ τοὺς αἰσθητοὺς ἀνθρώπους. ἀλλὰ κἂν εἰ ἔστιν ὁ ἐλάττων ἀριθμὸς μέρος τοῦ μείζονος ἀριθμοῦ, συμβληταὶ δὲ καὶ αἱ ἐν τῷ αὐτῷ ἀριθμῷ μονάδες,2 ἐπειδὴ ἐν τῇ αὐτοτετράδι τέσσαρές εἰσι μονάδες καὶ συμβληταὶ ἀλλήλαις, εἰ ἔστιν ἡ αὐτοτετρὰς ὁ αὐτοΐππος ἢ τὸ αὐτολευκόν, ὁ δὲ αὐτοάνθρωπος ἡ αὐτοδυάς, ἐστὶ δὲ ἐν τῇ αὐτοτετράδι τῷ αὐτοΐππῳ δυάς, ἔσται ὁ αὐτοάνθρωπος μέρος τοῦ ἵππου, εἰ δυὰς ὁ ἄνθρωπος. Ταῦτα εἰπὼν ἐπάγει ἄτοπον δὲ καὶ τὸ τῆς μὲν δεκάδος εἶναι ἰδέαν, ἑνδεκάδος δὲ μή, μηδὲ τῶν ἐχομένων ἀριθμῶν, ὃ ἴσον ἐστὶ τῷ ἄτοπον μὲν αὐτοδεκάδα εἶναι, αὐτοενδεκάδα δὲ καὶ αὐτοδωδεκάδα καὶ ἐφεξῆς μὴ εἶναι. ὅλως δὲ ἐπειδὴ πολλὰ ἔστι καὶ γίνεται ὧν εἴδη οὐκ εἰσιν, ὡς αὐτοί φασιν, γενήσεται καὶ ἄνθρωπος καὶ ἰδέας αὐτοῦ μὴ οὔσης καὶ ἵππος καὶ βοῦς καὶ τἆλλα πάντα, καὶ οὐκ ἔστι τὰ εἴδη αἴτια.
“而如果是有限的,到多少为止?因为这必须被说明。” 在表明形相数不可能是无限的之后,他表明它也不可能是有限的,从而它完全不存在。因为如果是有限的,他们就不应当仅仅这样简单且毫无根据地说它是五十或一百或任何其他数,而应当同时补充其原因:为什么是这么多,既不多也不少。而如果形相数和数学数都只到十(因为他们说,上升到十之后,我们又回头转向一和二,说十一、十二等等)——如果数确实只到十,形式就会匮乏,并将存在一些动物是没有形式的。因为如果自体三元是人的形式,自体马就将是十以内的数之一,要么是自体四元,要么是其他某个数。因为既然每一个自体数,即形相数,都只到十,并且自体人是自体三元,那么自体马就必然是这些数之中的一个,即被归入这些十以内的形相数之中的数之一;因为按照他们的看法,十以内的一切数都是实体和理念。因此理念将会匮乏,且比这里的动物少得多,其少于的程度正如这里的动物超出十的数目那样。此外,如果自体三元是自体人,那么自体六元及其他数之中的其他三元也将是自体人;因为自体六元中的三元彼此相似。因此将会有无限多的人;而如果所有的三元都是理念,就会有无限多的自体人;如果自体三元是理念,而自体六元中的三元以及其他三元不是理念,那么自体人固然不会有很多,但在自体人和感觉的人之外,还会存在其他的人。而且,即使较小的数是较大的数的部分,并且同一数中的单子是可通约的,既然在自体四元中有四个单子且彼此可通约,如果自体四元是自体马或自体白,而自体人是自体二元,并且在自体四元即自体马中存在一个二元,那么如果人是二元,自体人就将是马的一部分。在说了这些之后,他补充道:“十有理念,而十一没有,其后的数也没有,这也是荒谬的”,这等同于说:有自体十元,而没有自体十一元、自体十二元以及相继的数,是荒谬的。总体而言,既然正如他们自己所说,存在并且生成着许多没有其形式的事物,那么即使没有人的理念,人也会生成,马、牛以及所有其他事物也是如此,而形式并不是原因。
- 13.31εἰ δὴ μέχρι τῆς δεκάδος ὁ ἀριθμός
此处使用复取连词 δὴ,重新拾起前面被插入成分(μέχρι γὰρ αὐτῆς ἀνιόντες...)所打断的条件从句(εἰ δὲ μέχρι τῆς δεκάδος καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθηματικός)。主句为 ἐπιλείψουσι τὰ εἴδη。
- 13.31ἀλλὰ κἂν εἰ ἔστιν ὁ ἐλάττων ἀριθμὸς μέρος τοῦ μείζονος ἀριθμοῦ, συμβληταὶ δὲ καὶ αἱ ἐν τῷ αὐτῷ ἀριθμῷ μονάδες
由 ἀλλὰ κἂν εἰ(“即便……”)引导的复合条件结构。条件从句中并列了两个命题:“较小数是较大数的部分”以及(连词 δέ 表添加,“且”)“同一数内的单子是可通约的”。该句在插入了原因从句(ἐπειδὴ...)和另一重条件从句(εἰ ἔστιν...)后,最终落到主句的归结部分 ἔσται ὁ αὐτοάνθρωπος μέρος τοῦ ἵππου。
