← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§768.35-770.10

论形相数不可能为无限

亚历山大阐释了亚里士多德在《形而上学》1083b36中关于形相数是无限还是有限的必然区分,说明形相数不可能无限,依据是一切数要么是偶数要么是奇数、数的生成种类皆为有限,且理念论者的形式仅推进至十。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.30

" Ἔτι ἀνάγκη ἤτοι ἄπειρον τὸν ἀριθμὸν εἶναι ἢ πεπερασμένον." Ἄφυκτος ἡ διαίρεσις· ἀνάγκη γὰρ τὸν εἰδητικὸν ἀριθμὸν ἢ ἄπειρον ἢ πεπερασμένον εἶναι. ἐπειδὴ γὰρ οὐ κατὰ τὴν ἐπ’ ἄπειρον τῆς γενέσεως πρόοδον1 ὁ ἀριθμὸς ὡς οἱ ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα τὰ ἐν γενέσει τὸ εἶναι ἔχει, ἀλλ’ ἅπαξ ἀπὸ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος προελθών, ὡς οὗτοί φασιν, ἐν στάσει καὶ μονῇ καὶ παντελεῖ ἀκινησίᾳ ἵδρυται, ἀναγκαῖον ἢ ἄπειρον ἐνεργείᾳ εἶναι ἢ πεπερασμένον. εἰ τοίνυν δειχθείη ὡς οὐδέτερον τμῆμα τῆς διαιρέσεως ὑγιαίνει, δῆλον ὅτι ἀριθμὸς εἰδητικὸς ὅλως οὐκ ἔστιν. καὶ ὅτι μὲν ἄπειρος εἶναι οὐκ ἐνδέχεται δείκνυσι συλλογιζόμενος ὧδε. πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, ὥστε καὶ ὁ εἰδητικός, εἴπερ ἀριθμός ἐστιν οὐδὲν ἄπειρον ἢ ἄρτιόν ἐστιν ἢ περιττόν οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρός ἐστιν. ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός. τούτων τῶν προτάσεων ἡ μὲν μία ἡ λέγουσα ὅτι οὐδὲν ἄπειρον ἢ ἄρτιόν ἐστιν ἢ περιττὸν δήλη εἰ γὰρ ἄρτιον ἢ περιττόν ἐστι, πεπερασμένον. τὴν δὲ λοιπὴν τὴν λέγουσαν ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, δείκνυσι λέγων, πᾶσα γένεσις ἀριθμοῦ ἢ ἀρτιάκις ἐστὶν ἀρτία, ἢ ἀρτιοπέρισσος ἢ περισσάρτιος, ἢ πρώτη καὶ ἀσύνθετος, ἢ δευτέρα καὶ σύνθετος, ἢ καθ’ ἑαυτὴν μὲν δευτέρα καὶ σύνθετος πρὸς ἄλλον δὲ πρώτη καὶ ἀσύνθετος. πᾶς δὲ τοιοῦτος ἀριθμὸς ἢ ἄρτιος ἢ περισσός. ὁ μὲν γὰρ ἀρτιάκις ἄρτιος καὶ ὁ ἀρτιοπέρισσος καὶ ὁ περισσάρτιος ἄρτιοι οἱ δὲ λοιποὶ τρεῖς περιττοί. καὶ τὸ συμπέρασμα δῆλον πᾶς ἄρα ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός. αὐτὸς δὲ τοῦ ἀρτιάκις ἀρτίου μνησθεὶς καὶ τοῦ ἀρτιοπερίσσου καὶ τοῦ πρώτου καὶ ἀσυνθέτου, τοὺς λοιποὺς διὰ βραχυλογίαν παρείασε. καταλέγει οὖν τὴν γένεσιν τοῦ ἀριθμοῦ καὶ πῶς οἱ προειρημένοι γίνονται λέγων ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος, τουτέστι τοῦ μὲν ἑνὸς ἐμπεσόντος τῇ δυάδι γίνεται ὁ τρία, οὗτος δὲ πρῶτός ἐστι καὶ ἀσύνθετος. ὥστε διὰ τοῦ ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος2 τὴν τοῦ πρώτου καὶ ἀσυνθέτου γένεσιν ἠνίξατο· διὰ δὲ τοῦ ὡδὶ δὲ τῆς μὲν δυάδος ἐμπιπτούσης ὁ ἀφ’ ἑνὸς διπλασιαζόμενος τῆς τοῦ ἀρτιάκις ἀρτίου γενέσεως μέμνηται. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. τῆς δυάδος ἐπὶ τὸ ἓν πολλαπλασιασθείσης γίνεται πάλιν ὁ δύο (δὶς γὰρ μία δύο), τῆς δὲ δυάδος εἰς ἑαυτὴν ὁ τέτταρα· πάλιν δὲ τῆς αὐτῆς δυάδος εἰς τὸν τέτταρα ὁ ὀκτώ, εἰς δὲ τὸν ὀκτὼ ὁ ἑκκαίδεκα· καὶ ὁμοίως ὁδεύουσα τὸν ἀρτιάκις ἄρτιον γεννᾷ· τοῦτον γὰρ εἶπεν ἀφ’ ἑνὸς διπλασιαζόμενον. πάντες γάρ, ἡ δυάς, ἡ τετράς, ὁ ὀκτώ, ὁ ἑκκαίδεκα, ὁ τριάκοντα δύο καὶ οἱ λοιποὶ εἰς ἕνα τὴν δυάδα διπλασιαζόμενοι τοὺς ἐφεξῆς καὶ συνεχεῖς ἀρτιάκις ἀρτίους γεννῶσι. διὰ δὲ τοῦ ὡδὶ δὲ τῶν περιττῶν ὁ ἄλλος ἄρτιος τοῦ ἀρτιοπερίσσου τὴν γένεσιν ὑπεμφαίνει· λέγει δὲ τῷ δὲ τρία καὶ τοῖς ἄλλοις ἀπὸ μονάδος περιττοῖς πολλαπλασιαζομένη ἡ δυὰς τὸν ἀρτιοπέρισσον ἀπογεννᾷ. ὥστε εἰ πᾶσα γένεσις ἀριθμοῦ ἢ ἀρτιοπέρισσος ἢ ἄλλη τις τῶν ἀπηριθμημένων οὖσα ἢ ἀρτία ἢ περισσή ἐστιν, οὗτοι δὲ πεπερασμένοι, γεγόνασι δὲ καὶ οἱ εἰδητικοὶ ἀριθμοί, ἀνάγκη πᾶσα κἀκείνους ἢ ἀρτίους εἶναι ἢ περισσούς, ταὐτὸν δὲ εἰπεῖν3 πεπερασμένους. ἄλλως τε, φησίν, εἰ οἱ ἀριθμοὶ ἰδέαι, πᾶσα δὲ ἰδέα τινός ἐστιν, εἰ ἔστιν ὁ εἰδητικὸς ἀριθμὸς ἄπειρος, ἔσται καὶ ἄπειρόν τι, ἵν’ ἐκείνου εἴη τὸ εἰδητικὸν ἄπειρον ἰδέα, καὶ τοῦτο ἢ αἰσθητὸν ἢ ἄλλο τι. καίτοι οὔτε κατὰ λόγον ἐνδέχεται ἄπειρόν τι εἶναι, ὡς πολλαχοῦ δέδεικται, οὔτε κατὰ τὴν αὐτῶν θέσιν τε καὶ δόξαν. μέχρι γὰρ δεκάδος αὐτοῖς ἡ τῶν εἰδῶν πρόοδος· τοῦτο γὰρ ἐμήνυσε διὰ τοῦ τάττουσι δὲ οὕτω τὰς ἰδέας.

“此外,数必然要么是无限的,要么是有限的。” 这一区分是不可避免的;因为形相数必然要么是无限的,要么是有限的。因为,既然数并不像人和生成之中的其余动物那样,按照生成的无限进展而具有其存在,而是正如这些人所说,一旦从一和不定二元产生之后,便确立在静止、持久和完全的不动性之中,那么它就必然要么是现实地无限的,要么是有限的。因此,如果表明这一区分的任何一部分都不健全,那么显然完全不存在形相数。而它不可能无限,他通过如下的三段论来予以表明:每一个数要么是偶数要么是奇数,因此形相数如果确实是数也是如此;没有什么是无限的又是偶数或奇数的;所以,没有任何数是无限的。这个三段论是在第二格。在这些前提中,指出“没有什么是无限的又是偶数或奇数的”这一个前提是明晰的;因为如果它是偶数或奇数,它就是有限的。而对于指出“每一个数要么是偶数要么是奇数”的剩余那个前提,他通过如下陈述来表明:数的每一种生成,要么是偶偶数,要么是偶奇数,要么是奇偶数,要么是质数且非复合数,要么是第二数且复合数,要么就自身而言是第二数且复合数但相对于另一个而言是质数且非复合数。而所有这样的数要么是偶数要么是奇数。因为偶偶数、偶奇数和奇偶数是偶数;而其余三个是奇数。结论也是明晰的:所以,每一个数要么是偶数要么是奇数。他自己提到了偶偶数、偶奇数以及质数且非复合数,但为了简明起见略去了其余的。因此,他列举了数的生成以及上述的数是如何生成的,说道:“这样,当一落入偶数之中时”——也就是说,当一落到二元上时,便生成了三,而这是质数且非复合数。因此,通过“这样,当一落入偶数之中时”,他暗示了质数且非复合数的生成;而通过“而这样,当二元落入时,由一起被加倍的”,他提到了偶偶数的生成。所说的意思是这样的:当二元乘以一时,再次生成二(因为二乘一得二),乘以其自身时生成四;当同一个二元再次乘以四时生成八,乘以八时生成十六;如此同样地进行下去,它便产生偶偶数;因为他所说的“由一起被加倍的”指的就是这个。因为所有的数——二元、四元、八、十六、三十二以及其余的数——被一个〔数,即〕二元加倍,生成了相继且连续的偶偶数。而通过“而这样,〔当〕奇数〔落入时〕,另一种偶数”,他隐示了偶奇数的生成;他所说的是,二元通过乘以三以及单子之后的其他奇数,便产生偶奇数。因此,如果数的每一种生成,作为偶奇数或被列举的其他某种生成,要么是偶数要么是奇数,并且这些数是有限的,而形相数也是生成的,那么完全必然的是,那些形相数也必须要么是偶数要么是奇数,也就是说,是有限的。此外,他说,如果数是理念,而每一个理念都是某物的理念,那么如果形相数是无限的,也就会存在某种无限的事物,以便形相的无限可以作为它的理念,而这个[无限的事物]要么是感觉对象要么是某种其他事物。然而,正如在许多地方已经证明的那样,某种事物是无限的,这既不合乎理性,也不符合他们自己的论题和主张。因为对他们来说,形式的进展直到十为止;因为他正是通过“然而他们如此安排理念”这句话表明了这一点。

语法注3 条
  1. 13.30ἐπειδὴ γὰρ οὐ κατὰ τὴν ἐπ’ ἄπειρον τῆς γενέσεως πρόοδον

    在由 ἐπειδή 引导的从属从句中,主语 ὁ ἀριθμός 支配了两个对比的分支:否定分支(οὐ κατὰ... τὸ εἶναι ἔχει)与肯定分支(ἀλλʼ ἅπαξ... ἵδρυται)。其后的主句以非人称谓词 ἀναγκαῖον[ἐστί]开始,不定式 εἶναι 的逻辑主语承前补出 τὸν ἀριθμόν。

  2. 13.30διὰ τοῦ ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος

    介词 διά 支配中性属格单数冠词 τοῦ,该冠词将引自亚里士多德本文的整个属格独立结构短语(ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος)名词化(用于名物化引语的冠词用法)。紧接在后的“διὰ δὲ τοῦ ὡδὶ δὲ...”也是相同的结构。

  3. 13.30ταὐτὸν δὲ εἰπεῖν

    不定式 εἰπεῖν 带有宾格宾语 ταὐτόν,以绝对和插入的方式使用,构成限定性副词短语,意为“也就是说”或“换言之”,将前面的“要么是偶数要么是奇数”改述为“有限的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:768.35-770.10