← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§76.6-77.22

对理念论者引入形式倍增实体的批判

注解者阐释了亚里士多德在990a34处对理念论者的批判:理念论者在寻求感性实体的原因时添加了同等数量的形式,宛如为了计数而多此一举增加被计数之物的人;并详细探讨了“同数”、“同名”(作为同义)以及“几乎”的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75#1

" Οἱ δὲ τὰς ἰδέας αἰτίας τιθέμενοι πρῶτον μὲν ζητοῦντες τῶνδὶ τῶν ὄντων λαβεῖν τὰς αἰτίας." Αἰτιᾶται τῶν τὰς ἰδέας αἰτίας θεμένων πρῶτον μὲν ὅτι ζητοῦντες τῶν φύσει συνεστώτων τὰς αἰτίας (τοῦτο γὰρ αὐτῷ δύναται δὴ τὸ τωνδὶ τῶν ὄντων) ἄλλας ἰσαρίθμους τούτοις οὐσίας προσέθεσαν ὡς ἐσομένων μᾶλλον γνωρίμων τῶν πραγμάτων, εἰ πλείω τὰ αὐτὰ γένοιτο1 οὐδενὶ γὰρ ἢ τῷ ἀιδίῳ διαφερούσας τὰς ἰδέας τῶν πρὸς αὐτὰς ὄντων ἐποίουν, ὥστε ἐπεὶ ταῦτα ἄγνωστα, ὁμοίως ἂν κἀκεῖναι τούτοις, ὧν εἶναί φασιν αὐτὰς παραδείγματα, εἶεν ἂν ἄγνωστοι.2 ἰσάριθμα οὖν ἄλλα θέμενοι καὶ ὅμοια τούτοις ὧν ἐζήτουν τὴν γνῶσίν τε καὶ ἐπιστήμην, διὰ τούτων ᾤοντο κἀκεῖνα καταλαμβάνειν δύνασθαι ἃ ἐζήτουν, ὡς ὀλίγον προελθὼν δείξει. ἢ ὃ αἰτιᾶται ἔστι † τῶν τὰ αἴτιά τε καὶ ἐπιστήμη καὶ διὰ τοῦτο ἐζήτουν αὐτῶν τὰ αἴτια ᾤοντο γὰρ τὰς αἰτίας ταύτας τούτων ἀποδιδόναι, ὅμοιόν τι ποιοῦντες τοῖς ἀριθμῆσαί τι βουλομένοις πλῆθος, εἶθ’ ὡς μὴ δυναμένων ἐκείνων, εἰ εἴη τοσαῦτα, ἀριθμηθῆναι, ἄλλο αὐτοῖς ἰσάριθμον πλῆθος προστιθεῖσι, κἄπειθ’ οὕτως ἀριθμοῦσιν. εἴη δ’ ἂν μάλιστα τὸ ἀπορούμενον ἰσχὺν ἔχον οὐ κατὰ τὸ ἰσάριθμον τοῖς ζητουμένοις αὐτοὺς τὸ πλῆθος τίθεσθαι, ἀλλὰ κατὰ τὸ ὅμοια καὶ διὰ τοῦτο ὁμοίως ἄγνωστα. ὅτι γὰρ μηδὲν διαφέρει τὰ εἴδη τῶν πρὸς αὐτὰ τὸ εἶναι ἐχόντων κατ’ αὐτούς, ἢ μόνῳ τῷ ἀιδίῳ, ἐρεῖ τὸ δὲ εἶναι ὁμοίως ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ παραθέσεως ἐνεδείξατο. ὅτι δὲ μὴ αἴτια ἃ προσέθεσαν τούτοις περὶ ὧν ἐζήτουν, ὀλίγον προελθὼν δείξει. ἢ ὃ αἰτιᾶται ἔστιν ὅτι προσθέντες ἰσάριθμα σχεδὸν τοῖς περὶ ὧν ἐζήτουν, οὕτως ἁπάντων ἐζήτουν καὶ ἀπεδίδοσαν τὰς αἰτίας τῶν τε πρώτων καὶ τῶν προστεθέντων· τούτῳ γὰρ ὅμοιον καὶ τὸ τοῦ ἀριθμοῦ παράδειγμα. σχεδὸν δὲ εἶπεν οὐκ ἐλάττω εἶναι τὰ εἴδη τούτοις, οὐ τοῖς καθ’ ἕκαστα καὶ ἀτόμοις λέγων, ἀλλὰ τοῖς ἐπ’ αὐτοῖς εἴδεσιν. οὐδὲ γὰρ Σωκράτους καὶ Πλάτωνος ἐζήτουν τὰς αἰτίας, ἀλλ’ ἀνθρώπου καὶ ἵππου. τούτοις γὰρ σχεδὸν ἰσάριθμα τὰ εἴδη κατ’ αὐτούς. τὸ σχεδὸν δὲ προσέθηκεν ἴσως, ἐπεὶ μὴ πάντων τῶν κοινῶν ἰδέας ἐτίθεντο· οὐδὲ γὰρ τῶν ἐπὶ τοῖς τεχνητοῖς, οὔτε τῶν ἐπὶ τοῖς κακοῖς, εἰ καὶ εἵπετο αὐτοῖς καὶ τούτων εἶναι λέγειν ἰδέας, δι’ ὧν περὶ αὐτῶν λέγουσιν, ὡς ἐρεῖ μετ’ ὀλίγον. τοῦ δὲ μὴ ἐλάττους εἶναι τὰς ἰδέας τούτων ὧν ζητοῦντες τὰς αἰτίας ἐπ’ ἐκείνας προῆλθον, δεικτικὸν παρέθετο καθ’ ἕκαστον γὰρ ὁμώνυμόν τί ἐστιν, ὁμώνυμον μὲν λέγων τὸ συνώνυμον,3 ἐπεὶ καὶ Πλάτων οὕτως αὐτὰς εἶπε. δείκνυσι δὲ διὰ τοῦ ἑκάστου τῶν ζητουμένων αὐτοὺς συνώνυμόν τι εἶδος θέσθαι τὸ ἰσάριθμα τὰ εἴδη αὐτοὺς τοῖς αἰσθητοῖς λέγειν. ἢ δύναται τὸ ὁμώνυμον ὅτι, ὡς λέγουσιν, οὐδὲν ἂν συμβάλλοιτο πρὸς τὴν γνῶσιν τοῖς ἐνταῦθα. εἰπὼν δὲ καθ’ ἕκαστον γὰρ ὁμώνυμόν τί ἐστιν, πῶς καθ’ ἕκαστον, δείκνυσι. τὸ δὲ καὶ παρὰ τὰς οὐσίας τῶν τε ἄλλων ἅ ἐστιν ἓν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις ἴσον ἂν εἴη τῷ παρά τε γὰρ τὰς τῇδε οὐσίας ἔστιν ὁμώνυμα αὐτοῖς εἴδη, ὁμοίως δὲ καὶ παρὰ τὰ ἄλλα ὄντα τὰ παρὰ τὴν οὐσίαν, ἅ ἐστι τὰ ἄλλα γένη, ἐφ’ ὧν ἔστιν ἕν τι καὶ κοινὸν ἐπὶ πολλοῖς τοῖς καθ’ ἕκαστα.

“然而那些将理念设定为原因的人,首先,在寻求把握这些存在物的原因时,”他首先指责那些将理念设定为原因的人,因为他们在寻求自然构成之物的原因时(因为对他来说“这些存在物的”确实可以指这个意思),添加了与这些事物数量相等的另一些实体,仿佛如果同一事物变得更多,事物就会更容易被认识一样——因为他们认为理念除了永恒之外,在任何方面都不不同于与它们相关的存在物,以至于既然这些事物是不可认识的,那么那些〔理念〕也将与他们称它们为其范型的这些事物同样不可认识。因此,他们设定了与他们寻求其认识与科学知识的事物数量相等且相似的另一些事物,并以为通过这些事物也能把握他们所寻求的那些事物,正如他在稍作推进后将指出的那样。或者说,他所指责的是:他们正是为了获得其原因和知识而寻求它们的原因,并以为自己正在向它们提供这些原因,但这类似于那些想要数清某一多数性的人,仿佛当那多数性达到如此之多时便无法被数清,于是向它们添加了另一数量相等的多数性,然后才以此种方式去计数。所提出的困难之所以具有说服力,主要不在于他们设定了与所寻求之物数量相等的多数性,而在于它们是相似的,并因此同样不可认识。因为按照他们的说法,形式与相对于它们而具有其存在的事物,除了仅在永恒上有所不同外别无差异,这一点他将会言明;而它们同样不可认识,则是他通过数的类比所暗示的。至于他们向所探求的这些事物所添加的东西并不是原因,他稍作推进后就会指出。或者说,他所指责的是:他们向所探求的事物添加了数量几乎相等的东西,然后就这样寻求并指明了最初的事物与被添加的事物这两者的全部原因;因为数的例子与此也是相似的。他说形式几乎不亚于这些事物[数量几乎相等],指的不是个别和不可分的个体,而是指它们之上的种。因为他们寻求的不是苏格拉底和柏拉图的原因,而是人和马的原因;因为按照他们的说法,形式在数量上与这些事物几乎相等。他加上“几乎”,或许是因为他们并没有为所有的共相设定理念;因为他们既没有为人工制品之上的东西设定理念,也没有为恶之上的东西设定理念,即使根据他们关于理念的言论,推论会迫使他们也主张这些事物存在理念,正如他不久后将指出的那样。为了证明理念不亚于他们为了寻求其原因而走向它们所针对的那些事物,他提出了“因为相应于每一事物都存在某种同名者”,他在说“同名”时指的是“同义”,因为柏拉图也是这样称呼理念的。他通过他们为所探求的每一事物都设定了某种同义的形式,表明他们主张形式与感觉事物数量相等。或者“同名者”也可以理解为,按照他们的说法,它对于这里的事物的认识毫无帮助。在说了“因为相应于每一事物都存在某种同名者”之后,他指明了何以是相应于每一事物。“而在实体之外,关于其他具有多之上有一的事物,既在这些事物之上也在永恒之物之上”这句表述,就等同于:因为不仅在当下的实体之外存在着与它们同名的形式,同样在实体之外的其他存在物——即其他范畴(诸属)——之外,在那些于众多个别事物之上有某种单一且共同者存在的事物之外,也存在着形式。

语法注3 条
  1. 1.75ὡς ἐσομένων μᾶλλον γνωρίμων τῶν πραγμάτων, εἰ πλείω τὰ αὐτὰ γένοιτο

    此处使用了“ὡς+属格绝对结构”(主语为 τῶν πραγμάτων,分词为将来时分词 ἐσομένων),用于表达施事者(理念论者)的主观意图或辩解理由。紧随其后的条件从句 εἰ πλείω τὰ αὐτὰ γένοιτο 采用不定过去时愿望语气,表示其假设内容(“若同一事物变得更多”)。

  2. 1.75ὁμοίως ἂν κἀκεῖναι τούτοις, ὧν εἶναί φασιν αὐτὰς παραδείγματα, εἶεν ἂν ἄγνωστοι

    含有小词 ἄν 重叠(置于句首附近以及愿望式动词 εἶεν 之后)的潜在假定句。主语为 κἀκεῖναι(即 καὶ ἐκεῖναι,指代理念)。τούτοις 是与副词 ὁμοίως 连用的比较与格,关系代词 ὧν 的先行词为 τούτοις,在从句中作 παραδείγματα 的属格补足语。

  3. 1.75ὁμώνυμον μὲν λέγων τὸ συνώνυμον

    动词 λέγω 带有双重宾格或表示“虽言称‘同名’实指‘同义’”的解释性分词结构。针对亚里士多德在《范畴篇》中对“同名”(ὁμώνυμον)与“同义”(συνώνυμον)所作的严格区分,注解者在此处从句法与术语上补充说明,此处的“同名”应理解为分有相同定义的“同义”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:76.6-77.22