← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§767.27-768.34

单子由大与小生成的相关疑难

针对亚里士多德《形而上学》1083b23,亚历山大考察了单子如何由大和小构成这一疑难,驳斥了单子分别来自大与小以及单子由两者等同混合而成的两种立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.29

" Ἔτι πότερον ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἰσασθέντων ἐστὶ καὶ τὰ ἑξῆς." Τὴν ἀρχικὴν δυάδα ποτὲ μὲν ἀόριστον δυάδα λέγοντες [ἐλέγξας] ποτὲ δὲ μέγα καὶ μικρόν1 (ἐν αὐτῇ γὰρ εἶναι τὸ μέγα καὶ μικρὸν ἀνευφήμουν), ἀπορεῖ λέγων ‘ἐπειδὴ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ἤτοι τοῦ μεγάλου καὶ μικροῦ αἱ μονάδες γίνονται, πότερον ἑκάστη μονὰς τῶν ἐν τῇ αὐτοτριάδι (ἐρωτάσθω γὰρ ἐπ’ αὐτῆς) ἐξ ἀμφοῖν ἐγένετο τῶν ἐν τῇ ἀορίστῳ δυάδι, λέγω δὴ τοῦ μεγάλου καὶ μικροῦ, ἢ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ.’ εἰ μὲν γὰρ δὴ οὕτω, τουτέστιν εἰ μὲν γὰρ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ πάντων ἑκάστη τῶν στοιχείων ἐστίν, ἀλλ’ ἡ μὲν ἐκ τοῦ μεγάλου ἡ δὲ ἐκ τοῦ μικροῦ· ὥστε οὔτε ἴσαι ἔσονται οὔτε συμβληταί, ἀλλὰ πρὸς τῷ διάφοροι εἶναι καὶ ἐναντιώσεις ἕξουσι πρὸς ἀλλήλας, εἴ γε αἱ μὲν μεγάλαι ἔσονται διὰ τὸ ἐκ τοῦ μεγάλου εἶναι, αἱ δὲ μικραὶ διὰ τὸ ἐκ μικροῦ. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὔτε ἀδιάφοροι αἱ μονάδες· ἐν τῇ μὲν γὰρ τὸ μέγα ἐν τῇ δὲ τὸ μικρὸν ὑπάρχει, ἐναντίον τῇ φύσει ὄν. ἀλλὰ καὶ ἐν τῇ τριάδι αὐτῇ, φησί, πῶς; μία γάρ ἐστι περιττή.2 ἐστὶ δὲ οἶμαι τὸ λεγόμενον τοιοῦτον. ἥ τε τριὰς ἐὰν τὴν πρώτην τυχὸν ἔχῃ μονάδα ἐκ τοῦ μεγάλου, τὴν δὲ δευτέραν ἐκ τοῦ μικροῦ, τὴν τρίτην (ταύτην γὰρ εἶπε περιττήν) πόθεν ἕξει; ἀπὸ τοῦ μεγάλου ἢ ἀπὸ τοῦ μικροῦ; τοῦτο ἐρωτήσας ὑπεραπολογεῖται τούτων λέγων· ἀλλ’ ὡς ἔοικε, φησί, συνεωρακότες ταύτην τὴν ἀπορίαν τὸ ἓν μέσον ποιοῦσι τοῦ τρία καὶ ἁπλῶς παντὸς ἀριθμοῦ, ἵνα ἴσαι ὦσιν αἵ τε ἐκ τοῦ μεγάλου γινόμεναι καὶ μικροῦ μονάδες· τὸ γὰρ ἕν, φασί, μέσον κείμενον τὴν ὑπερβολὴν τῆς μιᾶς μονάδος, ἣν ἔχει πρὸς τὴν λοιπήν, ἀφαιρεῖται καὶ ἐν τῇ δεούσῃ προστεθὲν ἰσάζει αὐτάς. ταῦτα δὲ ὅτι πλασματώδη καὶ ψευδῆ δῆλον. ἀλλ’ εἰ μέν, ὡς εἴρηται, αἱ μέν εἰσιν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, ταῦτα· εἰ δ’ ἑκατέρα τῶν μονάδων ἐξ ἀμφοτέρων ἐστὶν ἰσασθέντων, τουτέστιν εἰ δὲ ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἐστιν ἀλλήλοις γινομένων ἐν τῇ κράσει (κραθῆναι γὰρ ἀνάγκη τὸ μέγα καὶ τὸ μικρόν, εἰ ἐξ ἀμφοτέρων αὐτῶν εἰσὶν αἱ μονάδες), πρῶτον μὲν ἡ αὐτοδυὰς πῶς ἔσται μία καὶ ἁπλῆ φύσις ἐκ δυοῖν οὖσα τοῦ μεγάλου καὶ μικροῦ; δῆλον γὰρ ὅτι εἰ καὶ ἡνώθη τὸ μέγα καὶ τὸ μικρὸν ὕστερον ὑπὸ τοῦ ἑνὸς ἰσασθέντα, ἀλλὰ πρὸ τῆς ἑνώσεως δύο ἦν, ὥσπερ καὶ τὰ ἐν ἡμῖν στοιχεῖα πρὸ τῆς ἑνώσεως τέτταρα. ἔπειτα τί διοίσει ἡ δυὰς τῆς μονάδος; ἐπεὶ γὰρ καὶ ἐν ἑκάστῃ μονάδι δυάς ἐστιν ἰσασθεῖσα, καὶ ἡ δυὰς αὐτὸ τοῦτο δυὰς εἶναι λέγεται, τί διοίσουσιν ἀλλήλων; ἀλλὰ καὶ ὅτι, φησίν, ἡ μονὰς προτέρα τῆς δυάδος δῆλον· ἀναιρουμένης γὰρ τῆς μονάδος ἀναιρεῖται καὶ ἡ δυάς· τὸ δὲ συναναιροῦν πρότερον τοῦ συναναιρουμένου.3 ὥστε ἐὰν ἡ μονὰς προτέρα τῆς αὐτοδυάδος, ἡ δὲ αὐτοδυὰς ἰδέα, καὶ ἡ πρεσβυτέρα αὐτῆς, ἡ μονάς, ἰδέα ἐστίν. καὶ γὰρ καὶ οὗτοι τὴν αὐτοτριάδα ἰδέαν λέγοντες τὴν πρεσβυτέραν αὐτῆς, τὴν αὐτοδυάδα, ἰδέαν εἶναι οὐκ ἀποδοκιμάζουσιν, ἀλλὰ καὶ μᾶλλον οὕτως ἔχειν αὐτὴν προσκυνοῦσιν· ἐστὶν οὖν καὶ ἡ μονὰς ἰδέα. ἀλλ’ εἰ τοῦτο, ἐκ τίνος προῆλθεν; οὐ γὰρ δὴ ἐκ τῆς ἀορίστου δυάδος· ἐκείνη γὰρ δυοποιὸς οὖσα καὶ τὰ ἁπλᾶ διπλασιάζει.

“此外,每个单子是否由大和小被等同化而成,等等。” 当他们把本原性的二元有时称为不定二元[驳斥后],有时称为大和小(因为他们曾赞扬大和小存在于其中)时,他提出疑难说:“既然单子是由一和不定二元即大和小生成的,那么‘三’本身之中的每个单子(且以它为例提出问题),究竟是由不定二元中的两者即大和小生成的,还是有些来自大,有些来自小?”因为如果确实是这样,也就是说,如果有些来自大,有些来自小,那么每个单子就不是来自所有元素,而是一个来自大,另一个来自小;因此它们既不会相等,也不会是可比较的,而且除了具有差异之外,彼此之间还将具有相反性,如果确实有些因来自大而是大的,另一些因来自小而是小的。因为“单子也不是没有差异的”这句话正指明了这一点;因为在前者中存在着大,在后者中存在着小,而它们在本性上是相反的。但是,他说,“在‘三’本身之中又是如何?因为有一个是奇余的。”而我认为所说的意思是这样的:如果三碰巧第一个单子来自大,第二个来自小,那么第三个(因为他称这个为“奇余的”)它将从何处得来呢?是来自大还是来自小?在提出这个问题之后,他为他们辩护说:但是看来,他说,他们看出了这个疑难,因而把一作为三以及完全作为每一个数的中项,以便使来自大和来自小的单子彼此相等;因为他们说,一作为中项置于其中,削去了那一个单子相对于其余单子所具有的超出部分,并添加到不足的单子中,使它们相等。而这些说法是虚构和虚假的,这是显然的。但是,一方面,如果正如所说,有些来自大,有些来自小,就会有这些结论;另一方面,如果单子中的每一个都是由两者被等同化而成的,也就是说,如果每个单子是在混合中由大和小彼此[等同化]而成的(因为如果单子是由它们两者构成的,大和小就必然混合),首先,“二”本身作为由大和小两者构成的,如何能是单一且单纯的本性?因为显然,即使大和小后来被一等同化而统一起来,但在统一之前它们是二,正如我们之中的元素在统一之前是四一样。其次,二元与单子有何不同?因为既然在每个单子中也有一个被等同化的二元,而二元也被称为正是这个,即二元,它们彼此之间有何不同呢?此外,他说,单子先于二元也是显然的;因为单子被消除,二元也就随之被消除;而共毁者先于被共毁者。因此,如果单子先于“二”本身,而“二”本身是一个理念,那么比它更古老的单子也是一个理念。因为这些人既然称“三”本身为理念,就绝不否认比它更古老的“二”本身是一个理念,反而更尊崇它是如此的;所以单子也是一个理念。但如果是这样,它来自何处呢?断不会来自不定二元;因为它是造二者,连单纯之物都会加以倍增。

语法注3 条
  1. 13.29Τὴν ἀρχικὴν δυάδα ποτὲ μὲν ἀόριστον δυάδα λέγοντες [ἐλέγξας] ποτὲ δὲ μέγα καὶ μικρόν

    句首结构。分词 λέγοντες(主格复数)指柏拉图学派的人,而主句动词 ἀπορεῖ 是第三人称单数,以亚里士多德为主语,从而构成了破格句(anacoluthon)。手稿传统中带方括号的 [ἐλέγξας] 被视为后世抄写员试图使分词与亚里士多德(单数)取得一致的校改痕迹。

  2. 13.29μία γάρ ἐστι περιττή

    形容词 περιττή 的含义。在算术语境中它表示“奇数的”,但在此处,它兼指在构成“三”本身的三个单子中,在一对分别来自大和小的单子配对之后“多余出一个/剩余的一个”。

  3. 13.29τὸ δὲ συναναιροῦν πρότερον τοῦ συναναιρουμένου

    本体优先性的定义性命题。两者皆为中性分词的名词化用法:τὸ συναναιροῦν(在自身被消除时连带消除他物者,即“共毁者”)为主语,τοῦ συναναιρουμένου(随他物被消除而一同被消除者,即“被共毁者”)作比较属格修饰 πρότερον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:767.27-768.34