- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:766.1-767.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德对将形式之数与数学之数合二为一的第三种立场(斯珀西波与色诺克拉底)的批判——因其兼具两派之失而最为劣陋,并继而阐释了对毕达哥拉斯学派将可感物体由数与单子构造而产生大小之荒谬性的驳斥。
" Φανερὸν δ’ ἐκ τούτων καὶ ὅτι χείριστα λέγεται ὁ τρίτος τρόπος τὸ εἶναι τὸν αὐτὸν ἀριθμὸν τὸν τῶν εἰδῶν καὶ τὸν μαθηματικόν." Τῶν περὶ ἀριθμοὺς εἰπόντων οἱ μὲν δύο ἐποίουν αὐτοὺς καὶ διέκρινον, ὥσπερ ὁ Πλάτων (σαφῶς γὰρ οὗτος τὸν μαθηματικὸν ἕτερον εἶναι λέγει τοῦ εἰδητικοῦ), οἱ δὲ ἕνα τὸν μαθηματικόν, ὥσπερ τινὲς τῶν Πυθαγορείων· οἱ δὲ ἐγίνωσκον μὲν ἀμφοτέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικόν, ἕνα δὲ ἐποίουν, ὥσπερ Σπεύσιππος καὶ Ξενοκράτης. τούτων οὕτως περὶ τοῦ ἀριθμοῦ λεγόντων χείριστόν φησιν εἶναι τὸν τρίτον τρόπον τὸν τὸν μαθηματικὸν καὶ εἰδητικὸν ἀριθμὸν συναιροῦντα καὶ ἕνα ἀποφαινόμενον τοῦ δόγματος τοῦ Πλατωνικοῦ καὶ τῆς τῶν Πυθαγορείων δόξης·1 καὶ τὴν αἰτίαν ἐπάγει λέγων ἀνάγκη γὰρ εἰς μίαν δόξαν δύο συμβαίνειν ἁμαρτίας. ὅσα γὰρ ἰδίως ἑκατέρᾳ δόξῃ,2 τῇ τε τοῦ Πλάτωνος καὶ τῇ τῶν Πυθαγορείων, ταῦτα πάντα τῇ τοῦ Ξενοκράτους καὶ Σπευσίππου ἕπεται δόξῃ· ὥστε διπλασίονά ἐστι τὰ συμβαίνοντα ἄτοπα ταύτῃ τῇ δόξῃ· ᾗ δὲ πλείονα ἐπακολουθεῖ τὰ ἄτοπα, ἐκείνη χειρίστη ἐστὶ τῆς ᾗ τὰ ἐλάττονα ἕπεται. οὔτε γὰρ μαθηματικὸν ἀριθμὸν ἐνδέχεται εἶναι τὸν τρόπον τοῦτον, καθ’ ὃν Ξενοκράτης καὶ Σπεύσιππος λέγουσιν (εἴρηται δὲ ὅτε καὶ οὗτος τοὺς τρόπους, καθ’ οὓς δυνατὸν εἶναι τὸν ἀριθμόν, ἱστόρει ἐν τῷ παρόντι βιβλίῳ, ὅπως τὰ περὶ τοὺς ἀριθμοὺς τώδε τὼ ἄνδρε ἐλεγέτην), οὔτε οὖν τὸν μαθηματικὸν ἐνδέχεται εἶναι, ἀλλ’ ἰδίας ὑποθέσεις πλασματώδεις ὑποθέμενοι μηκύνουσι τὰ περὶ τοὺς ἀριθμούς, καὶ ὅσα τοῖς ὡς εἴδη τοὺς ἀριθμοὺς λέγουσιν ἕπεται, ἀνάγκη λέγειν ὡς καὶ αὐτοῖς ἕπεται. Ὁ δὲ τῶν Πυθαγορείων, φησί, τρόπος τῇ μὲν ἐλάττους ἔχει τὰς δυσχερείας, τῇ δὲ ἰδίας. ᾗ μὲν γὰρ τοὺς ἀριθμοὺς οὐ χωρίζουσιν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς εἶναι λέγουσι, ταύτῃ ἥττονα τὰ ἑπόμενα αὐτοῖς δυσχερῆ· καθὸ δὲ φασι συγκεῖσθαι καὶ δημιουργεῖσθαι τὰ σώματα ἐξ ἀριθμῶν μαθηματικῶν, ταύτῃ πολλὰ τὰ ἑπόμενα αὐτοῖς ἀδύνατα. ἢ γὰρ ἀδιαίρετα μεγέθη εἰσὶν αἱ μονάδες, ἐξ ὧν φασι τὰ σώματα συγκεῖσθαι καὶ δημιουργεῖσθαι, ἢ αὐτὸ τοῦτο μονάδες. ἀλλὰ τὸ λέγειν ἄτομα μεγέθη ψεῦδος· πολλὰς γὰρ εὐθύνας δέδωκεν ἡ τὰ ἄτομα μεγέθη εἰσάγουσα δόξα. ἀλλὰ καὶ ἡ Ξενοκράτους ἀπόφασις ἡ τὰς ἀτόμους εἰσάγουσα γραμμὰς αὐτάρκως καὶ αὕτη τῷ Ἀριστοτέλει ἤλεγκται. κἂν δῶμεν, φησίν, εἶναι ἄτομα μεγέθη (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἴ τε ὅτι μάλιστα τοῦτον ἔχει τὸν τρόπον), ἀλλ’ οὐχ αἵ γε μονάδες μέγεθος ἕξουσι· τουτέστι καὶ εἰ σωμάτιά τινα μέγεθος μὲν ἕξει ἄτομα δὲ ἔσται, ἀλλ’ οὐχ αἵ γε μονάδες ἕξουσι μέγεθος, οὐδὲ δυνατὸν ὅλως αὐτὰς μονάδας μεμεγεθυσμένας λέγειν. εἰ οὖν ἀδύνατον τὸ μονάδας μέγεθος ἔχειν (ἀδιαίρετοι γὰρ καὶ ἀμεγέθεις εἰσίν), οὐχ οἷόν τε ἐξ ἀδιαιρέτων καὶ ἀμεγεθῶν μέγεθος εἶναι. ὅτι δὲ ὁ μαθηματικὸς ἀριθμὸς μοναδικὸς καὶ ἀσώματος καὶ ἀμεγέθης ἐστί, δέδεικται. τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἀλλὰ μὴν ὅ γε ἀριθμητικὸς ἀριθμὸς μοναδικός ἐστι, καὶ προσυπακουστέον ἐν τῷ ἀλλὰ μὴν τοῦ δέδεικται·3 τὸ δὲ ἀριθμητικὸς ἀντὶ τοῦ μαθηματικός. εἰπὼν δὲ ἀνωτέρω ὅτι τὸν ἀριθμὸν αἴτιον τῶν αἰσθητῶν φασι, πάλιν μνείαν τούτου ποιεῖται καὶ δείκνυσι τοῦτο λέγων ἐκεῖνοι δὲ τὸν ἀριθμὸν τὰ ὄντα λέγουσι. πίστις δὲ τούτου· τὰ γὰρ θεωρήματα καὶ τὰ συμβαίνοντα τοῖς ἀριθμοῖς προσάπτουσι τοῖς σώμασιν, ὡς ἐκ τῶν ἀριθμῶν ὄντων τῶν σωμάτων· ὑπολαμβάνοντες γὰρ ὅτι ἐκ τῶν ἀριθμῶν εἰσιν (ἐκ γὰρ τοῦ βωμίσκου τοῦ διακόσια δέκα τὸ ἁπλῶς σῶμα εἶναι ἔλεγον, ἐκ δὲ τοῦ ἕνδεκα τὸ πῦρ, ἐκ δὲ τοῦ τρισκαίδεκα τὸν ἀέρα καὶ ἐκ τοῦ ἐννέα τὸ ὕδωρ), ὑπολαμβάνοντες δὴ τοῦτο οὐδὲν ἔφασκον διαφέρειν τὰ τῷ βωμίσκῳ καθ’ αὑτὸ ὑπάρχοντα ἐπ’ αὐτοῦ θεωρεῖν ἢ ἐπὶ τοῦ ἐξ αὐτοῦ σώματος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ γάρ, φασί, συνέβη τῷ ἐννέα ἀριθμὸν εἶναι τετράγωνον πρῶτον μέσον ἔχοντα (τὸ δὲ μέσον ἔχοντα πρόσκειται διὰ τὴν τῆς μονάδος μεσιτείαν τὴν ἐν παντὶ περισσῷ εὑρισκομένην), εἰ δὴ ὁ ἐννέα τετράγωνός ἐστι πρῶτος ἔχων μέσον, καὶ τὸ ὕδωρ τοιοῦτόν ἐστι, καὶ μᾶλλον ἐπὶ τοῦ ὕδατος τοῦτο χρὴ θεωρεῖν ἢ ἐπὶ τοῦ ἐννέα· ὥστε δέδεικται ὅτι ἐξ ἀριθμῶν τὰ αἰσθητὰ ἐποίουν. δείξας οὖν τοῦτο, λέγω δὴ ὅτι ἐξ ἀριθμῶν τὰ αἰσθητὰ ἐποίουν, λέγει, εἰ ὄντος ἀριθμοῦ χωριστοῦ ἀνάγκη τινὰ τούτων τῶν εἰρημένων εἶναι τρόπων, κατ’ οὐδένα δὲ τούτων εἶναι δύναται, φανερὸν ὅτι οὐκ ἔστι τις φύσις ἀριθμοῦ οἵαν κατασκευάζουσιν οἱ τιθέντες αὐτὸν χωριστόν· οὔτε γὰρ ὡς εἰδητικὸς οὔτε ὡς μαθηματικὸς εἶναι δύναται.
“从这些也可以明显看出,第三种方式说得最为糟糕,即认为形式之数与数学之数是同一个数。” 在谈论数的人当中,有些人把它们确立为两种并加以区分,正如柏拉图(因为他清楚地说数学之数不同于形式之数);另一些人则把唯独数学之数确立为一种,正如某些毕达哥拉斯学派的人;还有一些人虽然认识到形式之数与数学之数二者,却把它们确立为一体,正如斯珀西波与色诺克拉底。在这些人如此谈论数的情况下,他说,把数学之数与形式之数合而为一并宣称其为同一的第三种方式,比起柏拉图的学说和毕达哥拉斯学派的见解而言是最糟糕的;他进一步说明其原因说:“因为必然是一个见解上产生两种错误。”因为凡是柏拉图的见解与毕达哥拉斯学派的见解各自所特有的[荒谬之处],这一切都会随之落在色诺克拉底和斯珀西波的见解上;因此落在这一见解上的荒谬后果是加倍的;而招致更多荒谬后果的见解,比招致较少后果的见解更为糟糕。因为数学之数不可能以色诺克拉底与斯珀西波所说的方式存在(当他在本书中考察数可能存在的各种方式时,已经谈到了这两位人物是如何谈论数的);因此数学之数不可能存在,但他们设定自己虚构的假说,冗长地论述关于数的事理,并且凡是那些把数当作形式来谈论的人所招致的后果,也必然要说同样会落在他们身上。他说,毕达哥拉斯学派的方式在一方面困难较少,但在另一方面却有其特有的困难。因为就他们不把数分离开来、而是说它们存在于可感觉事物之中而言,落在他们身上的困难较少;但就他们声称物体是由数学之数构成并形成而言,落在他们身上不可能的结论却很多。因为他们声称物体由其构成并形成的那些单子,要么是不可分的大小,要么就是单子本身。但说存在不可分的大小是虚妄的;因为引入不可分大小的见解已经受了多次审查与批判。而且,色诺克拉底引入不可分线的主张,同样已被亚里士多德充分驳斥。他说,即使我们承认存在不可分的大小(因为他通过“即使完全是这种方式”这一措辞表明了这一点),但单子绝不会具有大小;也就是说,即使某些微小物体具有大小且是不可分的,单子无论如何也不会具有大小,也根本不可能称单子本身获得了大小。因此,如果单子具有大小是不可能的(因为它们是不可分的且无大之物),那么大小由不可分且无大之物构成也是不可能的。而数学之数是单子性的、非物体的且无大的,这一点已被证明。因为“然而算术之数是单子性的”这句话指明了这一点,并且在“然而”之中必须补充领会“已被证明”;而“算术之数”则是代替“数学之数”而说的。在前面说过他们声称数是可感觉事物的始因之后,他再次提及此事并指出这一点说:“而他们声称数就是存在者。”此事的凭据是:他们把数的诸定理及其属性附加于物体,仿佛物体是由数构成的一样;因为他们假定物体是由数构成的(因为他们说纯粹的物体来自二百一十的祭坛数,火来自十一,气来自十三,水来自九),既然如此假定,他们便宣称在祭坛数自身上观察其固有的属性,与在由其构成的物体上观察,毫无区别;在其他事物上同样如此。因为他们说,如果九这个数碰巧是第一个具有中间项的平方数(加上“具有中间项”是由于在每一个奇数中都能发现单子的中介性),如果九确实是第一个具有中间项的平方数,水也是如此,并且应该更在水上观察这一点,而不是在九上;因此证明了他们是用数构成可感觉事物的。因此在证明了这一点之后——我是说他们是用数构成可感觉事物的——他说,既然在存在分离之数的前提下它必然是上述方式之一,而按照这些方式中的任何一种都是不可能存在的,那么显然并不存在像那些将其设定为分离之数的人所构建的那种数的本性;因为作为形式之数还是作为数学之数,它都是不可能存在的。
- 13.28τοῦ δόγματος τοῦ Πλατωνικοῦ καὶ τῆς τῶν Πυθαγορείων δόξης
受最高级 χείριστον 支配的比较属格,表示在三种主张中,第三种立场相比于前两种立场(柏拉图的学说与毕达哥拉斯学派的见解)而言是“最差的”。
- 13.28ὅσα γὰρ ἰδίως ἑκατέρᾳ δόξῃ
由 ὅσα 引导的关系从句中省略了谓语动词(如 συμβαίνει 或 ἕπεται),理解为“凡是各自见解所特有地伴随的[荒谬之处]”。后文的 ταῦτα πάντα 构成主句的主语,形成呼应结构。
- 13.28προσυπακουστέον ἐν τῷ ἀλλὰ μὴν τοῦ δέδεικται
动词性形容词 προσυπακουστέον(“必须补充领会”)支配带有定冠词的属格 τοῦ δέδεικται,用以指明应当补充的内容。亚历山大在此解释亚里士多德原文中的语气词短语 ἀλλὰ μήν 中暗含了“已被证明”之意。
