- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:764.33-765.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解针对亚里士多德《形而上学》1083a20,考察了否定理念而仅主张数学之数是分离实体的派别(斯派西波斯的观点)。注解者阐明了将“一”视作第一本原却否定第一“二”或第一“三”的荒谬性,并梳理了最终否定任何分离之数存在的归谬论证结构。
" Ἀλλὰ μὴν οὐδ’ ὡς ἕτεροι λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς." Ἐλέγξας τοὺς τὰς ἰδέας ἀριθμοὺς λέγοντας μέτεισι καὶ ἐπὶ τοὺς μήτε τὰς ἰδέας ἀριθμοὺς λέγοντας μήτε ὅλως ἰδέας εἶναι βουλομένους, ἀλλὰ μόνον τὸν μαθηματικὸν ἀριθμόν, ὃν καὶ οὗτοι χωριστόν φασι καὶ πρῶτον πάντων τῶν ὄντων. λέγουσι δὲ καὶ οὗτοι τοῦ μαθηματικοῦ καὶ χωριστοῦ κατ’ αὐτοὺς ἀρχὴν τὸ ἕν, οὐχὶ τὸ ἀρχικὸν ὅπερ οἱ τὰς ἰδέας εἶναι βουλόμενοι λέγουσιν, ἀλλ’ ἄλλο τι. ἡμεῖς γὰρ τὸ τυχὸν ἓν ἀρχήν φαμεν, καὶ δεύτερον τὸ ἐφεξῆς· ἐπὶ γὰρ τῆς τριάδος οὐδὲν διαφέρει τὴν πρώτην αὐτῆς μονάδα ἀρχὴν ποιῆσαι ἢ τὴν ἐσχάτην ἢ τὴν μέσην· ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλά τι ὑπετίθεντο ἀρχικὸν ἓν καὶ τοῦτο ἀρχὴν καὶ πρώτην τῶν ἄλλων ἔλεγον μονάδων. ὥστε καθὸ μὲν καὶ οὗτοι ἀρχικὸν ἓν λέγουσι, συνῳδὰ φθέγγονται τοῖς τὰς ἰδέας τιθεμένοις, καθὸ δὲ οὐ τὸ αὐτὸ ὅπερ ἐκεῖνοι ἀλλ’ ἕτερον, διαφέρουσι· καὶ οὐ μόνον κατὰ τοῦτο, ἀλλ’ ὅτι καὶ οἱ τὰς ἰδέας λέγοντες καὶ πρώτην δυάδα καὶ πρώτην τριάδα καὶ τετράδα καὶ ἑξῆς ἐδόξαζον, οὗτοι δὲ πρώτην δυάδα καὶ πρώτην τριάδα ἢ ἄλλον τινὰ ἀριθμὸν οὔ φασιν, ἀλλ’ ἓν πρῶτον καὶ μίαν ἀρχὴν τὸ πρῶτον παρ’ αὐτοῖς ἓν εἶναι ἀποφαίνονται. διὸ καὶ ἐγκαλεῖ αὐτοῖς λέγων ἄτοπον γὰρ τὸ ἓν μὲν εἶναι πρῶτον τῶν ἑνῶν, τουτέστι τῶν μονάδων (τὸ γὰρ ἑνῶν ἐκ τοῦ ἕν, ἑνός, ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ ἕνα καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν ἑνῶν εἴληπται),1 ἄτοπον μὲν οὖν, φησίν, ἓν μὲν εἶναι πρῶτον τῶν ἑνῶν, δυάδα δὲ πρώτην τῶν δυάδων καὶ τριάδα τῶν τριάδων μὴ εἶναι. τίς γὰρ ἡ αἰτία τοῦ ἓν μὲν εἶναι πρῶτον, δυάδα δὲ καὶ τριάδα καὶ ἑξῆς πρώτας μὴ εἶναι; εἰ μὲν γὰρ ὡς οὗτοι λέγουσι, φησίν, ἔχοι τὰ περὶ τοὺς ἀριθμούς, ὡς μόνον τὸν μαθηματικὸν εἶναι, οὐκ ἔσται τὸ ἓν ἀρχή. εἰ γὰρ ἔστιν ἀρχή, ἀνάγκη διαφέρειν τῶν ἄλλων μονάδων· πᾶσα γὰρ ἀρχὴ διαφέρει τῶν μετὰ τὴν ἀρχήν· εἰ δὲ ἔστιν ἕν, ἀνάγκη καὶ δυάδα εἶναι πρώτην καὶ τριάδα καὶ τοὺς ἄλλους ἀριθμούς· ὥστε εἰ ἔσται τὸ ἓν ἀρχή, καὶ ἕτερον τῶν μονάδων ἀνάγκη, καὶ μᾶλλον ἀνάγκη ὥσπερ ὁ Πλάτων ἔλεγεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι πρώτην δυάδα καὶ τριάδα καὶ ἀσυμβλήτους τὰς ἐν αὐτοῖς μονάδας πρὸς ἀλλήλας. διὰ τί γὰρ ὄντος πρώτου ἑνὸς οὐκ ἔσται καὶ πρώτη δυὰς καὶ ὅλως πᾶς ὁ εἰδητικὸς ἀριθμός;2 εἰ δὲ πάλιν θείη τις καὶ ὁμολογήσει ὡς ἀληθῆ τὰ ὑπὸ τῶν τὰς ἰδέας τιθεμένων λεγόμενα, εἴρηται καὶ δέδεικται ὅτι πολλὰ τούτοις συμβαίνει ἀδύνατα. ὥστε εἰ, εἴπερ ἔστιν ἀριθμὸς χωριστός, ἀνάγκη ἢ ὡς Πλάτων λέγει ἔχειν, ἢ ὡς οἱ τὸν μαθηματικὸν μόνον, κατ’ οὐδέτερον δὲ τρόπον εἶναι δύναται, οὐκ ἔστιν οὖν ὅλως χωριστὸς ἀριθμός. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· εἰ ὁ μαθηματικὸς μόνος ἐστὶν ἀριθμός, οὐκ ἂν εἴη τὸ ἓν ἀρχή πάντων· εἰ δέ ἐστι τὸ ἓν ἀρχή, κρατεῖ ὁ Πλάτων καὶ ἔστιν ὁ εἰδητικὸς ἀριθμός, καὶ διαφέρει ἕτερος ἑτέρου τῇ οὐσίᾳ· ἀλλὰ μὴν δέδεικται καὶ τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστιν ἀριθμὸς χωριστός.
“然而,其他人谈论数的方式同样说得并不妥当。” 在驳斥了那些称理念为数的人之后,他进而转向那些既不称理念为数、也根本不承认理念存在,而只承认数学之数的人;这些人同样声称数学之数是分离的,并且是所有存在者中最在先的。这些人同样声称,按照他们的说法作为数学的且分离的数的本原是一,但并不是主张理念存在的人所说的那种本原的一,而是某种别的东西。因为我们把偶然的一个一称为本原,把紧随其后的称为第二;在三的情形中,无论把它的第一个单子作为本原,还是把最后一个或中间的一个作为本原,都没有任何差别;但那些人却不这样认为,而是设定了某种本原的一,并称其为本原,且在其余单子中是在先的。因此,就他们同样谈及本原的一而言,他们的发声与设定理念的人是一致的;但就他们所说的并非与后者相同而是别的东西而言,他们则是相异的;不仅在这个方面,而且还在于,主张理念的人还认定了第一二、第一三、四以及后续的数,而这些人则否认第一二、第一三或任何其他的数,而是宣称存在第一的一,并且在他们那里作为第一的一是单一的本原。因此他也责难他们说,一在“诸一之中”即诸单子之中是在先的(因为“诸一的”[ἑνῶν]取自“一,一的”[ἕν, ἑνός],复数主格是“诸一”[τὰ ἕνα],复数属格是“诸一的”[τῶν ἑνῶν]),这是荒谬的;他说,因此,一在诸一之中是在先的,但在诸二之中却没有第一二,在诸三之中没有第一三,这是荒谬的。因为一是在先的、而二和三以及后续的数却不是在先的,其原因究竟是什么呢?因为他说,如果关于数的情况像这些人所说的那样,即只有数学之数存在,一就不会是本原。因为如果它是本原,就必然与其余的单子相异;因为一切本原都异于本原之后的事物;但如果存在一,就必然也存在第一二、第一三以及其余的数;因此如果一要是本原,它也必然不同于诸单子,并且更必然的是关于数的情况正如柏拉图所说的那样,存在第一二和第一三,并且其中的单子彼此之间是不可比较的。因为既然存在第一的一,为什么不会同样存在第一二以及总括而言的一切形式之数呢?但反过来,如果有人设定并承认那些主张理念的人所说的话为真,那么正如已经陈述并证明过的那样,许多不可能的结论将随之临到他们。因此,如果说既然存在分离之数,它就必然要么如柏拉图所说,要么如那些仅[承认]数学之数的人所说,但既然按照这两种方式中的任何一种都是不可能存在的,所以根本不存在分离之数。这一论证的归纳形式如下:如果只有数学之数是数,一就不会是万物的本原;但如果一是本原,柏拉图的观点就占了上风,形式之数就会存在,并且在实体上彼此相异;然而这同样被证明是不可能的;因此不存在分离之数。
- 13.27τὸ γὰρ ἑνῶν ἐκ τοῦ ἕν, ἑνός, ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ ἕνα καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν ἑνῶν εἴληπται
注解者插入的一段语法说明,阐明 ἕν 的复数变格形式:即由“一,一的”(ἕν, ἑνός)派生出复数主格 τὰ ἕνα 和复数属格 τῶν ἑνῶν。主语是指代词形的中性单数 τὸ ἑνῶν,与单数完成时被动态的谓语动词 εἴληπται 呼应,中间插入了省略系动词的变格说明分句(ἡ εὐθεῖα... καὶ ἡ γενική...)。
- 13.27ὥστε εἰ, εἴπερ ἔστιν ἀριθμὸς χωριστός, ἀνάγκη ἢ ὡς Πλάτων λέγει ἔχειν, ἢ ὡς οἱ τὸν μαθηματικὸν μόνον, κατ’ οὐδέτερον δὲ τρόπον εἶναι δύναται, οὐκ ἔστιν οὖν ὅλως χωριστὸς ἀριθμός.
由双重条件标记(εἰ 及内嵌的 εἴπερ)引导的归谬推论句法骨架。前提假设为“如果确实存在分离之数(εἴπερ ἔστιν...)”,其备选项为“要么如柏拉图所说,要么如仅承认数学之数者所说(ἢ... ἤ...)”;接着由转折分句“但按任何一种方式都不可能(κατ’ οὐδέτερον δὲ...)”作为小前提,从而导出最终结论“因此根本不存在分离之数(οὐκ ἔστιν οὖν...)”。
