← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§763.25-764.32

单子之间质的差异之不可能

亚里士多德论证了由于单子无部分且既不能从“一”也不能从“不定的二”获得质,因此单子绝不可能在质上相异,并由此得出结论:若理念是数,单子在任何可比性假说下都无法成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.26#2

οὐδὲν γάρ, φησίν, οἷόν τε ταῖς μονάσιν ὑπάρχειν πάθος ἀμερέσιν οὔσαις, ὅπερ, φημὶ δὴ τὸ τὰ ἀμερῆ μὴ ἔχειν πάθος,1 κάλλιστα ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ δέδεικται πραγματείας· ἐν γὰρ ταῖς μονάσι ποιότητα οὐχ οἷόν τε εἶναι, ἐν δὲ τοῖς ἀριθμοῖς ὑπάρχει μὲν ποιόν, ἀλλ’ ὕστερον τοῦ ποσοῦ. πρότερον γὰρ ἡ τοσήδε τῶν μονάδων συντίθεται ποσότης, καὶ οὕτως ἐπιγίνεται τὸ ποιόν, ἤτοι αὐτὸ τὸ τοῦ ἀριθμοῦ εἶδος· ὥστε ἀριθμὸς ἀριθμοῦ τῷ εἴδει καὶ τῷ ποιῷ διαφέρει, μονὰς δὲ μονάδος οὐδαμῶς. ἔτι, φησίν, οὔτε ἀπὸ τοῦ ἀρχικοῦ ἑνὸς οὔτε ἀπὸ τῆς ἀρχικῆς δυάδος (αὕτη δέ ἐστιν ἡ ἀόριστος) ταῖς μονάσι τὸ κατὰ ποιότητα διαφέρειν γένοιτο· τὸ μὲν γὰρ ἓν ἄποιον, ἡ δὲ ἅμα ποσοῦ καὶ ποιοῦ αἰτία. ἐπειδὴ γὰρ ὃ ἂν λάβοι διπλασιάζει, δῆλον ὡς καὶ ποσὸν καὶ ποιὸν περιτίθησι τῷ ἐκ τῆς διπλασιάσεως ἀποτελεσθέντι· αἱ δὲ μονάδες ἄποσοι. ὥστε εἰ ἡ μονὰς ἄποσος, ἡ δὲ ἀόριστος δυὰς τῷ ἐξ αὐτῆς ἅμα τῷ ποιῷ καὶ τὸ ποσὸν περιτίθησιν, οὐκ ἂν σχοῖεν ἐκ τῆς ἀρχικῆς δυάδος τὸ ποιόν·2 εἴρηται δὲ ὅτι οὐδὲ ἐκ τοῦ ἑνός. ἄποιον ἄρα ὅλως αἱ μονάδες. ὅτι δὲ ἡ δυὰς τῷ διπλασιασθέντι σὺν τῷ ποσῷ καὶ ποιὸν περιτίθησι καὶ ἔμπαλιν σὺν τῷ ποιῷ καὶ ποσόν, δῆλον. διπλασιάσασα γὰρ τὴν αὐτοδυάδα πεποίηκε τὴν αὐτοτετράδα, ἡ δὲ τετρὰς καὶ ποσότης τις καὶ ποιότης καὶ εἶδος ἕτερον τῆς δυάδος· τὴν δὲ τετράδα διπλασιάσασα πεποίηκε τὴν ὀκτάδα, ποσὸν ἅμα καὶ ποιὸν ἕτερον ὂν τοῦ τῆς τετράδος ποιοῦ καὶ ποσοῦ· ὥστε τοῖς μὲν ἀριθμοῖς τὸ ποιὸν καὶ τὸ τοιονδὶ εἶδος ἡ ἀόριστος ἐπιτίθησι δυάς, ταῖς δὲ μονάσιν οὐδαμῶς. εἰ γάρ, φησί, μὴ σὺν τῷ ποσῷ καὶ ποιότητα καὶ εἶδος ἐπετίθει, οὐκ ἂν ἦσαν πολλὰ τὰ ὄντα. τὰ γὰρ πράγματα κατὰ τὸ εἶδος ἔχει τὴν διαφορὰν ἀλλ’ οὐ κατὰ τὴν ὕλην· ὥστε εἰ μὴ τὸ τῆς τετράδος εἶδος καὶ ἡ τοιαδὶ ποιότης ἕτερα ἦν τοῦ τῆς πεντάδος εἴδους καὶ ποιότητος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἡ αὐτὴ ἂν ἦν ἡ τετρὰς τῇ πεντάδι καὶ αἱ ἄλλαι ὁμοίως καὶ οὐκ ἂν εἶεν πολλὰ τὰ ὄντα. ὄντα δὲ εἶπε τὰς ἰδέας· ὄντα γὰρ κυρίως τὰς ἰδέας εἶναι ἔλεγον οἱ τῶν ἰδεῶν προστάται· τὰ γὰρ ἐνταῦθα ὁμωνύμως ὄντα καὶ κατὰ συμβεβηκὸς ὄντα καλέσειεν ἄν τις, φασίν. ταῦτα εἰπὼν ἐπιφέρει εἰ δὲ ἄλλως πως ἔχει τὰ περὶ τὰς μονάδας καὶ μὴ ὡς ἡμεῖς φαμεν (λέγομεν δ’ αὐτὰς ἀδιαφόρους), λεκτέον ἐν ἀρχῇ καὶ πρώτως καὶ μάλιστα τοῦτο. καὶ σαφηνίζων τί ποτέ ἐστιν ὅπερ εἰπεῖν αὐτοὺς ἀπαιτεῖ, ἐπάγει καὶ διοριστέον περὶ τῆς τῶν μονάδων διαφορᾶς τίς ἐστιν αὕτη· εἰ γὰρ ἡμεῖς ἀδιαφόρους λέγοντες αὐτὰς ἄλλως ἔχειν αὐτὰς λέγει τις,3 δῆλον ὡς διαφόρους ἐρεῖ. ῥητέον οὖν αὐτῷ τίς ἡ τῶν μονάδων διαφορὰ καὶ οὐχ ἁπλῶς οὕτως καὶ ἀναιτίως βοάτω ὡς διαφέρουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν αὐτὰς ἀνάγκη διαφέρειν, λεγέτω· εἰ δὲ μὴ τὴν αἰτίαν τῆς διαφορᾶς εἰπεῖν δύνανται, ἁπλῶς καὶ ἀναιτίως εἰπάτωσαν τίνα λέγουσιν εἶναι τὴν τῶν μονάδων διαφοράν. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν, εἴπερ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι οὔτε συμβλητὰς πάσας ἐνδέχεται τὰς μονάδας εἶναι, οὔτε πάσας ἀσυμβλήτους, οὔτε τὰς μὲν συμβλητὰς τὰς δ’ ἀσυμβλήτους, φανερόν.

因为他说,对作为无部分者的单子而言,不可能具有任何状态或性质——无部分者不具有状态或性质这一事实,正如我所说,已经在《论天》第三卷中得到了极好的证明——;因为在单子中不可能存在质,而在数中固然存在质,但却后于量。因为首先是单子的如此之大的量被组合起来,随后质、即数本身的形式才由此产生;因此数与数在形式和质上相异,但单子与单子则决不相异。此外他说,无论从本原的一还是从本原的二(这便是那不定的[二])出发,单子都不可能产生按照质的相异;因为一没有质,而[二]则是量与质的同时的原因。因为既然它把无论所取得的东西翻倍,显而易见它就给由翻倍所生成的事物赋予了量与质二者;而单子是没有量的。因此,如果单子没有量,而不定的二又给由它产生的事物赋予质的同时也赋予了量,那么[诸单子]就不可能从本原的二获得质;并且已经说过,[它们]也不能从一获得。所以单子在总体上是没有质的。而二给被翻倍之物在赋予量的同时也赋予质,反过来在赋予质的同时也赋予量,这是显而易见的。因为在使二本身翻倍之后,[二]生成了四本身,而四既是某种量,也是一种质以及不同于二的形式;在使四翻倍之后,[二]生成了八,它是同时作为量和质的、不同于四的质和量的东西;因此,不定的二把质和如此这般的形式赋予了诸数,但决不赋予单子。他说,因为如果它不在赋予量的同时也赋予质和形式,存在者就不会是多数的了。因为事物是按照形式具有差异的,而不是按照质料;因此,如果四的形式和如此这般的质并非不同于五的形式与质,而在其余的数上也同样如此的话,四就会与五相同,其余的数也同样如此,存在者也就不可能是多数的了。而他说“存在者”,指的是理念;因为理念的主张者们说理念才是本真意义上的存在者;他们说,因为这里的各事物人们只能在同名异义的意义上以及偶性的意义上称之为存在者。说了这些之后,他接着提出:“但如果关于单子的情况是另外某种样子,而不是像我们所说的那样(我们说它们是无差别的),那么在开头、在最首要和最根本的意义上就必须说明这一点。”而在阐明他要求他们说出的究竟是什么时,他补充道:“并且必须就单子的差异界定这究竟是什么”;因为在我们说它们是无差别的情况下,如果有人说它们处于其他状态,显而易见他就会说它们是相异的。因此他必须说明单子的差异是什么,而不应仅仅这样无端地叫嚷它们相异,而应说明它们必然相异的原因;但如果他们不能说出差异的原因,那就让他们单单且无端地说出他们所说的单子之差异究竟是什么。他以如下的话作结:“因此显然,如果理念是数,单子既不可能全部是可比较的,也不可能全部是不可比较的,也不可能一部分可比较而另一部分不可比较。”

语法注3 条
  1. 13.26φημὶ δὴ τὸ τὰ ἀμερῆ μὴ ἔχειν πάθος

    注解家自身以第一人称单数(φημί)插入的说明句,通过带冠词的不定词短语“τὸ τὰ ἀμερῆ μὴ ἔχειν πάθος”(即无部分者不具有状态/偶性)同位地阐明前面的关系代词 ὅπερ 的内容。

  2. 13.26οὐκ ἂν σχοῖεν ἐκ τῆς ἀρχικῆς δυάδος τὸ ποιόν

    动词 σχοῖεν(ἔχω 的不定过去时祈愿语气主动语态第三人称复数)搭配 ἄν 构成的潜在句式(对可能性的否定)。省略的主语承接上文,为“诸单子(αἱ μονάδες)”。

  3. 13.26εἰ γὰρ ἡμεῖς ἀδιαφόρους λέγοντες αὐτὰς ἄλλως ἔχειν αὐτὰς λέγει τις

    该条件从句的骨干结构为“εἰ λέγει τις αὐτὰς ἄλλως ἔχειν”(如果有人说它们处于不同状态),其中插入了对比性分词短语“ἡμεῖς ἀδιαφόρους λέγοντες αὐτάς”(在我们说它们是无差别的情况下),突出了第一人称“我们”与不定代词主语 τις 之间的观点对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:763.25-764.32