← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§762.16-763.25

按组合或分割计数的疑难与单子的量差

针对亚里士多德在1082b34中指出的柏拉图学派疑难(计数是按照组合还是分割),亚历山大解释了该疑难的浅薄以及将数实体化的可笑之处,并进一步审查形式性数的单子在量上相异的说法以指明其荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.26#1

" Ἐπεὶ τοῦτό γ’ αὐτὸ ἔχειν τινὰ φήσουσιν ἀπορίαν." Τοῦτο ἴσον ἐστὶ τῷ εἰώθασιν ἀπορεῖν πρὸς ἑαυτοὺς οἱ διαφόρους τὰς μονάδας λέγοντες· τὸ δ’ ἀπορούμενον τοιοῦτον, πότερον ἀπὸ τοῦ δύο ἐπὶ τὸν τρία δεῖ μεταβαίνειν καὶ τέσσαρα καὶ πέντε καὶ ὅλως κατὰ σύνθεσιν ἀριθμεῖν, ἢ κατὰ μερίδας, τουτέστι κατὰ διαίρεσιν ἀπὸ τῆς δεκάδος λαμβάνειν καὶ λέγειν ὅτι τόδε μὲν τὸ μέρος αὐτῆς ἐστι δύο, τόδε δὲ τρία, καὶ οὕτως ἐπὶ τῶν ἄλλων. οὐδέτερον δὲ τούτων αὐτοῖς ἤρεσκεν, ἀλλ’ εἴτε κατὰ πρόσθεσιν, φασίν, ἀριθμεῖν φήσομεν, ἔσονται αἱ μονάδες ἀδιάφοροι καὶ συμβληταί, εἴτε κατὰ διαίρεσιν, ἔσται ἡ δεκὰς ἐκ τῆς αὐτοδυάδος, αὐτοτριάδος καὶ τῶν λοιπῶν. εἰ δὴ δεῖ, φασίν, ἀμφότερα φυγεῖν τὰ ἄτοπα, θετέον οὐσιώδεις τοὺς τοιούτους ἀριθμοὺς καὶ εἰδητικούς· ἓν γὰρ ὢν ἕκαστος αὐτῶν καὶ ἄλλο οὔτε προστεθήσονται ἀλλήλοις οὔτε διαίρεσιν ὑποστήσονται· ταῦτα γὰρ τῷ μαθηματικῷ ἁρμόζει. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ἡμεῖς δέ, φησίν, ἀμφοτέρως ποιοῦμεν· ὡρισμένου γὰρ ὄντος τοῦ ἀριθμοῦ, οἷον τοῦ ὀκτὼ ἢ τοῦ ἓξ ἢ ἄλλου οὑτινοσοῦν, διαιροῦμεν αὐτοὺς εἰς τὰ οἰκεῖα μέρη· ἀορίστου δὲ προστίθεμεν ταῖς μονάσι μονάδας, ἕως ἂν καταντήσωμεν εἰς τὸν ἀριθμόν, ὃν ὁρίσαι καὶ περατῶσαι βουλόμεθα. ἀλλὰ πῶς ἀόριστον εἶπε τὸν ἀριθμόν; ἢ ἐπειδὴ καὶ ὁ δύο καὶ ὁ τρία καὶ οἱ λοιποὶ ὕλη εἰσὶ τοῦ εἴκοσιν, εἰ εἰς τοῦτον βουλόμεθα καταντῆσαι, πρὸς τὸ τοῦ εἴκοσιν εἶδος ἀόριστοι οἱ ἐντὸς ἅπαντές εἰσι καὶ ὗλαι. διό, φησί, γελοῖον ταύτην εἰς τηλικαύτην τῆς οὐσίας ἀνάγειν διαφοράν, τουτέστι γελοῖόν ἐστιν ἐκ τῆς οὕτως ἐπιπολαίου αὐτῶν ἀπορίας ἕκαστον τῶν ἀριθμῶν ποιεῖν ἰδέαν καὶ οὐσίαν καθ’ αὑτήν. Τοῦτο εἰπὼν ἐπάγει ‘πρὸ πάντων δὲ τῶν ῥηθησομένων καλῶς ἔχει διαπορῆσαι καὶ ζητῆσαι, εἰ αἱ μονάδες διάφοροί εἰσι κατ’ αὐτοὺς τῶν εἰδητικῶν ἀριθμῶν, πότερον τῷ ποσῷ διαφέρουσιν ὥστε τὴν μὲν τούτων εἶναι μείζονα τὴν δὲ ἐλάττονα, ἢ τῷ ποιῷ’. καὶ δείκνυσιν ὅτι κατ’ οὐδέτερον τούτων ἐνδεχόμενόν ἐστι λέγειν τὰς μονάδας διαφέρειν· οὐδέτερον γάρ, φησί, τούτων ἐνδεχόμενον ὑπάρχειν φαίνεται ταῖς μονάσιν ἢ τοῖς ἀριθμοῖς.1 ἀλλ’ ὁ μὲν ἀριθμὸς καθὸ ἀριθμὸς τοιοσδί, οἷον μείζων ἢ ἐλάττων, διαφέρει κατὰ τὸ ποσόν· εἰ δὲ καὶ αἱ μονάδες κατὰ τὸ ποσὸν διαφέρουσι, καὶ ἀριθμὸς ἀριθμοῦ διαφέροι ἂν ὁ ἴσος τοῦ ἴσου τῷ πλήθει, τουτέστι τῷ μεγέθει τῶν μονάδων. ἀντὶ γὰρ τοῦ εἰπεῖν τῷ μεγέθει εἶπε τῷ πλήθει·2 εἰ γὰρ κατὰ τὸ πλῆθος διέφερον, πῶς ἂν ἴσοι ἦσαν; ὥστε τῷ πλήθει ἀντὶ τοῦ μεγέθους ἐχρήσατο. ἀλλ’ εἰ τοῦτο, ἔστωσαν δύο τετράδες· πότερον αἱ τῆς πρώτης τετράδος πρῶται δύο μονάδες εἰσὶ μείζους καὶ αἱ δεύτεραι ἐλάττους καὶ τῆς δευτέρας τετράδος ὁμοίως, ἢ ἀνάπαλιν, ἢ ἄλλως πως; καὶ πότερον ἅμα τῷ γενέσθαι σμικρόταταί εἰσιν, ὕστερον δὲ αὔξονται καὶ εἰς μείζονα ὄγκον καὶ μέγεθος ἐπιδιδόασιν, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ πᾶν τὸ αὐξόμενον, ἢ τοὐναντίον πρότερον μέν εἰσι μεγάλαι ὕστερον δὲ μειοῦνται καὶ σμικρύνονται; ταῦτα δὴ πάντα ἄλογα καὶ ἀδύνατά ἐστι· τὰ γὰρ αὐξανόμενα τρέφεται, αἱ δὲ μονάδες εἰ τρέφεσθαι λέγονται, τίς οὐκ ἂν γελάσοι; οὕτω μὲν οὖν δείξας τὸ ἀδύνατον τῆς κατὰ τὸ ποσὸν διαφέρειν τὰς μονάδας λεγούσης ὑποθέσεως εὐθύνει καὶ τὴν τῇ ποιότητι τὸ διάφορον αὐταῖς ἀπορρίπτουσαν.

“因为他们会说,恰恰这件事本身就包含着某种困难。” 这等同于“那些主张单子是相异的人习惯于向自己提出疑难”;而所疑难的问题是这样的:究竟是应当从二过渡到三、四、五,并在总体上按照组合来计数,还是应当按部分、即按从十出发的分割来取,并说它的这一部分是二,那一部分是三,对其他数也是如此。但这二者他们都不满意;相反,他们说,如果我们说按照相加来计数,单子就将是无差别的且可比较的;而如果按照分割,十就将由自身即二、自身即三以及其余者构成了。他们说,因此如果必须避开这两种荒谬,就必须设定这样的数是实体性的和形式性的;因为既然它们中的每一个都是单一且有别的,它们既不会相互相加,也不会遭受分割;因为这些属于数学之[数]。他们固然是这样主张的,但他说,我们则是以两种方式行事的;因为当数是确定的时,例如八或六或任何其他数,我们便将它们分割为各自固有的部分;而当数是不确定的时,我们就向单子添加单子,直到我们达到我们想要确定和界定的那个数为止。但他怎么会把数说成是不确定的呢?难道不是因为,如果我们想要达到二十,那么二、三以及其余的数就都是二十的质料,以至于相对于二十的形式而言,内部的所有数都是不确定的并且是质料吗? 因此他说,把这归结为实体的如此巨大的差异是可笑的,也就是说,根据他们这样浅薄的疑难把诸数的每一个都构想为理念和自身即是的实体,是可笑的。 说了这些之后,他接着提出:“在将要言说的一切之前,最好彻底探究并考察:如果根据他们的看法形式性诸数的单子是相异的,它们究竟是在量上相异——以至于其中的一个较大而另一个较小,还是在质上相异。”并且他表明,按照这两种方式的任何一种,都不能说单子是相异的;因为他说,这两者中的任何一个似乎都不可能属于单子或属于数。数就其作为如此这般的数(例如较大或较小)而言,在量上相异;但如果单子也在量上相异,那么相等的数也会在“多少”上、即在单子的大小上与相等的数相异了。因为他没有说“在大小上”,而是说了“在多少上”;因为如果它们在多少上相异,它们又怎么会是相等的呢?因此他是用“多少”代替了“大小”。但如果是这样,假定有两个四;究竟是第一个四的前两个单子较大而第二组较小,且第二个四也类似,还是反过来,抑或以其他某种方式?它们是一生成就极其微小,之后逐渐生长并发展为更大的体积和大小,就像动物、植物和一切生长的东西那样,还是相反,最初很大而之后衰减并变小?这一切诚然都是不合理的且不可能的;因为凡生长的东西都会受到滋养,但如果说单子受到滋养,谁会不发笑呢?因此,在他这样指明了主张单子在量上相异这一假说的不可能性之后,他也驳斥了将差异归属于单子之质的假说。

语法注2 条
  1. 13.26οὐδέτερον γάρ, φησί, τούτων ἐνδεχόμενον ὑπάρχειν φαίνεται ταῖς μονάσιν ἢ τοῖς ἀριθμοῖς

    主动词 φαίνεται 带有分词补足语 ἐνδεχόμενον(“显得可能”),进而支配不定式 ὑπάρχειν,其归属对象由与格 ταῖς μονάσιν ἢ τοῖς ἀριθμοῖς(“属于诸单子或属于诸数”)标明。主语 οὐδέτερον τούτων(“这两者中的任何一个”)指代前文刚提出的两个选项:在量上相异以及在质上相异。

  2. 13.26ἀντὶ γὰρ τοῦ εἰπεῖν τῷ μεγέθει εἶπε τῷ πλήθει

    介词短语 ἀντὶ τοῦ εἰπεῖν(“代替说……”)支配带冠词不定式,其内部引用的与格名词 τῷ μεγέθει(“在大小上”)与主句谓语及与格短语 εἶπε τῷ πλήθει(“他说了‘在多少上’”)形成对置。亚历山大指出,亚里士多德在讨论相等诸数之差异的语境中使用 πλῆθος 一词,并非指通常的“(单子的)数量”,而是借代指“单子本身的大小(μέγεθος)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:762.16-763.25