- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:761.23-762.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了柏拉图学派为了避免诸理念成为其他理念之部分这一荒谬后果(若单子无差别便会发生),而引入单子相异性的原委,并论证这导致了否定通过相加生成数以及颠覆通常的算术定理。
ἕκαστον γὰρ εἶδος ἕν ἐστι κατ’ αὐτοὺς καὶ ἁπλοῦν· εἰ δ’ ἦσαν αἱ μονάδες ἀδιάφοροι, τῆς αὐτῆς ἐννοίας καὶ ἀκολουθίας καὶ τοῦ αὐτοῦ λόγου εἶναι καὶ τὰς δυάδας καὶ τὰς τριάδας ἀδιαφόρους·1 ὥστε εἰ ἦν ὁ αὐτοάνθρωπος ἡ αὐτοτετράς, ὁ δὲ αὐτοΐππος ἡ αὐτοδυάς, καὶ ἀδιάφορος ἡ τοῦ ἵππου δυὰς πρὸς τὴν τοῦ ἀνθρώπου, συνέβαινεν εἶναι τὸν αὐτοάνθρωπον ἐξ ἵππου καὶ ἀνθρώπου· καὶ πάντα τὰ ἐντὸς τῆς αὐτοδεκάδος εἴδη, ἥ τε αὐτοδυὰς καὶ ἡ αὐτοτριὰς καὶ τὰ λοιπά, ὑπάρχειν μέρη τῆς αὐτοδεκάδος· ὥστε εἰ ἦν ἡ αὐτοδεκὰς ὁ αὐτοελέφας, ἦν ἂν ὁ αὐτοελέφας ἐξ ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν. τοσοῦτον δὲ ἑτεροιοῦσι τὰς μονάδας καὶ διαφόρους ποιοῦσιν, ὥστε οὐδὲ προστιθέντες τῇ δυάδι μονάδα τὴν τριάδα ποιοῦσιν καὶ ταύτῃ ἄλλην μονάδα τὴν τετράδα· τοῦτο γὰρ ἄν, φασίν, ἐγίνετο, εἰ ἀδιάφοροι ἦσαν αἱ μονάδες καὶ συμβληταί. οὐ κατὰ πρόσθεσιν οὖν τὸ μέτρον ποιοῦνται, ἀλλὰ χωρίζουσιν ἕκαστον τῶν ἀριθμῶν καὶ μετὰ τὸ ἓν ὡς ἀπ’ ἄλλης ἀρχῆς μεταβαίνουσιν ἐπὶ τὰ δύο μὴ προστιθέντες τῷ προτέρῳ ἑνὶ ἄλλο ἕν. οὐ γὰρ ἡ γένεσις τῶν ἀριθμῶν ἐκ τῆς ἀορίστου δυάδος ἦν, εἰ τῷ ἑνὶ προστεθὲν ἄλλο ἓν ὁ δύο ἐγένετο καὶ τούτῳ ἄλλο ἓν ὁ τρία καὶ ἐφεξῆς. ἀλλὰ μὴν οὐδὲ ἰδέαν ἐνδέχεται εἶναι· ἐνυπάρξει γὰρ ἡ ἑτέρα ἰδέα οἷον ἡ αὐτοδυὰς ἐν τῇ ἑτέρᾳ ἰδέᾳ τῇ αὐτοτριάδι, εἴπερ οἱ ἀριθμοὶ ἀδιάφοροι ὄντες κατὰ πρόσθεσιν μετρούμενοι εἰδητικοί εἰσιν. εἰ οὖν οἱ ἀριθμοὶ ἰδέαι, αἱ δὲ ἰδέαι οὐ περιέχονται ὑπ’ ἄλλων ἰδεῶν ὥστε μέρος εἶναι τῶν περιεχουσῶν, οὐδ’ ἂν οἱ ἀριθμοὶ μέρη εἶεν ἄλλων ἀριθμῶν. ὑπάρξει δὲ αὐτοῖς τὸ μὴ μέρη εἶναι ἄλλων ἀριθμῶν, εἰ διάφοροί εἰσιν αἱ ἐν αὐτοῖς μονάδες. ταῦτα οὖν, φησίν, εἰ καὶ σώζει τὴν αὐτῶν ὑπόθεσιν, ἀλλ’ ἀνατρέπει πολλὰ τῶν ἀριθμητικῶν θεωρημάτων· οὔτε γὰρ σωρεία ἔσται κατὰ τοῦτο τῶν τυχουσῶν μονάδων ὁ ἀριθμός, οὔτε οὖν διαιρεθήσεται εἰς τὰς τυχούσας, οὔτε πρὸς ἀλλήλας λόγον ἕξουσι τὸν ἡμιόλιον τὸν ἐπίτριτον ἢ ἄλλον τινά. ἀλλὰ πρὸς μὲν τὴν ἑαυτῶν ὑπόθεσιν ὀρθῶς λέγουσιν, ἁπλῶς δὲ οὐκ ὀρθῶς. τὸ δὲ διὸ καὶ τὸ ἀριθμεῖσθαι οὕτως ὑπερβατῶς ἀναγνωστέον ὧδε·2 διὸ καὶ τὸ ἀριθμεῖσθαι ἀναγκαῖον αὐτοῖς οὕτω λέγειν ἓν δύο, μὴ προσλαμβανομένου πρὸς τῷ ὑπάρχοντι ἑνὶ ἢ ἀριθμῷ ἄλλου ἑνός· καὶ γὰρ καὶ τοῦτο δεῖ προσυπακούειν.
因为根据他们的说法,每一个形式都是单一且单纯的;但如果单子是无差别的,那么诸二和诸三也是无差别的,这属于同一种观念、后承和同一条理路;以至于如果自身即人是自身即四,自身即马是自身即二,且马之二对于人之二也是无差别的,那么其结果就是自身即人由马和人构成;并且自身即十之内的所有形式,即自身即二、自身即三以及其余的,都作为自身即十的部分而存在;以至于如果自身即十是自身即象,自身即象就会由马、人以及其余事物构成了。 他们把诸单子变质并使之相异到了如此程度,以至于他们绝不通过向二添加一个单子来构成三,也不通过向此[三]添加另一个单子来构成四;因为他们说,如果单子是无差别的且可比较的,这种情况就会发生。 因此,他们不是通过相加来确立量度,而是将诸数的每一个分离,并且在“一”之后犹如从另一始原出发那样过渡到“二”,而不把另一个“一”加到先前的一之上。因为如果通过把另一个一加到一上而生成了二,并且通过把另一个一加到此[二]上而生成了三,以此类推,那么诸数的生成就不是出于不定之二了。 然而,甚至也不可能存在理念;因为如果无差别且通过相加而被度量的诸数是形式性的,那么一个理念(例如自身即二)就将内在存在于另一理念(即自身即三)之中。 因此,如果诸数是理念,而诸理念又不被其他理念所包含以致成为包含者的部分,那么诸数也就不会是其他诸数的部分了。如果诸数之中的诸单子是相异的,那么“不是其他诸数的部分”这一点就将属于它们。 他说,因此这些主张即使保全了他们自己的假说,却颠覆了许多算术定理;因为根据这一点,数既不是偶然单子的堆积,因此也不会被分割为偶然的单子,它们相互之间也不会具有一又二分之一比(三比二)、一又三分之一比(四比三)或任何其他比例。但相对于他们自己的假说而言,他们说得固然正确,若无条件地看,他们却说得并不正确。 至于“因此数数也如此”这一短语,应当作为倒置如此阅读:“因此对于他们而言必然要说,数数乃是如此‘一、二’,而不在现存的一或数之外再添取另一个一”;因为这一点也必须在言外补充理解。
- 13.25εἰ δ’ ἦσαν αἱ μονάδες ἀδιάφοροι, τῆς αὐτῆς ἐννοίας καὶ ἀκολουθίας καὶ τοῦ αὐτοῦ λόγου εἶναι καὶ τὰς δυάδας καὶ τὰς τριάδας ἀδιαφόρους
紧接着反事实条件的从句 εἰ δ’ ἦσαν...,主句省略了系动词,以表从属的属格(τῆς αὐτῆς ἐννοίας...)作表语,并以宾格不定词分句(εἶναι...)作主语。该不定词分句的主语为宾格 καὶ τὰς δυάδας καὶ τὰς τριάδας,表语形容词为 ἀδιαφόρους。
- 13.25τὸ δὲ διὸ καὶ τὸ ἀριθμεῖσθαι οὕτως ὑπερβατῶς ἀναγνωστέον ὧδε
针对亚里士多德文本中倒置结构(hyperbaton,“διὸ καὶ τὸ ἀριθμεῖσθαι οὕτως...”)的句法疏解。亚历山大明确了由于词序错位而难以直观把握的句法联系,并指出了需要言外补充的条件(μὴ προσλαμβανομένου...“不再添取另一者”),从而理清了阅读结构。
