← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§760.26-761.23

由相异理念单子构成之二的矛盾

亚历山大注解了亚里士多德在1082b11提出的难题:若从二自身与三自身中各取一单子构成一个二,该二便由相异单子构成,且陷入对三而言既在先又在后的矛盾。此外,若三多于二,则其中必含相等部分,从而迫使单子成为无差别的,使理念论陷入困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.25#1

" Ἔτι εἰ ἅπασα μονὰς καὶ μονὰς ἄλλη δύο." Ὃ λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ πᾶσα μονὰς μετὰ τῆς ἄλλης μονάδος δυάδα ποιεῖ, ἂν ἐκ τῆς δυάδος αὐτῆς καὶ τῆς τριάδος αὐτῆς, τουτἔστιν ἂν ἐκ τῆς αὐτοδυάδος καὶ τῆς αὐτοτριάδος ἀφέλῃ τις ἀνὰ μίαν μονάδα1 καὶ συνθεὶς ποιήσει δυάδα, πρῶτον μὲν ποιήσει δυάδα ἐκ διαφερουσῶν μονάδων· αἱ γὰρ τῆς αὐτοδυάδος μονάδες πρὸς τὰς ἐν τῇ αὐτοτριάδι διάφοροι κατ’ αὐτούς· πρῶτον μὲν οὖν ἔσται δυὰς ἐκ διαφερουσῶν μονάδων, ὅπερ οὐ βούλονται. ὅτι δὲ δύο οὐσῶν μονάδων ἀνάγκη δυάδα εἶναι, οὐ χρὴ καὶ λέγειν. ἔπειτα οὐ μόνον τοῦτο ἔσται, ἀλλὰ καὶ ἕτερον ἕψεται, ὅπερ διὰ τοῦ τέ συνδέσμου ᾐνίξατο. καὶ τί τὸ ἑπόμενον ἐπάγει λέγων καὶ πότερον προτέρα τῆς τριάδος ἢ ὑστέρα; ἤτοι ἡ ἐκ τῶν τῆς αὐτοτριάδος καὶ αὐτοδυάδος μονάδων γεγονυῖα δυὰς πότερον προτέρα ἐστὶ τῆς αὐτοτριάδος ἢ ὑστέρα; ᾗ μὲν γὰρ φύσει προτέρα ἡ δυὰς τῆς τριάδος, ταύτῃ προτέρα· ᾗ δὲ πάλιν ἐκ τῶν μονάδων τῶν ἅμα τῇ αὐτοτριάδι καὶ τῇ αὐτοδυάδι συνόντων γέγονε, ταύτῃ δὴ πάλιν ὑστέρα ἔσται τῆς αὐτοτριάδος·2 ἐκ γὰρ τοῦ μέρους αὐτῆς ἐγεγόνει. καὶ ἡμεῖς μέν, φησίν, ἂν λάβωμεν οἷον φέρε ξύλον ἓν καὶ ἕν, εἴτε ἴσα εἴτε ἄνισα ὄντα, δυάδα εἶναί φαμεν (αὐτὸς δὲ τὸ ἀγαθὸν καὶ κακὸν καὶ ἄνθρωπον καὶ ἵππον ἔλαβεν εἰς ὑπόδειγμα)· καὶ ἡμεῖς μὲν οὕτως· οὗτοι δ’ οὐδὲ τὰς μονάδας τὰς ἀμερεῖς φασι δυάδα ποιεῖν, ἀλλὰ μόνας ἃς ἡ ἀόριστος δυὰς καὶ τὸ ἀρχικὸν ἓν γεγεννήκασι. Τοῦτο εἰπὼν πάλιν ἐρωτᾷ πότερον ὁ τῆς αὐτοτριάδος ἀριθμὸς πλείων ἐστι τῆς αὐτοδυάδος ἢ οὐκ ἔστι πλείων. εἴτε γὰρ μὴ ἔστι πλείων ἡ τριὰς τῆς δυάδος, θαυμαστὸν καὶ παντελῶς ἄλογον· εἴτε ἐστὶ πλείων, δῆλον ὅτι ἐστὶν ἐν αὐτῇ καὶ ἴσον· ἀπὸ γὰρ τοῦ πλείονος δυνάμεθα τῷ ἐλάττονι ἴσον ἀφελεῖν· ὥστε ἴση ἔσται ἡ αὐτοδυὰς τῇ ἐν τῇ αὐτοτριάδι δυάδι. τὰ δὲ ἴσα δέδεικται ἀδιάφορα· ἀδιάφορος ἄρα καὶ ἡ αὐτοδυὰς πρὸς τὴν ἐν τῇ αὐτοτριάδι δυάδα· ὥστε κατὰ τοῦτο ἀνάγκη ἀδιαφόρους αὐτὰς εἶναι καὶ συμβλητάς. πάλιν δὲ οὐκ ἐνδέχεται τοιαύτας εἶναι αὐτάς, ἀλλὰ διαφόρους καὶ ἀσυμβλήτους, εἴπερ ἐστίν, ὡς αὐτοὶ βούλονται, πρῶτός τις ἀριθμὸς καὶ δεύτερος. οὐδὲ ἔσται, φησίν, ἰδέα, εἰ ἀδιάφοροι οἱ ἀριθμοί· τὴν γὰρ τῶν ἰδεῶν ὕπαρξιν κατὰ τὰς διαφορὰς τῶν ἀριθμῶν συνιστῶσι. καὶ τοῦτο μὲν ὀρθῶς καὶ ἀκολούθως ἑαυτοῖς φασιν οἱ τὸν ἀριθμὸν τῶν ἰδεῶν ἐκ διαφερουσῶν μονάδων συνεστάναι λέγοντες, ἵνα μὴ ἐκ διαφόρων ἰδεῶν τὴν ἰδέαν ποιεῖν ἀναγκασθῶσιν.

“此外,如果一切单子与另一单子构成二。” 他所说的是如此的意思。因为每一个单子与另一个单子一同构成一个二,所以如果有人从二自身和三自身中——也就是说,如果从自身即二和自身即三中各自取出一个单子,组合起来构成一个二,首先,他将由相异的单子构成一个二;因为根据他们的说法,自身即二之中的诸单子对于自身即三之中的诸单子是相异的;因此首先,将存在一个由相异的单子构成的二,而这正是他们所不希望的。至于在有两个单子存在时必然存在一个二,这甚至无需多言。其次,不仅会出现这种情况,而且还会随之产生另一个结果,这正是他通过连词“且”所暗示的。并且他引出了那随之而来的结果,说:“且它是在三之前还是在后呢?”也就是说,由自身即三和自身即二的诸单子生成的二,究竟是在自身即三之前还是在后呢?因为一方面,就二在本性上先于三而言,在这方面它是先的;但另一方面,既然它由属于自身即三和自身即二的诸单子生成,在这方面它就反过来会在自身即三之后;因为它生成于其[三的]一部分。而且他说,对于我们而言,如果我们拿取,比方说,一块木头与另一块木头,无论它们是相等的还是不等的,我们都说它们是一个二(他自己则取了善与恶、人与马作为例子);我们固然是如此,他们却声称甚至连不可分割的单子也不能构成二,而只有不定之二与始原的一所生成的单子才能构成二。在说了这话之后,他再次询问自身即三这个数是多于自身即二还是不多于。因为如果三不多于二,这是令人诧异且完全荒谬的;而如果它是多于的,显而易见在其中也存在着相等者;因为我们可以从较多者中减去与较少者相等的部分;以至于自身即二将与自身即三之中的二相等。而相等者已被证明是无差别的;因此自身即二对于自身即三之中的二也是无差别的;以至于按照这一点,它们必然是无差别的且可比较的。但另一方面,它们又不可能具有这种性质,而是必须是相异且不可比较的,如果确实如他们自己所希望的那样,存在着某种第一的数和第二的数的话。他说,如果诸数是无差别的,理念也就不会存在;因为他们乃是根据诸数的差异来确立理念的存在的。而那些主张理念之数由相异的单子构成的人,这样说倒是正确且自相一致的,以免他们被迫由相异的理念来构成理念。

语法注2 条
  1. 13.25ἀνὰ μίαν μονάδα

    介词 ἀνά 接宾格(μίαν μονάδα)表示分配用法(“各一个单子”),指分别从自身即二和自身即三中各取出一个单子。

  2. 13.25ᾗ μὲν γὰρ φύσει προτέρα ἡ δυὰς τῆς τριάδος, ταύτῃ προτέρα· ᾗ δὲ πάλιν ἐκ τῶν μονάδων τῶν ἅμα τῇ αὐτοτριάδι καὶ τῇ αὐτοδυάδι συνόντων γέγονε, ταύτῃ δὴ πάλιν ὑστέρα ἔσται τῆς αὐτοτριάδος

    在前一分句中,系动词 ἐστί 被省略(“二在本性上先于三”),由 ταύτῃ προτέρα(“在这方面是先的”)承接。与此相对的后半句(ἡ δὲ πάλιν...)指出,由于这一组合而成的二是由属于自身即三的单子(部分)生成,因而反过来必然在自身即三之后(ὑστέρα ἔσται),从而展现了相互对立的两个视角。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:760.26-761.23