- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:759.10-760.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德文本(1082b1)进行注解,批评在单子之间设定质或量的差异乃是“虚构的”,并论证单子式的数只要相等就必然是相同且无差别的。
" Ὅλως δέ, φησί, τὸ ποιεῖν τὰς μονάδας διαφόρους ὁπωσοὖν, εἴτε τῷ ποιῷ εἴτε τῷ ποσῷ, πλασματῶδες." Καὶ ὁρίζεται τὸ πλασματῶδες τί ποτέ ἐστι λέγων πλασματῶδές ἐστι τὸ πρὸς ὑπόθεσιν βεβιασμένον.1 εἰ γάρ τις λέγοι ὅτι ὁ ἄνθρωπος ᾠοτοκεῖ ἐπεὶ ἵπταται, συμβήσεται τὸ τὸν ἄνθρωπον ᾠοτοκεῖν, ἐὰν ἵπταται· ἀλλ’ ἡ ὑπόθεσις, ἐξ ἧς συμβαίνει τὸ ᾠοτοκεῖν τὸν ἄνθρωπον (ἐστὶ δὲ τὸ ἵπτασθαι αὐτόν) βεβιασμένη, ἤτοι ἀδύνατος καὶ ψευδής ἐστιν. ὡς οὖν ἐπὶ τούτου, οὕτω καὶ ἐπὶ τῶν ἀριθμῶν, ἂν δοίη τις ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνὸς γίνεσθαι τοὺς ἀριθμούς, καὶ ἄλλην μὲν εἶναι τὴν αὐτοδυάδα, ἄλλην δὲ τὴν αὐτοτριάδα, διὰ τὸ μὴ κατὰ πρόσθεσιν γίνεσθαι τοὺς ἀριθμοὺς ἀλλ’ ἐκ τῶν ἀρχῶν τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, εἴ τις δὴ ταῦτα θήσει, συμβήσεται τὰ ὑπ’ αὐτῶν λεγόμενα καὶ ἔσονται ἀριθμοὶ εἰδητικοί· ἀλλ’ ἡ τοιαύτη ὑπόθεσις πλασματώδης καὶ βεβιασμένη καὶ ἀδύνατός ἐστι. τίς γὰρ ἂν ὑπονοήσειεν ὡς διαφέρει μονὰς μονάδος, ἐξ οὗ καὶ τῶν προρρηθέντων ὑποθέσεων ἃ λέγουσι συνάγουσιν.2 εἰ γὰρ διαφέρει μονὰς μονάδος, ἢ τῷ ποσῷ ἢ τῷ ποιῷ διαφέροι ἄν· κατ’ οὐδένα δὲ τρόπον ἐνδέχεται τοῦτο· ἄποσοι γάρ εἰσι καὶ ἀσώματοι καὶ διὰ τοῦτο καὶ ἄποιοι. εἰπὼν δὲ ὅτι πῶς οἷόν τε διαφόρους τὰς μονάδας λέγειν, δείκνυσιν ὅτι ἀδιάφοροί εἰσι καὶ συμβληταί, καίτοι ἀνωτέρω γενναίως ἐκ διαιρέσεως τοῦτο δείξας. δείκνυσιν οὖν τοῦτο λέγων· ἀνάγκη γάρ, φησίν, ἢ ἴσον εἶναι ἢ ἄνισον πάντα ἀριθμὸν καὶ μάλιστα τὸν μοναδικὸν καὶ ἀσώματον· τὸν γὰρ φυσικὸν οὐκ ἀνάγκη, οἷον εἰ εἶεν τρία καὶ τρία ξύλα, οὐκ ἀνάγκη ἴσα εἶναι. ὡς μὲν οὖν τρία καὶ ὅλως ἀριθμητὰ ἴσα εἰσὶν ἐξ ἀνάγκης, ὡς δὲ ποσὰ οὐκ ἀνάγκη. ἐνδέχεται γὰρ τῶν ἐν τῇ ἑτέρᾳ τριάδι διπήχεων ὄντων τὰ ἐν τῇ ἑτέρᾳ εἶναι τριπήχη. ἀνάγκη δὴ ἴσον εἶναι τὸν μοναδικὸν ἀριθμὸν ἢ ἄνισον. εἰ μὲν γὰρ μήτε πλείων μήτε ἐλάττων ἐστὶ θάτερος θατέρου, ὡς ὁ τέσσαρα καὶ τέσσαρα, οὗτοι ἐξ ἀνάγκης εἰσὶν ἴσοι· εἰ δὲ θάτερος θατέρου πλείων ἐστὶν ἢ ἐλάττων, οὗτοι τοὐναντίον ἄνισοί εἰσιν. ἀλλὰ μὴν τὰ ἴσα καὶ ἀδιάφορα τὰ αὐτὰ καὶ συμβλητὰ καὶ μηδεμίαν ἐν αὐτοῖς διαφορὰν εἶναι ὑπολαμβάνομεν ἐν τοῖς ἀριθμοῖς· ὥστε εἰ ὁ τέσσαρα ἀριθμὸς ὁ μοναδικὸς τοῦ τοιούτου τέσσαρα οὔτε πλείων ἐστὶν οὔτε ἐλάττων, δῆλον ὅτι ἴσος αὐτῷ ἐστιν. ἀλλ’ εἰ ἴσος, καὶ ὁ αὐτὸς καὶ ἀδιάφορος. εἰ δ’ οὗτοι ἀδιάφοροι, καὶ αἱ ἐν αὐτοῖς μονάδες, ὥστε δῆλον ὅτι καὶ τῶν ἄλλων ἁπάντων. δύο γὰρ ἀριθμῶν, τοῦ τέσσαρα καὶ τέσσαρα, ἑτέρων ὄντων τῷ ἀριθμῷ, τῷ δὲ εἴδει τῶν αὐτῶν, συμβλητὰς ἐχόντων τὰς μονάδας, καὶ οἱ ἄλλοι πάντες οὕτως αὐτὰς ἕξουσιν. εἰ δέ, φησί, λέγοι τις ὅτι τὰ ἴσα καὶ διάφορα καὶ ἕτερά ἐστιν ἀλλ’ οὐ τὰ αὐτά, οὐδὲ αἱ ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι ἀδιάφοροι ἔσονται, ἀλλὰ διάφοροι καὶ ἀνομοειδεῖς, ὅπερ οὐ βούλονται οἱ τὰς ἰδέας τιθέμενοι· τὸ γὰρ σύνταγμα τῶν ἐν τῷ ἑνὶ ἀριθμῷ μονάδων ἀδιάφορόν φασι. τίνα γάρ, φησίν, αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι, τουτἔστιν ἂν οἱ ἴσοι ἀριθμοὶ οὐκ εἰσιν οἱ αὐτοὶ καὶ ἀδιάφοροι, ὡς ἡμεῖς φαμεν, ἀλλὰ διάφοροι καὶ ἕτεροι, ἔσονται καὶ αἱ ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι διάφοροι. εἰ δέ τις εἴποι ὅτι αἱ ἐν τῇ αὐτοδεκάδι δυάδες εἰσὶ μὲν ἴσαι καὶ ἀδιάφοροι, αἱ δὲ ἄλλαι, οἷον αἱ ἐν τῇ τριάδι καὶ πεντάδι (ἔνεισι γὰρ καὶ ταύταις δυάδες) ἴσαι μέν, διάφοροι δὲ καὶ ἀσύμβλητοι, ὁ τοῦτο λέγων τίνα αἰτίαν ἕξει λέγειν δι’ ἣν αἱ μὲν ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι ἀδιάφοροί εἰσιν, αἱ δὲ ἄλλαι ἴσαι μὲν διάφοροι δέ. ὥστε τὸ τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι3 περὶ τῶν ἐν τῇ δεκάδι δυάδων εἴρηται, ἐλλιπῶς δέ, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον ‘τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι τὰς ἐν τῇ αὐτοδεκάδι δυάδας ἴσας οὔσας ἀλλήλαις’; καὶ τότε προσυπακουστέον τοῦ ‘τὰς δὲ ἐν τοῖς ἄλλοις ἀριθμοῖς ἴσας μὲν διαφόρους δέ’.
“他说,总的说来,无论在质上还是在量上,以任何方式把单子造成相异的,都是虚构的。” 并且他界定了虚构的究竟是什么,说虚构的就是为了假说而被强加的。因为如果有人说人是卵生的因为人会飞,那么如果人会飞,就会导致人是卵生的;但是导致人是卵生的这一假说(即人会飞)是被强加的,也就是不可能且虚假的。因此正如在此情形中一样,在数的情形中也是如此,如果有人承认数由不定之二与一生成,并且由于数不是通过相加而是由一与不定之二这两个本原生成的,自身即二是某种事物,而自身即三是另一种事物——如果有人确实假定这些,他们所说的论断就会成立,理念数也将存在;但是这样的假说是虚构的、被强加的和不可能的。因为谁能设想单子与单子相异呢?而他们正是从这一点以及前述假说中推导出他们所声称的东西的。因为如果单子与单子相异,它就只能在量上或在质上相异;但这是决不可能的;因为它们是无量的、非物体的,并因此也是无质的。而在说过怎么可能把单子说成相异的之后,他表明它们是无差别的且可比较的,尽管此前他已经通过区分精彩地表明了这一点。因此他通过如下说法表明了这一点:因为他说,一切数,尤其是单子式的且非物体的数,必然要么相等要么不相等;因为自然之数未必如此,例如如果有三块和三块木头,它们未必相等。因此,就它们是三以及一般而言是可数之物而言,它们必然相等;但就它们是量而言,则未必如此。因为可能一方的三之中的木头是两肘长,而另一方的木头是三肘长。因此单子式的数必然要么相等要么不相等。因为如果一者比另一者既不多也不少,正如四与四那样,这些数必然相等;但如果一者比另一者更多或更少,相反,这些数就是不相等的。然而在数之中,我们认为相等且无差别的事物就是相同的且可比较的,在它们之中没有任何差异;以至于如果单子式的数四对于这样的四既不多也不少,显而易见它与它是相等的。但如果相等,它也是相同的且无差别的。而如果这些是无差别的,它们之中的单子也是无差别的,以至于显而易见对其余一切数也是如此。因为两个数,四与四,在数上相异但在形式上相同,并且具有可比较的单子,其余一切数也将同样具有单子。但是他说,如果有人主张,相等的事物是相异的且另类的,而不是相同的,那么十之中的诸二即便相等也不会是无差别的,而是相异且异类的,而这正是设定理念者所不希望的;因为他们声称同一个数之中的诸单子的汇聚是无差别的。因为他说:“声称它们是无差别的人会有什么理由可说呢?”也就是说,如果相等的诸数不像我们所说的那样是相同的且无差别的,而是相异且另类的,那么十之中的诸二即便相等也将是相异的。但如果有人说,自身即十之中的诸二固然相等且无差别,而其余的二,例如三与五之中的二(因为在这些数中也存在诸二),固然相等,却是相异且不可比较的,那么持此论者会有什么理由可以说出,凭何缘故十之中的诸二在相等的情况下是无差别的,而其余的二固然相等却是相异的?因此,“声称它们是无差别的人会有什么理由可说呢”这一文句乃是针对十之中的诸二而言的,但是说得不完全,其完整的表述当为如此:“声称自身即十之中的诸二在彼此相等的情况下是无差别的人,会有什么理由可说呢?”并且此时必须在心中补足:“而其余数之中的诸二固然相等却是相异的”。
- 13.24τὸ πρὸς ὑπόθεσιν βεβιασμένον
介词短语 πρὸς ὑπόθεσιν 修饰被动分词 βεβιασμένον(被勉强做出的、被强加的),表示为了符合设定的假说而生硬捏造出来的事物。
- 13.24ἐξ οὗ καὶ τῶν προρρηθέντων ὑποθέσεων ἃ λέγουσι συνάγουσιν
关系代词 ἃ 用作主动词 συνάγουσιν(推导)的宾语,为无先行词的独立用法(“他们所声称的主张”)。介词短语 ἐξ οὗ καὶ τῶν προρρηθέντων ὑποθέσεων 表示推导的前提依据,其中 ἐξ οὗ 是中性单数,指代前述“单子与单子相异”这一命题。
- 13.24τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι
亚历山大在此澄清亚里士多德引文的省略结构。由于 ὁ φάσκων 之后不定式 ἀδιαφόρους εἶναι 的主语被省略,注解者根据上下文补出“自身即十之中的诸二”,并指出该句还省略了一个与之对比的从句(“而其余数之中的诸二则是相异的”)。
