← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§74.1-76.5

毕达哥拉斯派将宇宙属性等同于数

针对亚里士多德在《形而上学》990a22–23中对毕达哥拉斯派将数与宇宙的位置和属性(如意象、适机、不正等)相对应之说的批判,亚历山大详细解释了他们如何将事物等同于数从而混淆了原因与结果,并阐释了“不正”的异文“不败”(指数字五及其几何学特性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.73

" Ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς ᾖ." Διὰ τούτων δείκνυσι πῶς ἐποίουν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ἀριθμούς. ἀεὶ ἀριθμοὺς λέγοντες καὶ αἰτίας αὐτῶν ἀριθμοὺς τιθέμενοι, ἄλλους ἀριθμοὺς παρὰ τούτους οὐκ ἔλεγον, αὐτοὺς δὲ αὑτῶν ἔλεγον εἶναι τοὺς ἀριθμοὺς αἰτίους, καὶ τὸ αὐτὸ αὐτοῖς γίνεται αἴτιόν τε καὶ αἰτιατόν. ἔλεγον γὰρ ἔν τινὶ μὲν μέρει τοῦ κόσμου δόξαν συνίστασθαι, ἐν ἄλλῳ δὲ καιρόν, πάλιν δ’ αὖ ἐν ἄλλῳ ἢ κάτωθεν τούτων ἢ ἄνωθεν ἢ ἀδικίαν ἢ κρίσιν ἢ μῖξιν ἢ ἄλλο τι τῶν ἐν τῷ οὐρανῷ. τῆς δὲ τούτων κατὰ τὴν τάξιν τὴν τοιαύτην συστάσεως ἀπόδειξιν ἔφερον ὅτι τούτων μὲν ἕκαστον τοῦ ἀριθμοῦ ἐστιν, ἑκάστῳ δὲ τόπῳ ἐν τῷ κόσμῳ οἰκεῖός τίς ἐστιν ἀριθμός. τῷ μὲν γὰρ μέσῳ τὸ ἕν (πρῶτον γάρ ἐστιν ἐνταῦθα), μετὰ δὲ τὸ μέσον τὰ δύο, ἃ δόξαν τε ἔλεγον καὶ τόλμαν· καὶ οὕτως ἀεὶ ἀφισταμένων ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν γίγνεσθαι τῶν συνισταμένων διὰ τὸ καὶ τοὺς ἀριθμοὺς ἐξ ὧν συνίστανται, μᾶλλον δὲ οἷς ἔστι ταῦτα, τοιούτους εἶναι· τὰ γὰρ τῶν ἀριθμῶν πάθη καὶ τοὺς ἀριθμοὺς τοῖς τόποις ἀκολουθεῖν τοῖς ἐν τῷ οὐρανῷ καὶ οἰκείους αὐτοῖς εἶναι· διὸ καὶ τὰ μεγέθη ἐκ τούτων ἐπισυμβαίνειν. δύναται τὸ συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦτον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν εἰρηκέναι ἢ τοὺς παρ’ ἡμῖν καὶ ἐπὶ τῆς γῆς τόπους,1 ὡς ἐν τούτῳ διὰ τοῦτο πλήθους μεγεθῶν συνισταμένου. διὰ τὸ καὶ τὸν ἀριθμὸν ἤδη ἐν τούτῳ πλείω εἶναι, ὧν τὰ πλείω ὄντα τὰς διαφοράς [τε] κατὰ τὸ πλῆθος τῶν μεγεθῶν ποιεῖν· τοὺς γὰρ ἀριθμοὺς καὶ τὰ πάθη αὐτῶν ἀκολουθεῖν κατ’ οἰκειότητα τοῖς τόποις ἑκάστοις. ἢ καὶ ἁπλούστερον καὶ κοινότερον τοῦ ἔν τινι τόπῳ πλείοσιν αὐτὰ συνιστάμενα αἴτια λέγειν τε καὶ ἀριθμοὺς ἤδη πλείους εἶναι ἐν τῷ τόπῳ τούτῳ, ὡς τῷ πλήθει τούτων ἀκολουθοῦντος τοῦ τῶν πραγμάτων πλήθους2 διὰ τὸ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι καὶ αὐτὸν ἐν ἀριθμῷ τὸν κόσμον ποιοῦσι. πότερον δὲ οὗτος ὁ ἐν τῷ οὐρανῷ ἀριθμὸς ἐστιν ὃν δεῖ λαβεῖν τὸν αἴτιον τῶν ἐν τῷ οὐρανῷ γινομένων, ὡς αὐτὸν αὑτοῦ εἶναι αἴτιον, ἢ ἄλλος τις τούτου αἴτιος; εὐλογώτερον γὰρ ἄλλον λέγειν, ὡς καὶ Πλάτων ἐποίει. τῆς δὲ τάξεως τῆς ἐν τῷ οὐρανῷ, ἣν ἐποιοῦντο τῶν ἀριθμῶν οἱ Πυθαγόρειοι, μνημονεύει ἐν τῷ δευτέρῳ περὶ τῆς Πυθαγορικῶν δόξης.

“因为在他们看来,无论何时在这一部分有意象和适机,”通过这些话,他表明了他们是如何把宇宙及其中的事物当作数的。他们不断谈论数,并将数设定为它们的原因,却并没有在这些数之外谈及其他数,而是说数本身就是其自身的原因,在他们那里,同一事物既成了原因,又成了被引起者。因为他们说,宇宙的某一部分构成意象,另一部分构成适机,而在另一部分,即在这些部分的下方或上方,又构成不正、判断、混合或天上的其他某种事物。关于这些事物按照如此秩序构成的证明,他们提出的论据是:这些事物中的每一者都属于数,并且宇宙中的每一个位置都具有其固有的数。因为属于中心的是一(因为一在那里是在先的),而在中心之后的则是二,他们把二称为意象和胆量;这样,随着总是远离中心,构成的诸事物的数量便变得更多,这是因为构成它们所由的数——或者不如说是这些事物借以存在的数——也是具有如此性质的;因为数的属性以及数自身顺应于天上的位置,且为它们所固有;因此,量度也是从这些数中附带产生的。通过“按照这个位置已经产生了大量被构成的量度”这一表述,他[亚里士多德]可能意指的是我们身边的、即地面上的诸位置,仿佛在此原因下,于此[位置]构成了大量的量度;因为在此[位置]中,数已经更多,而这些更多的数便按照量度的多数性造成了差异;因为数及其属性按照亲和性对应于各个位置。或者更简单、更普遍地,也可以理解为他在陈述它们在某位置中作为多数被构成的原因,且在该位置中数已经更多,就仿佛事物的多数性顺应于这些数的多数性一样,因为事物就是数,并且他们将宇宙本身置于数之中。然而,应当被当作天上生成之物的原因的,究竟是这个天上的数(作为其自身的因),还是某种不同于此的数是其原因?因为正如柏拉图所做的那样,说有另一个数更为合乎情理。关于毕达哥拉斯学派在天上所构建的数的秩序,他在《论毕达哥拉斯派的学说》第二卷中有所提及。

§1.74

"Μικρὸν δὲ ἄνωθεν ἢ κάτωθεν ἀδικία καὶ κρίσις." Οἱ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι λέγοντες ταύτην τὴν τάξιν αὐτοῖς ἀπένειμαν ἐν τῷ οὐρανῷ, ἣν ἔχειν ᾤοντο καὶ τοὺς ἀριθμούς, οἷς ἔλεγον εἶναι ταὐτά. οἷον ἣν ᾤοντο τάξιν ἔχειν τὴν δυάδα, ταύτην ἔλεγον ἔχειν τὴν τάξιν ἐν τῷ κόσμῳ τὴν δόξαν, ἐπειδὴ δυὰς δόξα ἦν αὐτοῖς. πάλιν ἣν τάξιν ἡ ἑπτάς, ταύτην ἀπεδίδοσαν ἐν τῷ κόσμῳ τῷ καιρῷ, ἐπεὶ καὶ τὸν ἑπτὰ ἀριθμὸν [καὶ] καιρὸν ἡγοῦντο εἶναι. μικρὸν δὲ ἄνωθεν τοῦ καιροῦ ἢ κάτωθεν ἐποίουν, εἰ ἔτυχεν, ἀδικίαν ἢ κρίσιν, ὅτι καὶ ἡ τῶν αὐτῶν τούτοις ἀριθμῶν τάξις ἡ αὐτὴ ἦν. γράφεται δὲ ἔν τισιν ἀντιγράφοις ἀντὶ τοῦ ἀδικίαν “ἀνικίαν·” ἀνικίαν δέ φασιν ὑπὸ τῶν Πυθαγορείων λέγεσθαι τὴν πεντάδα· τοῦτο δὲ ὅτι τῶν ὀρθογωνίων τριγώνων τῶν ἐχόντων ῥητὰς τὰς πλευρὰς πρῶτόν ἐστι τῶν περιεχουσῶν ὀρθὴν γωνίαν πλευρῶν ἡ μὲν τριῶν ἡ δὲ τεττάρων, ἡ δὲ ὑποτείνουσα πέντε.3 ἐπεὶ τοίνυν ἡ ὑποτείνουσα ἴσον δύναται ἀμφοτέραις ἅμα, διὰ τοῦτο ἡ μὲν δυναμένη καλεῖται αἱ δὲ δυναστευόμεναι, καὶ ἔστι πέντε. τήν τε πεντάδα ἀνικίαν ἔλεγον ὡς μὴ νικωμένην ἀλλ’ ἀήττητον καὶ κρατοῦσαν. εἴτε δὲ “ἀνικίαν” χρὴ γράφειν εἴτε ‘‘ἀδικίαν,’’ ὁ νοῦς τῶν λεγομένων γνώριμος. καὶ περὶ μὲν τῶν Πυθαγορικῶν, φησίν, ἀφείσθω τὰ νῦν ἱκανὸν γὰρ αὐτῶν ἅψασθαι μόνον, παραιτούμενος τὴν ἐπὶ πλεῖον ἐξέτασιν τούτων τὰ νῦν, ὅτι μηδὲν πλέον ἐν τοῖς οὖσι τῶν φυσικῶν κατέλιπον ἐρεῖ μέντοι τὴν περὶ τῶν ἀρχῶν δόξαν αὐτῶν ἔτι πᾶσαν τῆσδε τῆς πραγματείας ἐπὶ τέλει.

“在稍上方或稍下方则有不正与判断。” 那些主张事物就是数的人,把他们认为与事物同一的数所具有的完全相同的秩序,在天上分配给了事物。例如,他们认为二元[数二]具有何种秩序,他们就说意象在宇宙中具有何种秩序,因为对他们来说二元就是意象。又如七元[数七]所具有的秩序,他们在宇宙中把它分配给适机,因为他们认为数七也是适机。他们在适机的稍上方或稍下方,视情况置入了不正或判断,因为与这些事物同一的数的秩序也是相同的。但在某些抄本中,写的不是“不正”[ἀδικίαν],而是“不败”[ἀνικίαν];据说毕达哥拉斯学派将五元[数五]称为“不败”。这是因为,在边长为有理数的直角三角形中,第一种直角三角形夹直角的两边中一者为三,另一者为四,而弦则为五。因此,由于弦的幂等于两边〔的幂〕之和,为此弦被称为“具支配力者”,而另两边被称为“受支配者”,而弦即是五。他们把五元称为“不败”,意指它不被战胜,而是不可战胜且居于支配地位的。然而无论应当写作“不败”还是“不正”,所言之事的含义都是显而易见的。他说,关于毕达哥拉斯学派,目前暂且放下,因为仅仅触及他们就足够了;由于他们在存在物中没有留下任何超出自然物之外的东西,他拒绝在目前对他们进行更深入的考察;然而,他将在本论著的末尾再次详述他们关于本原的全部见解。

语法注3 条
  1. 1.73δύναται τὸ συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦτον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν εἰρηκέναι ἢ τοὺς παρ’ ἡμῖν καὶ ἐπὶ τῆς γῆς τόπους

    主要动词 δύναται 支配补充不定式 εἰρηκέναι,其主语省略了亚里士多德,表示“他[亚里士多德]可能意指的是……”。引语 τὸ συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦτον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν 由中性定冠词 τό 实词化,作为 εἰρηκέναι 的引述对象,而 ἢ τοὺς παρ’ ἡμῖν... 则是指明其意指对象的宾格补足语。

  2. 1.73ὡς τῷ πλήθει τούτων ἀκολουθοῦντος τοῦ τῶν πραγμάτων πλήθους

    由 ὡς 引导的属格绝对结构(genitive absolute)。该结构的逻辑主语是 τὸ τῶν πραγμάτων πλῆθος,分词动词是 ἀκολουθοῦντος,并支配与格补足语 τῷ πλήθει τούτων。连词 ὡς 表达主观理由或论据(“就仿佛事物的多数性顺应于……”)。

  3. 1.74ὅτι τῶν ὀρθογωνίων τριγώνων τῶν ἐχόντων ῥητὰς τὰς πλευρὰς πρῶτόν ἐστι τῶν περιεχουσῶν ὀρθὴν γωνίαν πλευρῶν ἡ μὲν τριῶν ἡ δὲ τεττάρων, ἡ δὲ ὑποτείνουσα πέντε

    句首为表示整体的部分属格 τῶν ὀρθογωνίων τριγώνων τῶν ἐχόντων ῥητὰς τὰς πλευρὰς(“在边长为有理数的直角三角形中”),后接谓语 πρῶτόν ἐστι。随后的 τῶν περιεχουσῶν ὀρθὴν γωνίαν πλευρῶν 亦为部分属格,由相关词组 ἡ μὲν τριῶν ἡ δὲ τεττάρων(“夹直角的各边中一者为三,另一者为四”)进行拆分,并列主语为 ἡ δὲ ὑποτείνουσα πέντε(“而弦则为五”)。形容词 ῥητάς 处于表语位置,修饰 τὰς πλευράς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:74.1-76.5