← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§758.1-759.9

批判数的先后关系与复合理念的产生

注疏亚里士多德对型相数论的批判(1082a26),分析了若承认由不定之二加倍生成数,就会导致数内部出现先后关系以及理念由理念构成的不合理结论,进而导致感性动物成为由相异动物构成的复合体。此外,他还针对原文难解的句法提出了具体的标点断句方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.23

" Ἀλλὰ μὴν οὐδὲ τοῦτο λανθάνειν δεῖ ὅτι συμβαίνει προτέρας καὶ ὑστέρας εἶναι δυάδας." Ἐλλιπῶς εἴρηται διὰ βραχυλογίαν, ἐστὶ δὲ τὸ τέλειον τοῦ λόγου τοιοῦτον. ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ λανθάνειν ὅτι συμβαίνει κατὰ ταύτην τὴν ὑπόθεσιν δυάδας δυάδων προτέρας εἶναι (τούτου γάρ ἐστι δηλωτικὸν τὸ προτέρας καὶ ὑστέρας εἶναι δυάδας), καὶ ἄλλους πάλιν ἀριθμοὺς ἄλλων, οἷον τριάδας τριάδων προτέρας φαίνεσθαι, ὅπερ οὗτοι οὐ βούλονται· μίαν γὰρ δυάδα φασὶ καὶ μίαν τριάδα καὶ ἐπὶ τῶν ἄλλων οὕτως. εἰπὼν δὲ ὅτι συμβαίνει δυάδας δυάδων εἶναι προτέρας δείκνυσιν αὐτὸ διὰ τοῦ αἱ μὲν γὰρ ἐν τῇ τετράδι δυάδες ἔστωσαν ἀλλήλαις ἅμα. τὸ δὲ λεγόμενον τοιοῦτον. ἐπειδὴ γὰρ ἡ ἀόριστος δυὰς δυοποιὸς οὖσα καὶ παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα αὐτὴν πεποίηκε τὰς ἐν τῇ αὐτοτετράδι δυάδας, αἱ τῆς αὐτοτετράδος ἔστωσαν ἅμα. ἀλλὰ τῶν ἐν τῇ αὐτοοκτάδι εὑρισκομένων δυάδων πάντως πρότεραί εἰσιν· ὡς γὰρ ἡ δυὰς ταύτας,1 ἤτοι ὥσπερ γὰρ ἡ ἀόριστος δυὰς μετὰ τῆς αὐτοδυάδος ταύτας τὰς ἐν τῇ αὐτοτετράδι ἐγέννησε δυάδας, οὕτως αὕτη ἡ ἀόριστος δυὰς διπλασιάσασα τὰς ἐν τῇ αὐτοτετράδι δυάδας πεποίηκε τὰς ἐν τῇ ὀκτάδι τετράδας καὶ τὰς συστατικὰς τῶν τοιούτων τετράδων δυάδας· ὥστε καὶ ἡ αὐτοτετρὰς προτέρα ἔσται τῶν τῆς ὀκτάδος τετράδων, ὁμοίως δὲ καὶ αἱ δυάδες αὐτῆς τῶν ἐν τῇ ὀκτάδι δυάδων. καὶ πρὸς τούτοις ἐπειδὴ τὰ ἀπὸ τῶν ἀρχῶν γενόμενα, ὡς αὐτοί φασιν, ἰδέαι εἰσί, πεποίηκε δὲ τὰς τετράδας ταύτας καὶ τὰς δυάδας ἡ ἑτέρα τῶν ἀρχῶν, ἡ ἀόριστος δυάς, ἔσονται καὶ αἱ τῆς αὐτοτετράδος δυάδες ἰδέαι καὶ αἱ τῆς αὐτοοκτάδος τετράδες, καὶ συγκείσεται ἡ ἰδέα ἐξ ἰδεῶν. διὰ τί γὰρ ἡ πρώτη δυὰς ἤτοι ἡ αὐτοδυὰς ἐκ τῆς ἀρχῆς τῆς ἀορίστου γεγονυῖα δυάδος ἰδέα ἐστίν, αἱ δὲ ἄλλαι οὐκ ἔσονται; ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν μονάδων. ἐπειδὴ γὰρ αἱ ἐν τῇ πρώτῃ δυάδι μονάδες μετὰ τῆς ἀορίστου δυάδος ἐγέννησαν τὰς ἐν τῇ αὐτοτετράδι μονάδας καὶ αὗται πάλιν μετὰ τῆς ἀρχῆς τῆς εἰρημένης τὰς ἐν τῇ αὐτοοκτάδι, ἔσονται πᾶσαι αἱ μονάδες ἰδέαι καὶ συγκείσεται ἡ ἰδέα ἐξ ἰδεῶν, ὥστε εἰ ἔσται ἡ αὐτοδυὰς αὐτοάνθρωπος, ἡ δὲ αὐτοτριὰς ὁ αὐτοΐππος, ἡ δὲ αὐτοτετρὰς αὐτοβοῦς, ἔσται ἡ αὐτοοκτὰς συγκειμένη ἐξ ἀνθρώπου καὶ ἵππου καὶ βοός. καὶ ἐπεὶ αἱ ἰδέαι παραδείγματά ἐστι τῶν ἐνταῦθα ζῴων, ἔσται κἀνταῦθα ζῷον ἐξ ἀνθρώπου καὶ ἵππου καὶ βοὸς συγκείμενον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὥστε δῆλον ὅτι κἀκεῖνα, ὧν ἰδέαι αὗται τυγχάνουσιν οὖσαι, συγκείμενα ἔσται, οἷον εἰ τὰ ζῷα φαίη τις συγκεῖσθαι ἐκ ζῴων. ἀλλ’ ἐπειδὴ ἔχει τινὰ ἀσάφειαν ἡ λέξις, σαφηνιστέον καὶ ἔτι αὐτήν. οἷμαι δὴ χρῆναι ὑποστίζειν εἰς τὸ τὰ ζῷα, εἶτα ἐπάγειν τὸ φαίη τις συγκεῖσθαι ἐκ ζῴων.2 καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· ὥστε εἰ ἰδέαι ἐξ ἰδεῶν σύγκεινται, καὶ τὰ ἐνταῦθα πράγματα, ὧν φασιν εἶναι τὰς ἰδέας, συγκείμενα ἔσται. οἷον εἰ τῶν ζῴων εἰσὶν αἱ ἰδέαι, ἐστὶ δὲ σύνθετος ἡ ἰδέα, ὁ τοῦτο ἀκούσας φαίη ἂν ὅτι καὶ ἐνταῦθα ζῷον ἔσται σύνθετον ἐκ ζῴων. διὰ τί γὰρ ἰδέας οὔσης συνθέτου καὶ συνωνύμου τοῖς ὧν ἐστιν ἰδέα, οὐκ ἔσται καὶ ζῷον ἐνταῦθα σύνθετον; εἰ γὰρ ὁ αὐτοΐππος σύγκειται ἐκ τῆς τοῦ ἀνθρώπου καὶ κυνὸς ἰδέας, ἔσται καὶ ὁ ἐνταῦθα ἵππος ἐκ τῶν τῇδε ἀνομοίων φύσεων·τοῦ ἀνθρώπου καὶ κυνὸς συγκείμενος.

“然而也不可忽视这一点,即导致了存在在先的和在后的二。” [亚里士多德]因简略而说得不够完全,其完整的陈述乃是如此:“然而也不可忽视这一点,即根据这一假说导致了[某些]二在先于[另一些]二(因为‘存在在先的和在后的二’正是表明这一点),并且另一些数又在先于另一些数,例如三显现为在先于三,而这正是他们所不希望的;因为他们声称只有一个二和一个三,对其余的数也是如此。”在说过导致了二在先于二之后,他通过“因为且让四之中的二彼此同时”这句话指明了这一点。所说之意乃是如此:因为不定之二作为能产生二者,接纳了自身即二并将之加倍,从而造成了自身即四之中的诸二,所以且让自身即四之中的二彼此同时。但它们在任何方面都必然在先于在自身即八之中被发现的诸二;因为正如[不定之]二[生成了]这些——即正如不定之二与自身即二一起生成了自身即四之中的这些二——同样,这个不定之二通过把自身即四之中的诸二加倍,造出了八之中的诸四以及构成此类四的诸二;以至于自身即四也将在先于八之中的诸四,同样自身即四的诸二也将在先于八之中的诸二。除这些之外,既然如他们所言,由诸本原生成的事物是理念,而诸本原中的另一者即不定之二造成了这些四与二,那么自身即四的诸二与自身即八的诸四也将是理念,并且理念将由理念构成。因为凭什么由作为本原的不定之二生成的第一个二即自身即二是理念,而其余的二却不是理念呢?同样的论证也适用于单子。因为既然第一个二之中的单子与不定之二一起生成了自身即四之中的单子,而这些单子又与上述本原一起生成了自身即八之中的单子,那么一切单子都将是理念,理念也将由理念构成,以至于如果自身即二是人自身,自身即三是马自身,自身即四是牛自身,自身即八就将是由人、马和牛构成的。并且既然理念乃是此世动物的范型,此世也将存在由人、马和牛构成的动物;因为“以至于显而易见,这些恰好为其理念的事物也将是复合的,正如如果有人声称动物由动物构成一样”这句话所表明的正是这一点。但是既然文句带有某种含混,还必须进一步加以澄清。我认为应当在“动物”处下读断,然后接续“有人会说它们由动物构成”。所言之意当为如此:“以至于如果理念由理念构成,他们所声称具有理念的此世事物也将是复合的。例如,如果存在动物的理念,并且该理念是复合的,听到这话的人就会说,此世的动物也必将由动物复合而成。”因为既然理念是复合的,并且与它是其理念的事物同名,凭什么此世的动物就不会是复合的呢?因为如果马自身由人与狗的理念构成,那么此世的马也必将由此世不相似的诸本性——即由人与狗——复合而成。

语法注2 条
  1. 13.23ὡς γὰρ ἡ δυὰς ταύτας

    此处引用了亚里士多德原文极度的简略表达(省略句)。由于缺少支配动词(ἐγέννησε 或 πεποίηκε),注疏者随即以 ἤτοι ὥσπερ γὰρ... 进行重述,补足了明确的主语(不定之二)与动词(生成了)。

  2. 13.23οἷμαι δὴ χρῆναι ὑποστίζειν εἰς τὸ τὰ ζῷα, εἶτα ἐπάγειν τὸ φαίη τις συγκεῖσθαι ἐκ ζῴων

    关于确定亚里士多德原文句法结构的标点说明。亚历山大主张在 τὰ ζῷα 之后加下读(逗号/停顿)以截断前句,从而将随后的 φαίη τις συγκεῖσθαι ἐκ ζῴων 视为主句(或归结从句)独立连读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:758.1-759.9