← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§757.1-757.35

自身即二与单子的关系及数目单一性之批判

亚历山大阐释了亚里士多德关于自身即二不可能是单子之外另一独立本性的论证,通过偶性与实体、属与种差关系的不能成立,以及接触、混合、配置这三种统一方式的不可能性,证明数无非就是单子本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.22#3

ἢ γὰρ ὡς ὁ λευκὸς ἄνθρωπος ἐξ οὐσίας μὲν τοῦ ἀνθρώπου καὶ συμβεβηκότος τοῦ λευκοῦ ὢν ἕτερός ἐστι τοῦ ἀνθρώπου τῷ λόγῳ, ἀλλ’ οὐ τῷ ὑποκειμένῳ, οὕτως ἔσται καὶ ἡ δυὰς ἑτέρα οὖσα τῶν δύο μονάδων, ὡς εἶναι οὐσίαν καὶ ὑποκείμενον τὰς μονάδας, συμβεβηκὸς δὲ τὴν δυάδα, ἢ ἔμπαλιν ὑποκείμενον μὲν τὴν δυάδα συμβεβηκότα δὲ τὰς μονάδας· ἢ οὖν οὕτως, ἢ ὅτι ὡς ὁ ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος,1 τοῦ μὲν ὡς ἐκ γένους, τοῦ δὲ δίποδος ὡς ἐκ διαφορᾶς, ὢν ἀμφοτέρων ἕτερος καὶ τοῦ ζῴου καὶ τοῦ δίποδος, οὕτως ἀνάγκη λέγειν ὅτι καὶ ἡ δυὰς ἑτέρα ἐστὶ τῶν μονάδων, τῆς μὲν οὔσης γένους τῆς δὲ διαφορᾶς· ὅπερ ἐστὶ καταγέλαστον. οὔτε γὰρ ἡ δυὰς συμβέβηκε ταῖς μονάσιν (ἠδύνατο γὰρ ἂν καὶ μὴ οὐσῶν δύο μονάδων εἶναι) οὔτε αὗται τῇ δυάδι, οὔτε τὸ μὲν γένος εἶναι τὴν δὲ διαφοράν· ἀδιάφοροι γὰρ ὑπόκεινται αἱ ἐν τῇ αὐτοδυάδι μονάδες, τὸ δὲ γένος τῆς διαφορᾶς κατὰ πολλὰ διαφέρει. ἔτι, φησίν, ἐπειδὴ ἡ δυὰς καθὸ δυὰς ἕν τί ἐστιν, εἴ τι δὲ ἕν, ἢ τῇ ἁφῇ ἐστιν ἓν ὡς ἡ δέσμη τῶν ξύλων, ἢ τῇ μίξει ὡς τὸ οἰνόμελι (μῖξιν δὲ εἶπε νῦν τὴν κρᾶσιν), ἢ τῇ θέσει ὡς οἱ λίθοι ἐξ ὧν ἡ οἰκία· ὧν τριῶν τρόπων κατ’ οὐδένα ἐνδέχεται τὴν δυάδα ἓν εἶναι ἢ τὴν τριάδα. οὔτε γὰρ ἅπτεσθαι δύνανται αἱ εἰδητικαὶ μονάδες ἀσώματοι οὖσαι κατ’ αὐτοὺς καὶ ἀμερεῖς, τὰ δὲ ἁπτόμενα πάντα σώματα (ὅτι δὲ τὰ ἀμερῆ οὐχ ἅπτεται δέδεικται ἐν τῇ Φυσικῇ)· ἀλλὰ μὴν οὐδὲ μίγνυσθαι δύνανται αἱ μονάδες καὶ κεράννυσθαι (τῆς ὑγρᾶς γὰρ τοῦτο φύσεως) οὔτε παρακεῖσθαι· οὐδὲ γὰρ αὐτοὶ βούλονται κατὰ παράθεσιν καὶ σωρηδὸν κειμένων τῶν μονάδων εἶναι τὴν αὐτοδυάδα καὶ τοὺς λοιποὺς εἰδητικοὺς ἀριθμούς· ἀλλ’ ὥσπερ, φησίν, ἐκ τῶν δύο ἀνθρώπων, τῶν μονάσιν ἀναλογούντων, οὐ γίνεται εἷς τις ἄνθρωπος, ἕτερος ὢν αὐτῶν καὶ δυάδος λόγον ἐπέχων πρὸς αὐτούς (καὶ γὰρ ἡ δυὰς ᾗ δυὰς ἕν ἐστιν, ὡς εἴρηται), ἀλλ’ ἡ δυὰς αὐτοὶ οἱ δύο ἄνθρωποί εἰσιν, οὕτως ἀνάγκη καὶ τὴν δυάδα αὐτὰς εἶναι τὰς μονάδας καὶ οὐκ ἄλλην τινὰ παρ’ αὐτὰς φύσιν. εἰ δέ τις λέγοι ὅτι παρὰ μὲν τοὺς δύο ἀνθρώπους οὐ δύναται ἄλλη τις εἶναι φύσις δυάδος πρὸς αὐτοὺς ἐπέχουσα λόγον, διότι διαιρετοί εἰσι, παρὰ δὲ τὰς δυάδας δύναται (ἀμερεῖς γάρ εἰσι καὶ ἀσώματοι), εἴ τις τοῦτο λέγει, ψεῦδος ἐρεῖ· οὐ γὰρ διότι ἀδιαίρετοί εἰσιν αἱ μονάδες τῆς δυάδος, καὶ αὕτη τῶν μονάδων·2 οὕτω γὰρ ἂν καὶ ἡ τῶν στιγμῶν δυὰς ἑτέρα ἂν ἦν τῶν στιγμῶν· ἀμερεῖς γὰρ καὶ αὗται· ἀλλ’ ὅμως οὐκ ἔστιν ἡ τῶν στιγμῶν δυὰς ἑτέρα παρ’ αὐτάς, ὡς καὶ αὐτοὶ λέγουσιν, ἀλλ’ ἡ τῶν στιγμῶν δυὰς αὐταὶ αἱ στιγμαί εἰσιν.

因为二与两个单子相异,要么就像白人由作为实体的“人”和作为偶性的“白”构成、从而在定义上与“人”相异却在底层基质上不相异那样,二也是如此与两个单子相异,以至于单子是实体和底层基质而二是偶性,或者反过来二是底层基质而单子是偶性;或者如此,或者就像人由动物与两足构成(前者作为属,两足作为种差),人与两者——即与动物和两足——都不同,必须同样声称二也与单子相异,其中一个单子是属而另一个是种差;而这是荒唐可笑的。因为既不是二偶然属于单子(否则即使没有两个单子存在,二也能够存在),也不是单子偶然属于二,更不是一者为属而另一者为种差;因为自身即二之中的单子已被设定为是无差别的,而属与种差在许多方面互有差异。 再者,他说,既然二作为二是某个一,而任何事物如果是一,要么是由接触而为一,如木柴捆,要么是由混合而为一,如蜜酒(他此处将调和称为混合),要么是由配置而为一,如构成房屋的石块;按这三种方式中的任何一种,二或三都不可能是一。因为型相的单子不能相互接触,按照他们的说法它们是无形体的且不可分的,而一切相接触的事物皆是物体(在《自然学》中已证明不可分之物不可相接触);单子当然也不能混合与调和(因为这是属于湿润本性的),也不能相互并置;因为他们自己也不希望自身即二以及其余型相的数是由单子并置和堆积在一起而存在的。相反,正如他说,由对应于单子的两个人,并不能产生出某个单独的人,这个人既不同于他们又对他们具有二的比例(因为正如所说,二作为二乃是一),而是二就是这两个人本身,同样,二也必然就是这些单子本身,而不是在它们之外的某种别的本性。 如果有人说,在两个人之外不能有某种对他们具有二之比例的别的本性,乃是因为他们是可分的,而在二[的单子]之外却能够有(因为它们是不可分且无形体的)——如果有人这样说,他将说的是假话。因为并不是由于二的单子是不可分的,二自身就因此[相异于]单子;因为若按这种方式,点的二也将不同于那些点,因为这些点也是不可分的;然而尽管如此,正如他们自己所说,点的二并不是在它们之外的别物,而是点的二正是那些点本身。

语法注2 条
  1. 13.22ἢ οὖν οὕτως, ἢ ὅτι ὡς ὁ ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος

    与句首的 ἢ γὰρ ὡς... 相应,通过 ἢ οὖν οὕτως, ἢ ὅτι... 提出了两个选言支:二与其单子的关系要么是 (1) 实体与偶性的关系(如白人),要么是 (2) 属与种差的关系(如由动物和两足构成的人),随后论证这两种情况皆归于荒谬。

  2. 13.22καὶ αὕτη τῶν μονάδων

    在 οὐ γὰρ διότι ἀδιαίρετοί εἰσιν αἱ μονάδες τῆς δυάδος, καὶ αὕτη τῶν μονάδων 结构中,καί 引出的后半句省略了谓语,须由上文补出 ἑτέρα ἐστίν(或 ἑτέρα παρὰ τὰς μονάδας ἐστίν),意为“并不因为二的单子是不可分的,二自身就因此[相异于/独立于]这些单子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:757.1-757.35