- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:755.27-756.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐发了亚里士多德在1081b35中对第三种假定(唯独在同一个数内的单子才无差异)的驳斥,指出由构成十的各部分数(如五和四等)的差异性将导致出现多数个十的荒谬后果,并破坏了偶数与奇数的生成先后顺序。
ἀλλ’ εἰ μὴ αἱ τῶν πεντάδων, ἐξ ὧν ἡ δεκάς, μονάδες διαφέροιεν, οὐδὲ αἱ ἐν τῇ ἑξάδι καὶ τετράδι καὶ τριάδι καὶ ἑπτάδι, ἐξ ὧν ἡ δεκάς.1 ὡς γὰρ ἐκ τοῦ δὶς πέντε δέκα, οὕτω καὶ ἐκ τοῦ τρία καὶ ἑπτὰ καὶ ἓξ καὶ τέτταρα. ἀλλὰ μὴν τὸ τὰς ἐν τοῖς ἄλλοις ἀριθμοῖς μονάδας πρὸς τὰς ἐν τοῖς ἄλλοις διαφέρειν, μᾶλλον παντὸς ἄλλου ἥγηνται. ἀνάγκη μὲν οὖν διαφέρειν τὰς πεντάδας· εἰ δὲ τοῦτο, καὶ τὰς μονάδας. ἀλλὰ μὴν ὑπόκειται μὴ διαφέρειν. αὐτὸς δὲ πρὸς τοῦτο καὶ ἄλλο τι ἐρωτᾷ λέγων εἰ δὲ διαφέρουσιν αἱ πεντάδες (ἀνάγκη γάρ, ὡς δέδεικται, διαφέρειν), πότερον οὐκ ἔσονται καὶ ἄλλαι πεντάδες, εἰ μὴ αὗται μόναι αἱ δύο ἐξ ὧν ἡ αὐτοδεκάς, ἢ ἔσονται καὶ ἄλλαι; εἴτε δὴ μὴ ἔσονται, ἀδύνατον· δῆλον γὰρ ὅτι καὶ ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεννάδι καὶ αὐτοοκτάδι εἰσὶ πεντάδες, εἴτε δὲ ἔσονται πολλαὶ πεντάδες ἕτεραι τῶν ἐν τῇ αὐτοδεκάδι, ὥσπερ καὶ εἰσί, καὶ διάφοροι καὶ ἀνομοειδεῖς, πρῶτον ἔσονται πολλαὶ δεκάδες καὶ οὐ μία ὡς αὐτοὶ βούλονται· οὗτοι γὰρ μίαν φασὶν εἶναι δεκάδα. ἔπειτα ἐρωτητέον ποία δεκὰς ἐκ τῶν πεντάδων τῶν τε ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ αὐτοεννάδι καὶ τῶν λοιπῶν εὑρισκομένων ἔσται· εἰ γὰρ δύο πεντάδες, ἀνάγκη καὶ δεκάδα εὑρίσκεσθαί τε καὶ λέγεσθαι· τῆς μὲν γὰρ αὐτοδεκάδος οὐκ ἔστιν ἄλλη τις ἐντὸς δεκάς. ἑξὰς μὲν γὰρ καὶ τετρὰς καὶ ἑπτὰς καὶ οἱ λοιποὶ ἀριθμοὶ εἰσι, δεκὰς δὲ οὐκ ἔστιν, ὥστε δύνασθαι λέγειν ὅτι ἡ ἐντὸς τῆς αὐτοδεκάδος δεκάς ἐστιν ἐκ τῶν ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι εὑρισκομένων πεντάδων. ἀλλὰ μὴν οὐδὲ βούλονται ἄλλην δεκάδα εἶναι πλὴν αὐτὴν τὴν αὐτοδεκάδα. ὥστε ἢ ἔσονται δύο πεντάδες αἱ ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ ἄλλαι δύο αἱ ἐν τῇ αὐτοοκτάδι καὶ αὐτοεννάδι, καὶ δεκὰς ἄλλη οὐκ ἔσται πλὴν τῆς αὐτοδεκάδος, ἢ εἴπερ πεντάδων οὐσῶν ἀνάγκη εἶναι καὶ δεκάδας, οὐκ ἔσται μία ἡ εἰδητικὴ δεκάς, ὡς αὐτοί φασιν, ἀλλὰ πλείους. τὸ δὲ ἐν τῇ λέξει τῇ οὐ γὰρ ἔστιν ἑτέρα δεκὰς ἐν τῇ δεκάδι παρ’ αὐτὴν τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ἐντὸς τῆς αὐτοδεκάδος ἑτέρα δεκὰς παρ’ αὐτὴν τὴν αὐτοδεκάδα, ἵνα αὕτη εἴη ἐκ τῶν ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ ταῖς λοιπαῖς εὑρισκομένων ἀριθμῶν. ἐπειδὴ δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος πρῶτον ἔλεγον γίνεσθαι τὴν αὐτοδυάδα, εἶτα πάλιν τὴν ἀόριστον δυάδα παραλαβοῦσαν τὴν αὐτοδυάδα ποιεῖν ἄλλας δύο δυάδας εὐθύς, ἐξ ὧν τὴν αὐτοτετράδα εἶναι λέγουσιν, ὁμοίως πάλιν τὴν ἀόριστον δυάδα παραλαβοῦσαν τὴν αὐτοτετράδα ποιεῖν ἄλλας δύο τετράδας ἐξ ὧν ἡ αὐτοοκτάς (τοῦ γὰρ ληφθέντος παντὸς ταύτην εἶναι δυοποιόν,2 τουτἔστι διπλασιαστικὴν ἔλεγον εἶναι τὴν ἀόριστον δυάδα· ὃ γὰρ ἄν, φασίν, ἡ ἀόριστος δυὰς λάβοι, διπλασιάζει), ἐπεὶ οὖν ταῦτ’ εἴωθε παρ’ αὐτοῖς λέγεσθαι, λέγει ὁ Ἀριστοτέλης ὅτι ἡ αὐτοτετρὰς οὐκ ἐκ τῶν τυχουσῶν δυάδων συγκείσεται, ἀλλ’ ἐκ τῶν ἃς ἡ ἀόριστος δυὰς παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα πεποίηκε.3 τοῦτο εἰπὼν τὰ συμβαίνοντα ἐναντιώματα τῇ δόξῃ αὐτῶν οὐκ ἐπήγαγεν. ἐστὶ δ’ ἓν μὲν τὸ πολλὰς εἶναι εἰδητικὰς δυάδας, ἄλλο δὲ ὅτι οὐκ ἔσται, ὡς οὗτοι βούλονται, πρώτη ἡ αὐτοδυὰς καὶ δευτέρα ἡ αὐτοτριὰς καὶ τρίτη ἡ αὐτοτετρὰς καὶ ἐφεξῆς, ἀλλὰ πρῶτον ἡ αὐτοδυάς, εἶτα ἡ αὐτοτετρὰς καὶ οὕτως ἡ αὐτοτριάς. ἐπειδὴ γάρ, ὥς φασιν, ἡ ἀόριστος δυὰς μετὰ τῆς αὐτοδυάδος ἅτε δυοποιὸς οὖσα τοὺς εἰς δύο ἴσα διαιρουμένους ἀριθμοὺς πρῶτον ποιεῖ καὶ οὕτω τὸ ἓν προστιθέμενον αὐτοῖς ποιεῖ τοὺς περιττούς, ἔσονται κατὰ τὴν τοιαύτην αὐτῶν ἀπόφασιν πρῶτοι οἱ ἄρτιοι, καὶ οὕτως οἱ περιττοί, ὥστε καὶ ἡ αὐτοτετρὰς προτέρα τῆς αὐτοτριάδος. καθὰ δὲ πάλιν πρώτην λέγουσι τὴν αὐτοδυάδα, δευτέραν τὴν αὐτοτριάδα, τρίτην τὴν αὐτοτετράδα καὶ ἐφεξῆς, ἔσται ἡ αὐτοτριὰς πρώτη τῆς αὐτοτετράδος. Ἔτι, φησί, τὸ λέγειν ὅτι ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριὰς φύσις τίς ἐστιν ἑτέρα, ἡ μὲν παρὰ τὰς δύο μονάδας ἡ δὲ τριὰς παρὰ τὰς τρεῖς, ἄτοπον.
然而,如果构成十的那些五之中的单子互不相异,那么构成十的六、四、三、七之中的单子也不会相异。因为正如二乘五得十一样,三与七、六与四也是如此。但是,不同数之中的单子互不相同,这一条乃是他们比任何其他事情都更加坚持的。因此,那些五必然互有差异;而如果这样,单子也必然互有差异。然而,前面已设定它们是没有差异的。 〔亚里士多德〕本人针对这一点又提出了另一个问题,说:如果这些五互有差异(因为正如已证明的那样,它们必然相异),那么除了构成自身即十的仅有的这两个五之外,是否不会再有其他的五,还是说也会有其他的五呢?如果说不会有,这是不可能的;因为显然在自身即六、自身即九和自身即八之中也存在五。但如果说除了自身即十之中的五之外,还会存在许多别的五(正如实际上所存在的那样),并且它们是不同的且不同种的,那么首先,将存在许多个十,而不是像他们所希望的那样只有一个;因为这些人声称十是唯一的。 其次,必须追问,由既在自身即六、自身即七、自身即九之中的五,以及其余被发现的五,将会构成怎样的十;因为如果有两个五,就必然不仅能发现而且也能称之为十。因为在自身即十的内部,并没有任何另一个十。固然六、四、七以及其余各数是存在的,但并不存在一个十,以至于能够说自身即十内部的十是由存在于自身即六和自身即七之中的五所构成的。然而,除了自身即十本身之外,他们甚至不希望存在另一个十。因此,要么在自身即六和自身即七之中存在两个五,在自身即八和自身即九之中存在另外两个五,而除了自身即十之外不再有别的十;要么,如果由于存在五就必然也存在十,那么型相的十就不会像他们所说的那样是唯一的,而是多数的。 至于文句中的“因为在十之中除了十自身外不存在另一个十”,其意如下:在自身即十的内部,并不存在除了自身即十本身之外的另一个十,以至于这个[十]会是由存在于自身即六、自身即七以及其余数之中的数所构成的。 而既然他们曾经主张,由一和未定之二首先产生自身即二,然后未定之二再次吸纳自身即二,立即生成另外两个二,他们声称自身即四便是由这两个二构成的;同样,未定之二再次吸纳自身即四,生成另外两个四,自身即八便由此产生(因为他们说未定之二是凡被吸纳之物的“成二者”,即倍加者;因为他们说,未定之二无论吸纳什么,都会将其倍加)——既然在他们之间习惯于这样说,亚里士多德便说,自身即四并非由随便什么二复合而成,而是由未定之二吸纳自身即二并将其倍加后所生成的二复合而成的。他在说了这话之后,并未附加上在他们的意见中随之产生的那些矛盾。 但矛盾其一在于,将存在许多型相的二;其二在于,不会像他们所希望的那样,自身即二是第一,自身即三是第二,自身即四是第三,依次类推;而是首先是自身即二,然后是自身即四,然后才是自身即三。因为正如他们所说,未定之二与自身即二一起,由于是成二者,首先生成能被平分为两半的数,如此一来,一被加到它们之中才生成奇数,所以根据他们的这种断言,偶数将是第一,奇数随后,从而自身即四将先于自身即三。然而,就他们又声称自身即二是第一、自身即三是第二、自身即四是第三等等而言,自身即三又将先于自身即四。 此外,他说,声称自身即二和自身即三是某种另外的本性——二是在两个单子之外,三是在三个单子之外——乃是荒谬的。
- 13.22οὐδὲ αἱ ἐν τῇ ἑξάδι καὶ τετράδι καὶ τριάδι καὶ ἑπτάδι, ἐξ ὧν ἡ δεκάς.
承前文条件从句中的动词 διαφέροιεν,此处在主句中省略了谓语动词,应补足理解为“六、四、三、七之中的单子也不会相异(οὐδὲ αἱ... μονάδες διαφέροιεν ἄν)”。关系从句 ἐξ ὧν ἡ δεκάς(构成十的)指代产生十的数的组合(6+4,3+7)。
- 13.22τοῦ γὰρ ληφθέντος παντὸς ταύτην εἶναι δυοποιόν
此句为附属于 ἔλεγον 的带不定词的宾格结构。宾格 ταύτην(未定之二)是主语,δυοποιόν 是谓语形容词。属格短语 τοῦ ληφθέντος παντός 为 δυοποιόν 所支配的宾格性属格,意为“将所吸纳的一切事物变成二元组(加倍者)”。
- 13.22ἐκ τῶν ἃς ἡ ἀόριστος δυὰς παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα πεποίηκε
在介词短语 ἐκ τῶν 的冠词 τῶν 之后省略了名词 δυάδων。阴性复数宾格关系代词 ἃς 与此被省略的先行词一致,并在关系从句中作动词 πεποίηκε 的直接宾语,结构为:“由未定之二吸纳自身即二并将其倍加后所生成的那些[二]复合而成”。
