- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:754.21-755.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1081b35,针对第三种假定(即同数中的单子无差别、异数中的单子不可比较)进行反驳,指出自身即十将陷入单子既同种又异种的矛盾。
" Εἰ δὲ αἱ μὲν ἐν ἄλλῳ διάφοροι, αἱ δ’ ἐν τῷ αὐτῷ ἀριθμῷ ἀδιάφοροι ἀλλήλαις μόναι, καὶ οὕτως οὐθὲν ἐλάττω συμβαίνει τὰ δυσχερῆ." Δείξας ὅτι οὔτε πᾶσαι αἱ ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς μονάδες ἀσύμβλητοί εἰσιν οὔτε πάλιν πᾶσαι συμβληταί, ἐνίσταται πρὸς τὸ λοιπὸν καὶ τρίτον τῆς διαιρέσεως τμῆμα, τὸ λέγον ὡς αἱ μὲν ἐν τῇ αὐτοτριάδι μονάδες ἔσονται συμβληταὶ πρὸς ἑαυτάς, ὁμοίως καὶ αἱ ἐν τῇ αὐτοδυάδι καὶ αὐτοτετράδι καὶ ἐν τοῖς λοιποῖς ἀριθμοῖς, αἱ δὲ ἐν τῇ αὐτοδυάδι πρὸς τὰς ἐν τῇ αὐτοτριάδι καὶ αὗται πρὸς τὰς ἐν τῇ αὐτοτετράδι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἀσύμβλητοι καὶ ἀνομοειδεῖς. εἰ δὴ οὖν, φησίν, αἱ μονάδες αἱ ἐν ἄλλῳ ἀριθμῷ, οἷον φέρε εἰπεῖν τῇ αὐτοτριάδι, ἀσύμβλητοί εἰσι καὶ ἀνομοειδεῖς πρὸς τὰς ἐν ἄλλῳ (τούτου γὰρ ὑπακουστέον)1 ἀριθμῷ μονάδας, οἷον τὰς ἐν τῇ αὐτοτετράδι, αἱ δὲ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ οὖσαι μονάδες τῇ αὐτοτετράδι ὁμοειδεῖς καὶ ἀδιάφοροι, πολλὰ ἕψεται ταύτῃ τῇ ὑποθέσει ἀδύνατα καὶ δυσχερῆ. εἰ γὰρ δυνατὸν τὰς ἐν ἑκάστῳ ἀριθμῷ συγκατατεταγμένας εἶναι ὁμοειδεῖς, τὰς δ’ ἐν ἄλλῳ πρὸς τὰς ἐν ἄλλῳ ἀνομοειδεῖς, ἐπειδὴ ἐν τῇ αὐτοδεκάδι (ταύτην γὰρ εἶπεν αὐτὴν δεκάδα) ἔνεισι δέκα μονάδες, καὶ σύγκειται καὶ ἡ αὐτοδεκὰς ἐκ τῶν δέκα μονάδων, ἀλλὰ καὶ ἐκ δυοῖν πεντάδοιν (δὶς γὰρ τὰ πέντε δέκα), καὶ οὐχ ὁ τυχὼν ἀριθμὸς οὐδ’ αἱ τυχοῦσαι κατ’ αὐτοὺς μονάδες ποιοῦσι τὴν αὐτοδεκάδα, ἀλλ’ αἱ ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνὸς γινόμεναι· εἰ δὴ οὖν ταῦθ’ οὕτως ἔχει, συμβήσεται τὰς ἐν τῇ αὐτοδεκάδι δέκα μονάδας καὶ συμβλητὰς εἶναι καὶ ἀσυμβλήτους. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ ᾧ τοῦτο ἠκολούθηκε. πῶς δὲ τὸ καὶ συμβλητὰς εἶναι καὶ ἀσυμβλήτους συμβαίνει, ὧδε ἔσται δῆλον. ἐπειδὴ γὰρ ὑπόκειται ὅτι αἱ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ οὖσαι μονάδες ἀδιάφοροί εἰσι καὶ ὁμοειδεῖς, πρὸς δὲ τὰς ἐν ἄλλῳ ἀνομοειδεῖς, καὶ οὐ μόνον ὑπόκειται ἀλλὰ καὶ ὡμολόγηται τοῖς τὰς ἰδέας τιθεμένοις, κατὰ δὴ τοῦτο ἔσονται ὁμοειδεῖς αἱ ἐν τῇ αὐτοδεκάδι μονάδες. ἐπειδὴ δὲ πάλιν ἐν αὐτῇ εἰσι καὶ δύο πεντάδες, ἔτι δὲ καὶ δυάς ἐστι καὶ τριάς ἐστι καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀκτὰς καὶ ἐννάς, ὑπόκειται δὲ ὅτι αἱ ἐν τῇ ὀκτάδι διάφοροί εἰσι πρὸς τὰς ἐν τῇ ἐννάδι καὶ αὗται πρὸς τὰς ἐν τῇ ἑπτάδι καὶ αἱ ἄλλαι ὁμοίως, κατὰ δὴ τοῦτο πάλιν ἔσονται ἀνομοειδεῖς καὶ ἀσύμβλητοι αἱ ἐν τῇ αὐτοδεκάδι μονάδες. ὥστε ὡς μὲν εἷς ἀριθμὸς ἡ δεκὰς ἕξει πάσας ὁμοειδεῖς, ὡς δὲ ἄλλης μὲν τῆς ἐν αὐτῇ πρώτης πεντάδος καὶ ἄλλης τῆς δευτέρας, ὁμοίως καὶ ἄλλης τῆς ἑξάδος καὶ ἄλλης τῆς ἐννάδος καὶ τῶν λοιπῶν, ἔσονται ἀνομοειδεῖς. τὸ δὲ τὰς αὐτὰς καὶ ὁμοειδεῖς εἶναι καὶ ὁμοφυεῖς, καὶ πάλιν ἀνομοειδεῖς, ἀδύνατον. καὶ ᾗ ἄρα τοῦτο ὑποθέσει ἠκολουθήκει ἀδύνατός ἐστιν.2 ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια οἶμαι αὕτη ἐστὶν, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα. ἀνάγκη, φησί, τὰς ἐν τῇ αὐτοδεκάδι μονάδας διαφέρειν, καὶ προσυπακουστέον τοῦ τοῦτο δὲ ἀδύνατον δειχθήσεται.3 καὶ εἰπὼν ὅτι ἀνάγκη διαφέρειν, τὴν αἰτίαν τῆς ἀνάγκης ἐπάγει λέγων εἰ γὰρ μὴ διαφέρουσιν, οὐδ’ αἱ δύο πεντάδες διοίσουσιν, ἐξ ὧν ἡ αὐτοδεκάς. τῶν γὰρ ἐν αὐταῖς μονάδων ἀδιαφόρων οὐσῶν πῶς ἂν αὗται διαφέροιεν;
“但是,如果在另一个[数]之中的单子是不同的,而唯独在同一个数之中的单子彼此之间没有差异,即便如此,所产生的困难也决不少。” 在表明了型相数中的一切单子既非全都不可比较,亦非全都可以比较之后,他反对划分中剩下的第三部分,即主张自身即三之中的单子彼此之间可以比较,自身即二、自身即四以及其余数之中的也是如此,但自身即二之中的单子相对于自身即三之中的,以及这些相对于自身即四之中的,在其他情况下也同样是不可比较且不同种的[立场]。他说,如果另一个数(比如设想为自身即三)之中的单子,相对于另一个(因为必须补充领会这一词)数之中的单子(比如自身即四之中的)是不可比较且不同种的,而在同一个且单一的数(自身即四)之中的单子则是同种且无差别的,那么根据这个假定,将产生许多不可能和困难。因为如果各数中同列的单子可能是同种的,而另一个[数]之中的相对于另一个[数]之中的是不同种的,那么既然在自身即十(因为他称之为“十本身”)之中存在十个单子,而且自身即十不仅由这十个单子复合而成,还由两个五复合而成(因为二乘五是十),并且照他们看来,构成自身即十的既不是随便什么数,也不是随便什么单子,而是由未定之二和一产生的单子;如果这些确实如此,就会导致自身即十之中的十个单子既是可以比较的,又是不可比较的。但如果这是不可能的,那么得出此结论的前提也是不可能的。至于既可以比较又不可比较是如何发生的,由此将变得明了。因为既然已设定在同一个且单一数之中的单子是无差别且同种的,而相对于另一个[数]之中的则是不同种的,而且这不仅是设定下来的,也为设立理念的人所赞同,那么依此而言,自身即十之中的单子将是同种的。但另一方面,既然其中还存在两个五,此外还有二、有三、有六、有七、有八和有九,并且设定了八之中的单子不同于九之中的,而这些不同于七之中的,其余的也同样,那么依此而言,自身即十之中的单子又将是不同种且不可比较的。因此,就十是一个数而言,它所包含的单子全都是同种的;但就其中的第一个五是一者、第二个五是另一者,六和九及其他数也同样是各自不同的而言,它们又将是不同种的。然而,同样的事物既同种同质,又反过来是不同种的,这是不可能的。因此,导致此结果的假定也是不可能的。我想,所说内容的要旨就是这个,但就字面文句而言则是如此:他说,自身即十之中的单子必然互有差异,并且应当补充领会“而这一点将被证明是不可能的”。在说了必然互有差异之后,他引出了这一必然性的原因,说:“因为如果它们没有差异,构成自身即十的那两个五也不会有差异。”因为如果它们之中的单子是无差别的,这些〔五〕又怎么可能有差异呢?
- 13.22τούτου γὰρ ὑπακουστέον
动词 ὑπακούω 在注疏文献中具有“补充领会未明言的文句”这一专门用法,支配所补充内容的属格(τούτου)。它指示读者补充领会亚里士多德原文(Εἰ δὲ αἱ μὲν ἐν ἄλλῳ διάφοροι)中所省略的 πρὸς τὰς ἐν ἄλλῳ。
- 13.22καὶ ᾗ ἄρα τοῦτο ὑποθέσει ἠκολουθήκει ἀδύνατός ἐστιν
文本中的 ἢ 系关系代词阴性单数与格 ᾗ 之误植,先行词 ὑπόθεσις 被吸收进关系从句中而作与格 ὑποθέσει,即理解为 ᾗ ἄρα τοῦτο ὑποθέσει ἠκολουθήκει(“因此,得出此结果的假定也是不可能的”,重申了上文的 εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ ᾧ τοῦτο ἠκολούθηκε)。主语为 ἡ ὑπόθεσις,谓语为 ἀδύνατός ἐστιν。
- 13.22προσυπακουστέον τοῦ τοῦτο δὲ ἀδύνατον δειχθήσεται
动词形容词 προσυπακουστέον(“应当额外补充领会”)支配中性单数属格冠词 τοῦ,将所引整句 τοῦτο δὲ ἀδύνατον δειχθήσεται 名词化。这是注疏者用来补充亚里士多德文本中未明言前提的专门构词法。
