← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§753.25-754.20

数的局部关系与未定之二生成说的破产

针对亚里士多德《形而上学》1081b14–34,亚历山大通过关于型相数中是否包含部分之数的两难困境,论证了以未定之二作为数的生成本原的柏拉图主义立场必然导致理论崩溃,并揭示了单子彼此相异这一假设的不可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.21#2

εἰ δὲ μή, μόριον ἔσται αὕτη ἡ δυάς, τουτέστιν εἰ δὲ τοῦτο φεύγοιεν καὶ οὐχ ὁμολογοῖεν ἄλλας εἶναι τὰς ἐν τῇ αὐτοτετράδι δυάδας παρὰ τὴν αὐτοδυάδα, ἐπειδὴ ὅλως δυάδες εὑρίσκονται ἐν τῇ αὐτοτετράδι, ἔσται μόριον ἡ αὐτοδυὰς τῆς αὐτοτετράδος, καὶ κατὰ πρόσθεσιν ἔσται ὁ ἀριθμὸς ἑτέρας δυάδος τῇ αὐτοδυάδι προστεθείσης καὶ οὕτως ἀποτελεσάσης τὴν αὐτοτετράδα. εἰ δὲ ἡ αὐτοτετράς ἐστιν ἐκ τῆς αὐτοδυάδος καὶ ἄλλης δυάδος, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἡ αὐτοδυὰς ὑποστήσεται ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ ἄλλου ἑνός· τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ δυὰς ἔσται ἐκ τοῦ ἑνὸς αὐτοῦ καὶ ἄλλου ἑνός. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε τὴν ἑτέραν ἀρχὴν ἀόριστον εἶναι δυάδα· τὸ γὰρ γεννώμενον ὑπὸ τῆς ἀορίστου δυάδος δυὰς ὤφειλεν εἶναι· νῦν δὲ οὐ δυὰς γεννᾶται ἀλλὰ μονάς, ἥτις σὺν τῷ ἑνὶ τὴν ὡρισμένην ἀποτελεῖ δυάδα, τουτέστι τὴν αὐτοδυάδα. εἰ οὖν μὴ δέξονται ἐν τῇ αὐτοτετράδι δύο εἶναι δυάδας παρὰ τὴν αὐτοδυάδα, ἕπεται αὐτοῖς κατὰ πρόσθεσιν εἶναι τὸν ἀριθμὸν καὶ ἀνῃρῆσθαι τὴν ἑτέραν τῶν ἀρχῶν. ἐν δὲ τῇ λέξει τῇ μονάδα γὰρ μίαν γεννᾷ ἀλλ’ οὐ δυάδα ὡρισμένην ὑπερβατῶς ἀναγνωστέον οὕτως· ‘μονάδα γὰρ ὡρισμένην γεννᾷ ἀλλ’ οὐ δυάδα’.1 Ταῦτα εἰπὼν λέγει ἔτι παρὰ τὴν αὐτοτριάδα καὶ τὴν αὐτοδυάδα πῶς ἔσονται ἄλλαι τριάδες καὶ δυάδες; εἴτε οὖν εἰσιν ἄλλαι τριάδες αἱ ἐν τῇ ἑξάδι παρὰ τὴν αὐτοτριάδα, οὐκ ἔσται μία ἡ εἰδητικὴ τριὰς ἀλλὰ πλείους, εἴτε οὖν αἱ αὐταί εἰσί πως καὶ ὁμοειδεῖς ταῖς ἐν τῇ αὐτοτριάδι, κατὰ πρόσθεσιν ἔσονται οἱ ἀριθμοὶ καὶ ἀναιρεῖται ἡ ἀόριστος δυάς. ἀλλὰ καὶ τίνα τρόπον δυνατὸν ἐκ προτέρων μονάδων καὶ ὑστέρων συγκεῖσθαι τοὺς ἀριθμούς; τὸ γὰρ πρότερον καὶ ὕστερον κατὰ εἰδοποιούς, ὡς πολλάκις εἴρηται, ὁρᾶται διαφοράς· μονὰς δὲ μονάδος τίνι ἂν διαφέροι; ἴσως αὐτοὶ ἂν ἴδοιεν, ἡμεῖς γὰρ οὐχ ὁρῶμεν. ὥστε εἰ πάντα ταῦτα ἀδύνατα καὶ πλασματώδη, ἀδύνατον εἶναι πρώτην τὴν αὐτοδυάδα, εἶτα τὴν αὐτοτριάδα. ἀλλὰ κατὰ μὲν τὴν ἀλήθειαν ἀδύνατον τοῦτο· ἀναγκαῖον δὲ πάλιν πρώτην εἶναι τὴν αὐτοδυάδα, καὶ εἶτα τὴν τριάδα καὶ ἐφεξῆς, εἴπερ εἰσὶν ἀρχαὶ καὶ στοιχεῖα τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἐπεὶ δὲ πάλιν ἀδύνατα πολλὰ συμβαίνει τούτων ὑποκειμένων ὡς ἀρχῶν καὶ στοιχείων, ἀδύνατον ἀρχὰς εἶναι αὐτάς. καὶ συμπεραίνεται λέγων εἰ μὲν οὖν διάφοροι αἱ μονάδες ὁποιαισοῦν, τοιαῦθ’ ἕτερα συμβαίνει ἐξ ἀνάγκης.

“否则,这一个二就将成为部分”,也就是说,如果他们避开这一点,不承认自身即四之中的二不同于自身即二,那么既然自身即四之中毕竟发现了二,自身即二就将成为自身即四的部分,并且由于另一个二被加到自身即二上并以此完成自身即四,数就将是通过相加而构成的。但是,如果自身即四是由自身即二和另一个二构成的,那么根据同样的比例,自身即二也将由本原的一和另一个一构成;因为“并且二将由一本身和另一个一构成”所表明的正是这一点。如果真是这样,另一本原就不可能是未定之二;因为由未定之二所产生的原本应当是二;但现在所产生的并不是二,而是一个单子,它与一结合构成了规定的二,即自身即二。因此,如果他们不接受在自身即四中除了自身即二之外还有两个二,那么对他们来说推得的结论就是:数是通过相加构成的,并且本原中的另一方被否定了。而在“因为[未定之二]产生一个单子,而不是规定的二”这句话中,应当通过倒置理解为:“因为[未定之二]产生规定的单子,而不是二”。在说了这些之后,他又说:“此外,除了自身即三和自身即二之外,怎么还会有其他的三和二呢?”因此,如果六之中的三不同于自身即三,型相的三就不是一个而是多个;或者,如果它们在某种程度上与自身即三之中的相同且同种,数就将是通过相加构成的,而未定之二就被否定了。但是,数又怎么可能由在前和在后的单子复合而成呢?因为正如屡次指出的那样,在前和在后是根据种差而被看待的;但单子与单子能因什么而不同呢?也许他们自己能看出来,反正我们是看不出来的。因此,如果所有这些都是不可能的和虚构的,那么自身即二在先、然后自身即三在后就是不可能的。然而按照真理,这是不可能的;但如果一与未定之二确实是本原和元素,那么反过来,自身即二在先、然后是三以及依序排列,又是必然的。但既然将这些作为本原和元素设定下来又会引出许多荒谬,它们就不可能是本原。最后他总结道:“因此,如果无论哪种单子都是互有差异的,必然会产生诸如此类的其他结果。”

语法注1 条
  1. 13.21μονάδα γὰρ μίαν γεννᾷ ἀλλ’ οὐ δυάδα ὡρισμένην ὑπερβατῶς ἀναγνωστέον οὕτως· ‘μονάδα γὰρ ὡρισμένην γεννᾷ ἀλλ’ οὐ δυάδα’

    在亚里士多德的原句“μονάδα γὰρ μίαν γεννᾷ ἀλλ’ οὐ δυάδα ὡρισμένην”中,形容词 ὡρισμένην 在语法上与 δυάδα(阴性单数宾格)一致。但亚历山大根据论证逻辑(未定之二在此产生的应当是被规定的单子而非二),指出此处存在语序倒置(hyperbaton),应将其理解为修饰 μονάδα,即“产生规定的单子,而非二”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:753.25-754.20