← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§752.31-753.25

相加生成数与型相数的不可能

注解者阐释了亚里士多德在《形而上学》1081b10中的论证,即无论单子是否可组合型相数都无法成立,并将通过相加形成数与柏拉图派通过加倍生成数的争论解释为一种自我反驳与简要解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.21#1

" Φανερὸν δὲ ὅτι οὐκ ἐνδέχεται, εἰ ἀσύμβλητοι πᾶσαι αἱ μονάδες, δυάδα εἶναι αὐτὴν καὶ τριάδα." Οὐ δύναται, φησίν, εἶναι ὁ εἰδητικὸς ἀριθμός, τουτέστιν ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριάς, ἀσυμβλήτων ὑποτεθεισῶν τῶν μονάδων· ᾧ ἕπεται τὸ μὴ εἶναι τὸν εἰδητικὸν ἀριθμόν. ἀλλὰ τοῦτο μὲν ἀφῆκεν, ἐπήνεγκε δὲ ὅτι κἂν τε συμβληταὶ ὦσι κἄντε ἀσύμβλητοι αἱ μονάδες, δεῖ μὴ εἶναι τὴν αὐτοτριάδα, τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖσθαι,1 οἷον τὴν δυάδα προσλαβοῦσαν μονάδα τριάδα γενέσθαι· τούτων δὲ ὄντων ἀδύνατον τὴν τῶν ἀριθμῶν γένεσιν εἶναι, ὥς φασιν, ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός, ἀλλὰ κατὰ πρόσθεσιν· ὥστε ἀναγκαῖον πολλάς τε διὰ τοῦτο εἶναι δυάδας ἔν τε τῇ ἑξάδι καὶ ὀκτάδι καὶ δωδεκάδι, μόριόν τε εἶναι τὴν δυάδα, τριάδος μὲν τὸ δίμοιρον, τετράδος δὲ τὸ ἥμισυ· τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι τοιοῦτον· γεννᾶται γὰρ κατ’ αὐτοὺς ἐκ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος, καὶ ἕκαστος αὐτῶν εἷς ἐστι καὶ οὐδεὶς αὐτῶν κατ’ αὐτοὺς ἄλλου μόριον γίνεται, οὔτε ἡ αὐτοδυὰς τῆς αὐτοτριάδος, οὔτε ἄλλη ὁποιαοῦν ἄλλης ὁποιασούν. ταῦτα εἰπὼν ἔνστασίν τινα πρὸς ἑαυτὸν ἐπάγει διὰ τοῦ ἀλλ’ ἐκ τῆς δυάδος τῆς πρώτης καὶ τῆς ἀορίστου δυάδος ἐγίνετο ἡ τετράς. ὃ δέ φησι τοιοῦτόν ἐστιν. ἀλλ’ ἐκεῖνοι ἐκ τῆς αὐτοδυάδος (ταύτην γὰρ καλεῖ πρώτην δυάδα) καὶ τῆς ἀρχικῆς δυάδος, ἣν ἀόριστον καλεῖ δυάδα, ἀπετέλουν τὴν τετράδα, οὐ συντιθέντες αὐτὰς οὐδὲ κατὰ πρόσθεσιν αὔξοντες, ἀλλὰ τῆς ἀορίστου δυάδος διπλασιασάσης τὴν αὐτοδυάδα καὶ οὕτως ἀποτεκούσης τὴν τετράδα, ὥστε οὐκ ἂν τὸν ἐκεῖ ἀριθμὸν κατὰ πρόσθεσιν ἀποτελοῖεν. ταῦτα ἑαυτῷ ὥσπερ ἔνστασιν κομίσας λύει τὴν ἔνστασιν γοργῶς καὶ ἀσαφῶς διὰ τοῦ δύο δυάδες παρ’ αὐτὴν τὴν δυάδα. λέγει δ’ αὐτὴν τὴν δυάδα τὴν αὐτοδυάδα. δύο οὖν, φησίν, εὑρίσκονται ἐν τῇ αὐτοτετράδι δυάδες παρ’ αὐτὴν τὴν δυάδα, τουτέστι παρὰ τὴν αὐτοδυάδα. ἀλλὰ τὸ μὲν τῆς λέξεως τοιοῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ χρὴ προσυπακούειν τοῦ ἀλλ’ εἰ καὶ μὴ κατὰ πρόσθεσιν αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν,2 ἀλλ’ οὖν ἐν τῇ αὐτοτετράδι δύο δυάδας ὁμολογήσουσιν εἶναι παρὰ τὴν αὐτοδυάδα· ὥστε ἔσονται τρεῖς εἰδητικαὶ δυάδες καὶ οὐ μία· μία μὲν ἡ αὐτοδυὰς καὶ αἱ ἕτεραι δύο αἱ ἐν τῇ αὐτοτετράδι.

“并且显而易见的是,如果所有单子都是不可组合的,那么就不可能存在自身即二和自身即三。” 他说,如果假定单子是不可组合的,那么型相数——即自身即二和自身即三——就不可能存在;由此推得型相数不存在。但他放下了这一点,进而指出:无论单子是可组合的还是不可组合的,自身即三必定不存在,这是因为一切数都是通过相加而被计数并完成的,例如二在接纳了一个单子之后生成三。既然这些事情是如此,数的生成就不可能如他们所说的那样出于未定之二和一,而是必须通过相加;因此,由此必然在六、八和十二中存在许多个二,并且二是一个部分,即三的三分之二和四的一半。但在型相数中没有任何类似的事情;因为按照他们,型相数是由单子和未定之二产生的,并且它们中的每一个都是单一的,按照他们,它们之中没有任何一个成为另一个的部分,自身即二既不成为自身即三的[部分],任何其他数也不成为任何其他数的[部分]。在说了这些之后,他通过“但四是由第一的二和未定之二生成的”这一语句引出了一个针对他自己的反对意见。而他的意思如下:他们是由自身即二(因为他称此为第一的二)和本原的二(他称之为未定之二)来完成四的,既不是把它们复合起来,也不是通过相加来增加,而是通过未定之二使自身即二加倍,并以此种方式产生四,因而他们在那里的数并不是通过相加来完成的。他将这些事情作为反对意见提出之后,通过“除了二本身之外还有两个二”这一语句简短而晦涩地化解了这一反对意见。而他用“二本身”指的是自身即二。因此他说,在自身即四中,除了二本身(即除了自身即二)之外,还发现了两个二。字面的表述固然是如此;但他所要表达的意思则是:必须心领神会地补充:“但是,即使他们不主张通过相加来完成数,但无论如何他们都会承认在自身即四中除了自身即二之外还存在两个二”;因此将会有三个型相的二而不是一个——一个即自身即二,另外两个则是自身即四之中的那两个。

语法注2 条
  1. 13.21τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖσθαι

    表原因的与格冠词不定式结构(τῷ + 不定词),解释了前文“无论单子是可组合的还是不可组合的,自身即三必定不存在”这一结论的理由。

  2. 13.21ἀλλὰ χρὴ προσυπακούειν τοῦ ἀλλ’ εἰ καὶ μὴ κατὰ πρόσθεσιν αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν

    动词 προσυπακούειν 意为“心领神会地补出”,支配表所补内容的属格,属格冠词 τοῦ 将所补充的语句(ἀλλ’ εἰ καὶ μὴ...)名词化。注解者指出,对于亚里士多德极简略的字面表达(δύο δυάδες παρ’ αὐτὴν τὴν δυάδα),应当补出以转折与让步条件从句(ἀλλ’ εἰ καὶ...)起首的语句来理解其论证脉络。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:752.31-753.25