- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:751.33-752.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者根据亚里士多德在1081a29及后续的论证,推演了自身即四的单子非同时生成所导致的荒谬后果,并阐明柏拉图主义者的假说必然导出单子不可组合以及本原优先次序上的内在矛盾(如单子与二皆被视为第一)。
ἀλλὰ κἂν πάλιν τῶν τῆς αὐτοδυάδος δύο μονάδων καὶ τοῦ πρώτου ἑνὸς οὐσῶν ὑπονοήσωμεν ὅτι ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἀορίστου δυάδος γέγονε καὶ ἕτερον, μεθ’ οὗ καὶ τῶν ὑπονοουμένων λοιπῶν τριῶν μονάδων ἡ αὐτοτριὰς γενέσθαι ὀφείλει, ἔσονται μὲν τέτταρες μονάδες, τό τε πρῶτον καὶ ἀρχικὸν ἓν καὶ αἱ δύο τῆς αὐτοδυάδος καὶ ἡ ἤδη γεγονυῖα, ἥτις μέρος ὀφείλει γενέσθαι τῆς γενησομένης αὐτοτετράδος· εἰ δὴ τοῦτο ὑπονοήσομεν, τέτταρα μὲν ἔσται, τετρὰς δὲ οὐδαμῶς· οὔπω γὰρ γεγόνασι καὶ αἱ λοιπαὶ τρεῖς μονάδες τῆς γενέσθαι μελλούσης αὐτοτετράδος. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ταῦτα εἰπὼν ἐπάγει οὐδεὶς τῶν περὶ ἀριθμοὺς εἰρηκότων ἀσυμβλήτους τὰς μονάδας εἴρηκεν· ὅμως δὲ κατὰ μὲν τὰς ἐκείνων ὑποθέσεις εὔλογον ἀσυμβλήτους εἶναι τὰς μονάδας, κατὰ δὲ τὴν ἀλήθειαν ἀδύνατον. τίς γὰρ διαφορὰ μονάδος πρὸς μονάδα; καὶ δείκνυσιν ὅπως εὔλογόν ἐστι κατὰ τὰς ἐκείνων ὑποθέσεις ἀσυμβλήτους εἶναι τὰς μονάδας τοῦτον τὸν τρόπον· εἰ γάρ ἐστιν ἓν πρῶτον κατ’ αὐτοὺς καὶ πρώτη μονάς, ἐξ ἧς μονάδος καὶ ἄλλης, ὡς εἴρηται, γίνεται ἡ αὐτοδυάς, ἔστι δὲ κατ’ αὐτοὺς καὶ πρώτη δυάς, πᾶσα ἀνάγκη καὶ δεύτερον ἓν εἶναι καὶ δευτέραν μονάδα καὶ δευτέραν δυάδα· εἰ γὰρ πρώτη, ἀνάγκη καὶ δευτέραν· τὰ γὰρ πρῶτα δευτέρων ἐστὶ πρῶτα, καὶ ταῦτα τρίτων. ἀλλὰ μὴν εἰ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη καὶ τὰς μονάδας διαφόρους εἶναι καὶ ἀσυμβλήτους· ἄλλη γὰρ ἡ τρίτη καὶ ἄλλη ἡ δευτέρα καὶ αἱ λοιπαὶ ὁμοίως. εἰ γάρ εἰσιν ἀδιάφοροι καὶ συμβληταί, τί μᾶλλον αὕτη πρώτη ἐστὶν ἀλλ’ οὐχ αὕτη τοῦ πρωτείου τετύχηκε, καὶ διὰ τί αὕτη μὲν ἀτυχής ἐστι τοῦ πρώτου ἐκείνη δὲ τούτου τετύχηκε; τὸ δὲ ἅμα δὲ ἀμφότερα λέγειν, μονάδα τε μετὰ τὸ ἓν πρώτην εἶναι καὶ τὰ ἑξῆς διὰ μέσου παρέρριπται σκωπτικὸν ὂν ὡς καὶ τῶν περὶ τὰς ἀρχὰς ἀνακολούθως ἑαυτοῖς γινομένων.1 εἰ γάρ ἐστιν ἡ μονὰς πρώτη, πῶς ἔσται καὶ ἡ δυὰς πρώτη κατὰ τὸν αὐτὸν λόγον; εἰ γὰρ τὴν πρώτην τάξιν καὶ τὸ κυρίως πρῶτον ἡ μονὰς ἐκληρώσατο, πῶς καὶ ἡ δυὰς τοῦ αὐτοῦ ἂν μετάσχοι πρώτου; ἢ γὰρ τοῦ κυρίως πρώτου τὸ ἓν εὐμοίρηκε καὶ ἐστέρηται τούτου ἡ δυὰς καὶ οἱ λοιποὶ ἀριθμοί, ἢ ἡ δυὰς τούτου τέτευχε καὶ τὸ ἓν οὐκ ἔσται πρῶτον. τὸ δὲ οἱ δὲ ποιοῦσι μονάδα μὲν καὶ ἓν πρῶτον, δεύτερον δὲ καὶ τρίτον οὐκέτι συνεχές ἐστι τῷ ἐστὶ δὲ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον καὶ οὕτω,2 καὶ εἴη ἂν λέγων ὅτι κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον δεύτερόν τι εἶναι καὶ τρίτον, οἱ δὲ μονάδα μὲν καὶ ἓν πρῶτον ποιοῦσι, δεύτερον δὲ καὶ τρίτον οὐκέτι, καὶ δυάδα πρώτην, δευτέραν δὲ καὶ τρίτην οὐκέτι.
然而,即使在自身即二的两个单子和第一的一存在的情况下,我们再次设想从第一的一和未定之二中也产生了另一个东西,并且自身即四应当与它以及所设想的其余三个单子一同产生,那么将会有四个单子——即第一且本原的一、自身即二的两个单子,以及已经产生的单子(它应当成为即将生成的自身即四的部分)。如果我们确实如此设想,将会有四个事物,但决不会有四;因为即将生成的自身即四的其余三个单子也尚未产生。其余诸数的情况亦复如是。在说了这些之后,他接着说:“在谈论过数的人当中,没有人说过单子是不可组合的;然而,按照他们的假说,单子不可组合是合乎情理的,但依真理而言却是不可能的。”因为单子与单子之间究竟有何区别?他以如下方式表明,按照他们的假说单子不可组合是合乎情理的:因为如果按照他们,存在第一的一和第一的单子(正如所说,自身即二是由该单子与另一个单子产生的),并且按照他们也存在第一的二,那么极其必然地,也存在第二的一、第二的单子和第二的二;因为如果有第一,必然也有第二;因为第一者乃是第二者的第一,而第二者乃是第三者的[第一]。然而,如果这些事情是如此,那么单子彼此不同且不可组合也是必然的;因为第三者是一样,第二者是另一样,其余各者亦复如是。因为如果它们是无差别的且可组合的,为什么这个单子更应当是第一,而那个单子没有获得首位?为什么这个单子未能获得第一,而那个单子却获得了它?另一方面,“但同时说两者,即在一之后单子是第一,等等”这一句乃是作为讽刺被插入其间的,意指关于本原的事情也是自相矛盾的。因为如果单子是第一,根据同样的道理,二又怎能也是第一?因为如果单子被分配了第一的位置和严格意义上的第一,二又怎能分有同样的第一?因为要么是一享有严格意义上的第一,而二与其余各数被剥夺了它;要么是二获得了它,而一将不再是第一。至于“但他们使单子和一为第一,却不再〔设定〕第二和第三”这句话,乃是与“然而按照他们的本原,即使如此也是合乎情理的”相承接的,他的意思大概是:按照他们的本原,存在某种第二和第三是合乎情理的,但他们使单子和一为第一,却不再[使之有]第二和第三,并且使二为第一,却不再[使之有]第二和第三。
- 13.20διὰ μέσου παρέρριπται σκωπτικὸν ὂν ὡς καὶ τῶν περὶ τὰς ἀρχὰς ἀνακολούθως ἑαυτοῖς γινομένων
διὰ μέσου παρέρριπται 表明亚里士多德文句(1081b2–3)是作为插入语置于论证主脉络之中的。分词 ὂν 为主格中性单数,作前面带有冠词的不定词从句(τὸ δὲ ἅμα...)的表语,而 ὡς 引导属格独立结构(τῶν περὶ τὰς ἀρχὰς ἀνακολούθως ἑαυτοῖς γινομένων),用以说明讽刺(σκωπτικόν)的意图与缘由。
- 13.20τὸ δὲ οἱ δὲ ποιοῦσι μονάδα μὲν καὶ ἓν πρῶτον, δεύτερον δὲ καὶ τρίτον οὐκέτι συνεχές ἐστι τῷ ἐστὶ δὲ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον καὶ οὕτω
此处的句法骨架为“τὸ δὲ [引文A] συνεχές ἐστι τῷ [引文B]”(引文A与引文B相承接)。中性冠词 τὸ 与 τῷ 将亚里士多德文本中的两段文句名词化。注解者以此澄清在插入语之后,论证的思路应当重新衔接回何处。
