← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§751.1-751.33

单子相继生成假说与形式数的荒谬推论

亚历山大就亚里士多德《形而上学》1081a29进行注解,讨论了单子相继产生这一假说所导致的难题。他指出,若单子依序生成,就会导致虽然存在单子的聚集(两个或三个单子),却不存在相应的数本身(自身即二或自身即三)这一荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.20#1

" Ἔτι ἐπειδή ἐστι πρῶτον μὲν αὐτὸ τὸ ἕν, ἔπειτα τῶν ἄλλων ἐστί τι πρῶτον ἕν, δεύτερον δὲ μετ’ ἐκεῖνο." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἐὰν αἱ τῆς αὐτοδυάδος μονάδες καὶ τῆς αὐτοτριάδος καὶ τῶν λοιπῶν οὐχ ἅμα γεννῶνται ἀλλ’ ἡ μὲν πρότερον ἡ δ’ ὕστερον γεννᾶται ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, θετέον ὅτι ἡ μὲν μία μονὰς τῆς μελλούσης γενέσθαι αὐτοδυάδος γέγονεν, ἡ δὲ λοιπὴ οὔπω. ἀλλ’ εἰ τοῦτο, συμβαίνει μονάδας μὲν εἶναι δύο, τό τε ἀρχικὸν ἓν καὶ αὐτὴν τὴν ἤδη γεγονυῖαν μονάδα καὶ μέρος γενέσθαι μέλλουσαν τῆς γενησομένης αὐτοδυάδος, δυάδα δὲ μὴ εἶναι. οὔπω γάρ, ὡς ἡ ὑπόθεσις, γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ ἡ ἑτέρα μονάς, ἵνα συντεθεῖσα μετὰ τῆς προγεγονυίας ἀποτελέσωσι τὴν αὐτοδυάδα.1 ἀλλὰ κἂν τῆς λοιπῆς γεγονυίας μονάδος καὶ τῆς αὐτοδυάδος ἀπαρτισθείσης εἶναι μὲν τρεῖς μονάδας ἀναγκαῖον, τό τε πρῶτον ἓν καὶ τὰς λοιπὰς δύο, αἳ μέρος εἰσὶ τῆς αὐτοδυάδος, αὐτοτριάδα δὲ μὴ εἶναι· οὔπω γὰρ κἀνταῦθα ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ἕτεραι τρεῖς μονάδες γεγόνασιν, ἀσύμβλητοι μὲν οὖσαι διὰ τὴν ὑπόθεσιν πρὸς τὰς τῆς αὐτοδυάδος μονάδας, γεννητικαὶ δὲ τῆς αὐτοτριάδος. ἀλλ’ ἄτοπον καὶ ἀδύνατον τὸ τρία μὲν εἶναι λέγειν, τριάδα δὲ μὴ εἶναι. τὰ αὐτὰ δὲ συμβήσεται καὶ ἐπὶ τῶν λοιπῶν ἀριθμῶν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. ἐπειδή ἐστι πρῶτον μὲν αὐτὸ τὸ ἕν (λέγει δὲ αὐτὸ τὸ ἓν τὸ ἀρχικὸν ἕν, μεθ’ οὗ καὶ τῆς ἀορίστου δυάδος γεννᾶται κατ’ αὐτοὺς ἡ αὐτοδυὰς καὶ οἱ λοιποὶ ἀριθμοί), μετὰ τὸ ἕν, ὃ πρῶτον καλεῖ, ἔσται καὶ δεύτερον ἕν, ὃ δεύτερον τοῦ πρώτου καὶ ἀρχικοῦ ἑνὸς λέγει, τὴν τῆς αὐτοδυάδος, ὡς ἡ ὑπόθεσις, προγεγονυῖαν μονάδα· αὕτη γὰρ τοῦ μὲν ἀρχικοῦ καὶ πρώτου ἑνός ἐστι δευτέρα, τῆς δὲ μελλούσης γενέσθαι μονάδος, μεθ’ ἧς ἂν καὶ ἀπαρτίσοι τὴν αὐτοδυάδα, πρώτη· τρίτον δὲ ἓν τὸ δεύτερον μὲν μετὰ τὸ δεύτερον, τρίτον δὲ μετὰ τὸ πρῶτον, λέγει τὴν μήπω γεγονυῖαν τῆς γενησομένης αὐτοδυάδος μονάδα.2 ταύτης γὰρ τῆς αὐτοδυάδος τὸ μὲν προγεγονὸς ἕν ἐστι δεύτερον τοῦ ἀρχικοῦ ἑνός, τὸ δὲ δεύτερον αὐτῆς ἓν τοῦ μὲν προγεγονότος τῆς αὐτοδυάδος ἑνός ἐστι δεύτερον, τοῦ δὲ πρώτου καὶ ἀρχικοῦ ἑνὸς τρίτον. ὥστε ἔσονται τρεῖς μονάδες, τρία δὲ οὐκ ἔσται ἐξ ὧν ἡ τριὰς συμπλέκεται καὶ συνίσταται· ὅπου γὰρ τρία, εὐθὺς κατὰ τὸ ἀληθὲς καὶ τριάς.

“此外,既然首先存在自身即一,其次在其余事物中存在着某个第一的一,在其后存在着第二[的一]。” 所言之意乃是如此:如果自身即二的单子、自身即三的单子以及其余各数的单子并非同时产生,而是一者较先、另一者较后地由一和未定之二产生,那么就必须假定,将要生成的自身即二之中的一个单子已经产生,而其余的单子尚未产生。但如果是这样,得出的结论便是有两个单子,即本原的一以及已经产生且将成为即将生成的自身即二之部分的单子本身,然而却没有二。因为按照假说,另一个单子也尚未从一和未定之二中产生,以便与先产生的单子结合起来构成自身即二。不仅如此,即使其余的单子产生且自身即二得以完备,必然存在三个单子,即第一的一与其余两个单子(它们是自身即二的部分),然而却没有自身即三;因为在此处,另外三个单子——它们根据假说对于自身即二的单子而言是不可组合的,但能产生自身即三——也尚未由第一的一和未定之二产生出来。然而,说存在三个东西却没有三,乃是荒谬且不可能的。同样的情况也将在其余诸数上发生。所说之事的思想大致如此;而就字句而言,则如下所示:“既然首先存在自身即一”(他所说的“自身即一”是指本原的一,按照他们的说法,自身即二以及其余诸数乃是与本原的一和未定之二一同产生的),在他称为第一的一之后,也将有“第二的一”——他所谓相对于第一且本原的一为第二者,按照假说,乃是自身即二中先产生的单子;因为这相对于本原且第一的一而言是第二,但相对于将要产生的单子——它与之一同完备自身即二——而言则是第一;而对于“第三的一”,即在第二者之后居第二、在第一者之后居第三者,他是指即将生成的自身即二中尚未产生的单子。因为在这个自身即二之中,先产生的一相对于本原的一而言是第二,而它的第二的一相对于自身即二中先产生的一而言是第二,相对于第一且本原的一而言则是第三。因此,将会有三个单子,却不会有三由之编织而成并构成的三个事物;因为何处有三个事物,何处依据真理立即也就有三。

语法注2 条
  1. 13.20ἵνα συντεθεῖσα μετὰ τῆς προγεγονυίας ἀποτελέσωσι τὴν αὐτοδυάδα

    目的从句的主语 ἡ ἑτέρα μονάς 为单数阴性,但动词 ἀποτελέσωσι 却为第三人称复数。这是由于主语连同介词短语 μετὰ τῆς προγεγονυίας(与先产生的单子一同)在语义上构成了复数单位,从而形成的依意合应(constructio ad sensum)。

  2. 13.20τρίτον δὲ ἓν τὸ δεύτερον μὲν μετὰ τὸ δεύτερον, τρίτον δὲ μετὰ τὸ πρῶτον, λέγει τὴν μήπω γεγονυῖαν τῆς γενησομένης αὐτοδυάδος μονάδα

    动词 λέγει 采用双宾格构式。其直接宾语为后置的 τὴν μήπω γεγονυῖαν ... μονάδα(尚未产生的单子),而前置的短语 τρίτον δὲ ἓν τὸ δεύτερον μὲν μετὰ τὸ δεύτερον, τρίτον δὲ μετὰ τὸ πρῶτον(在第二之后居第二、在第一之后居第三的第三的一)则作补足宾格(述语宾格)。由于语序倒置,述语部分置于动词之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:751.1-751.33