- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:749.35-750.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德用以驳斥单子完全不可组合性的析取论证(即单子究竟是同时产生还是相继产生):若同时产生,单子必然是无差别的,从而与不可组合性矛盾;若相继产生,则自身即二相对于其组成部分将陷入既较先又较后的悖论,同时亚历山大还通过补充文句对文本的语法结构进行了梳理。
ἐκ διαιρέσεως δὲ δείκνυσι τοιαύτης ὅτι οὐκ εἰσὶν αἱ πᾶσαι μονάδες ἀσύμβλητοι· εἰ γάρ εἰσιν ἀσύμβλητοι, ἢ ἅμα γίγνονται ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος αἱ ἐν τῇ αὐτοδυάδι μονάδες καὶ αἱ ἐν τῇ αὐτοτριάδι καὶ αἱ τῶν ἄλλων ἀριθμῶν ὁμοίως, ἢ πρῶτον μὲν γίνεται ἡ μία μονάς, εἶτα ἡ ἑτέρα, καὶ τότε συντίθενται καὶ ἀποτελοῦσι τὴν αὐτοδυάδα. ἀλλ’ ἐὰν ἅμα γεννῶνται αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ ἤτοι τῇ αὐτοδυάδι μονάδες καὶ αἱ ἐν τῇ αὐτοτριάδι καὶ αἱ ἐν τοῖς ἄλλοις ἀριθμοῖς, οὐκ ἔσονται ἀσύμβλητοι ἀλλὰ συμβληταὶ καὶ ἀδιάφοροι· τὰ γὰρ ἅμα ἐκ τῶν ἀρχῶν γεννώμενα, ὡς καὶ αὐτοί φασιν, ἀδιάφορά ἐστιν. ψεῦδος ἄρα τὸ πάσας λέγειν ἀσυμβλήτους· εἰ γὰρ καὶ τὰς ἐν τῇ δυάδι λέγοι τις μονάδας ἀσυμβλήτους εἶναι πρὸς τὰς ἐν τῇ τριάδι, ὅπερ καὶ αὐτὸ ἀδύνατον δείξει, ἀλλὰ πρὸς ἑαυτὰς αἱ ἐν τῇ δυάδι οὐκ ἔσονται ἀσύμβλητοι· ὁμοίως οὐδὲ αἱ ἐν τῇ αὐτοτριάδι. ὥστε δεῖ πρὸ τῆς λέξεως τῆς ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται ἔξωθεν προσυπακούειν τοῦ ἀδύνατον δὲ πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους·1 εἶτα ὡς προσκατασκευαστικὸν τοῦ ἀδύνατον πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους ἐπάγειν τὸ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται. ἀλλὰ κἀν ταύτῃ τῇ λέξει ἐλλείπει ὁ ἢ σύνδεσμος· ἔδει γὰρ οὕτως εἶναι γεγραμμένον ἢ γὰρ ἅμα αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται· ἐρεῖ γὰρ προϊὼν ‘ἢ οὐχ ἅμα.’ ὥστε σαφεστάτη ἂν ἦν ἡ λέξις, εἰ οὕτω πως εἶχεν ‘ἀδύνατον δὲ πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους· ἢ γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται ἅμα ἢ οὐχ ἅμα.’ ἀλλὰ τὰ μὲν τῆς λέξεως οὕτως ἐχρῆν ἔχειν οἶμαι τοιαῦτα· αὐτὸς δὲ μέμνηται καὶ ῥημάτων τοῦ Πλάτωνος λέγων εἴτε ὥσπερ ὁ πρῶτος εἰπών· ἐξ ἀνίσων γὰρ ἰσασθέντων ἐγένοντο, δεικνὺς ὅτι κατ’ ἐκεῖνον ἕκαστος τῶν ἀριθμῶν ἅμα πᾶς γεννᾶται ὑπὸ τῶν ἀρχῶν, καὶ οὐχὶ πρῶτον μὲν ἡ μία μονὰς ὕστερον δὲ ἡ ἄλλη· αὐτὸς δὲ διὰ τὸ πλῆρες τῆς διαιρέσεως ἐπισκέπτεται καὶ τὸ λοιπὸν τὸ λέγον ‘ἢ οὐχ ἅμα.’ τὸ δὲ ἐξ ἀνίσων ἰσασθέντων τοιοῦτόν ἐστιν. δοκεῖ ὁ Πλάτων λέγειν ὅτι ἐπειδὴ ἐκ τῆς ἀορίστου δυάδος, ἥτις καθὸ ἀόριστος ἄνισός ἐστιν, οἱ ἀριθμοὶ γίνονται, ἄνισοί εἰσιν, ἰσάζονται δὲ ὑπὸ τοῦ ἀρχικοῦ ἑνός· ὥστε ἐπειδὴ ἅμα γεννῶνται, δῆλον ὡς ἀδιάφοροί εἰσιν. εἰ δὲ ἀσυμβλήτων οὐσῶν τῶν ἐν τῇ δυάδι μονάδων ἐστὶν αὐτῶν ἡ μὲν προτέρα ἡ δὲ δευτέρα (οὐ γὰρ δὴ ἅμα διάφοροι καὶ ἀσύμβλητοι οὖσαι ἀπὸ τῶν ἀρχῶν προΐασι),2 καὶ ἡ αὐτοδυὰς προτέρα μὲν ἔσται τῆς νεωτέρας μονάδος, νεωτέρα δὲ τῆς προτέρας· μῖξις γάρ ἐστι τῶν δύο μονάδων. ὥσπερ γὰρ τὸ οἰνόμελι τοῦ μὲν οἴνου γλυκύτερον τοῦ δὲ μέλιτος ἀγλευκέστερόν ἐστιν, οὕτω καὶ ἡ δυὰς ὑστέρα μὲν τοῦ προτέρου μέρους ἑαυτῆς πρεσβυτέρα δὲ τοῦ δευτέρου. εἰ δὲ τοῦτο, συμβαίνει τῆς πρώτης δυάδος εἶναι τὴν προγεγονυῖαν αὐτῆς μονάδα πρεσβυτέραν αὐτῆς.3 ἀλλ’ οὐδὲν κατ’ αὐτοὺς πρότερον τῆς αὐτοδυάδος, εἰ μὴ τὸ ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυάς.
他是根据如下的划分来表明并非所有的单子都是不可组合的:因为如果它们是不可组合的,那么自身即二之中的单子、自身即三之中的单子以及其余数之中的单子,要么同样地是由一与未定之二同时产生的,要么首先产生其中一个单子,然后产生另一个,接着它们被结合起来并构成自身即二。但是,如果第一对亦即自身即二之中的单子、自身即三之中的单子以及其余各数之中的单子是同时产生的,它们就不会是不可组合的,而是可组合且无差别的;因为正如他们自己也说的那样,从诸原理同时产生出来的东西是无差别的。因此,说一切单子都是不可组合的,乃是虚妄的;因为纵使有人说二之中的单子对于三之中的单子而言是不可组合的(这一点他自己也将表明是不可能的),二之中的单子彼此之间却绝不会是不可组合的;自身即三之中的单子同样也不会彼此不可组合。因此,在“因为第一对之中的单子是同时产生的”这一文句之前,必须从外部补充理解“但一切单子都是不可组合的这是不可能的”;然后,作为对“一切单子都是不可组合的这是不可能的”之进一步论证,引出“因为第一对之中的单子是同时产生的”。然而即使在这一文句中,也缺失了连词“或者(ἢ)”;因为它原本应当这样写:“因为第一对之中的单子或者同时产生”;因为在后文中他将说“或者不是同时”。因此,若文句大致作如下表述,就会最为明晰:“但一切单子都是不可组合的这是不可能的;因为第一对之中的单子要么同时产生,要么不同时产生。”不过,关于文句本身,我认为应当是这般情况;而他自己在此还提到了柏拉图的原话,说“或者正如首先陈述的人所言:因为它们是由等同化了的不等者产生的”,以此表明按照柏拉图的看法,每一个数都是作为一个整体由诸原理同时产生的,而不是先产生一个单子、后产生另一个单子;而他自己为了划分的完备性,也考察了表明“或者不同时”的其余肢。至于“由等同化了的不等者产生”,乃是这样的意思:柏拉图似乎是说,既然数产生自未定之二——未定之二就其未定而言是不等的——所以它们是不等的,但它们又被作为本原的一予以等同化;因此,既然它们是同时产生的,显然它们就是无差别的。另一方面,如果在二之中的单子是不可组合的情况下,其中一个单子较先而另一个居第二(因为既然是有差别的且不可组合的,它们决不会从诸原理中同时生发出来),那么自身即二也将先于较幼的单子,而幼于较先的单子;因为它是这两个单子的混合物。正如蜂蜜酒比酒更甜,但比蜂蜜不甜,二同样也后于其自身较先的部分,但较早于其第二部分。如果这样,对于第一对而言,就得出了比它先产生的单子早于它自身的结论。然而按照他们的说法,除了本原的一和未定之二以外,没有任何东西先于自身即二。
- 13.19ὥστε δεῖ πρὸ τῆς λέξεως τῆς ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται ἔξωθεν προσυπακούειν τοῦ ἀδύνατον δὲ πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους
动词 προσυπακούειν(默会/在言外补充理解)支配属格补足语(带 τοῦ 的不定式短语 ἀδύνατον δὲ...),意为“从外部补充理解……”。介词短语 πρὸ τῆς λέξεως τῆς... 则指示出必须在被引文句“之前”予以补充的位置。
- 13.19ἀπὸ τῶν ἀρχῶν προΐασι
抄本体写作 ἀπὸ τῶν ἀργῶν(从不活动者/惰性者出来),依上下文显系 ἀπὸ τῶν ἀρχῶν(从诸原理出来)之抄写讹误,承接前文关于由一与未定之二生成时的表述 τὰ γὰρ ἅμα ἐκ τῶν ἀρχῶν γεννώμενα。
- 13.19συμβαίνει τῆς πρώτης δυάδος εἶναι τὴν προγεγονυῖαν αὐτῆς μονάδα πρεσβυτέραν αὐτῆς
属于由无人称动词 συμβαίνει 支配的“宾格与不定式”结构。宾格主语是 τὴν προγεγονυῖαν αὐτῆς μονάδα(先于它产生的单子),不定式是 εἶναι,谓语形容词是 πρεσβυτέραν(更早的/较先的)。句首的属格 τῆς πρώτης δυάδος 起关联属格(就第一对而言)的作用,限定后续比较级后属格 αὐτῆς 的所指。
