- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:748.34-749.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德开始考察所有单子皆不可组合这一假说,注解者梳理了论证结构,并解释了旨在表明单子不可组合将破坏数的先后次序的驳论开头部分。
" Εἰ δὲ ἀσύμβλητοι αἱ μονάδες, καὶ οὕτως ἀσύμβλητοι ὥστε ἡτισοῦν ἡτινιοῦν." Ὑποθέμενος πρῶτον πάσας συμβλητὰς καὶ δείξας ὅτι ἀδύνατον τὰς ἰδέας ἀριθμοὺς εἶναι, ᾧ συναπεδείχθη καὶ τὸ μὴ εἶναι αὐτὰς ὅλως, νῦν ὑποτίθεται πάσας ἀσυμβλήτους· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὥστε ἡτισοῦν ἡτινιοῦν. εἰ οὖν πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσι καὶ διάφοροι, οὔτε τὸν μαθηματικὸν ἐνδέχεται εἶναι τοῦτον τὸν ἀριθμόν (ὁ γὰρ μαθηματικὸς ἐκ συμβλητῶν καὶ ἀδιαφόρων καὶ αἱ διαιρέσεις καὶ αἱ συνθέσεις καὶ οἱ πολλαπλασιασμοὶ καὶ πάντα ἁπλῶς τὰ δεικνύμενα κατὰ τοῦ μαθηματικοῦ ὡς ἐπὶ ἀδιαφόρων δείκνυται), οὔτε δὴ τὸν μαθηματικὸν εἶναι τοῦτον δυνατὸν οὔτε τὸν τῶν εἰδῶν. καὶ ὅτι μὲν ὁ μαθηματικὸς ἀριθμὸς οὐκ ἔστιν ἀσύμβλητος οὐδὲ διάφορος, πάντες φασίν. ὅτι δὲ οὐδὲ πάσας τὰς εἰδητικὰς μονάδας διαφόρους εἶναι καὶ ἀσυμβλήτους δυνατόν ἐστι, προτίθεται δεῖξαι. εἰ δὴ τοῦτό τε δειχθείη καὶ πρὸς τούτῳ ὅτι οὐδὲ αἱ ἐν τῇ δυάδι ἀσύμβλητοί εἰσι πρὸς τὰς ἐν τῇ τριάδι, ἀδύνατον ὅλως ἰδέας εἶναι. εἰ γὰρ οὐσῶν τῶν εἰδητικῶν μονάδων ἀνάγκη ἢ πάσας εἶναι συμβλητὰς ἢ πάσας εἶναι ἀσυμβλήτους ἢ τὰς ἐν τῇ δυάδι πρὸς τὰς ἐν τῇ τριάδι καὶ ταύτας πρὸς τὰς ἐν τῇ τετράδι καὶ ἐφεξῆς, κατ’ οὐδένα δὲ τούτων τῶν τρόπων εἶναι δύνανται, πάντῃ πάντως μὴ ὄντα εἰσίν. εἴπερ οὖν, φησίν, ἐστὶν ὁ εἰδητικὸς ἀριθμὸς ἐξ ἀσυμβλήτων μονάδων, οὐκ ἔσται ἡ δυὰς πρώτη γεγονυῖα ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος κατ’ αὐτούς, ἔπειτα ἡ τριὰς καὶ τρίτον ἡ τετρὰς καὶ ἑξῆς οἱ λοιποὶ ἀριθμοί, ἀλλ’ ἅμα πᾶσαι ἔσονται. εἰ γὰρ τὸ πρότερον καὶ τὸ δεύτερον κατ’ οὐσιώδη καὶ συστατικὴν διαφορὰν καὶ ὅλως εἰδοποιὸν γίνεται (διὰ τοῦτο γάρ φαμεν τὸν ἄνθρωπον πρότερον τοῦ ἵππου, ὅτι ἡ τοῦ λογικοῦ διαφορὰ προτέρα τῆς τοῦ ἀλόγου τῷ ἀξιώματι καὶ τῷ ἀρίστῳ), εἰ δειχθῶσιν αἱ μονάδες πᾶσαι ἀδιάφοροι καὶ ὁμοειδεῖς, οὐκ ἂν εἴη ἡ δυὰς πρότερον, εἶτα ἡ τριάς, ὥς φασιν. ὥστε ἐὰν οὐσῶν τῶν εἰδητικῶν μονάδων ἢ ἀριθμῶν ἀνάγκη καὶ τὴν δυάδα προτέραν εἶναι1 τῆς τριάδος καὶ τὴν τριάδα τῆς τετράδος καὶ ἐφεξῆς, τούτων δὲ τῶν μὲν οὐσῶν πρώτων τῶν δὲ δευτέρων καὶ τρίτων ἀνάγκη ἀσυμβλήτους ἢ πάσας εἶναι τὰς μονάδας ἢ τὰς ἐν τῇ δυάδι ταῖς ἐν τῇ τριάδι καὶ οὕτως ἐπὶ τῶν λοιπῶν· εἰ δειχθείη ὅτι πᾶσαι συμβληταί εἰσιν, οὐκ ἔσται ἡ δυὰς προτέρα τῆς τριάδος καὶ αὕτη τῆς τετράδος, τούτων δὲ τὸ πρότερον καὶ δεύτερον μὴ ἐχουσῶν ἀδύνατον εἶναι τὰς εἰδητικὰς μονάδας. τὸ δὲ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται οὐκ ἔστι κατασκευαστικόν,2 ὡς ἄν τῳ δόξειε διὰ τὸν γὰρ σύνδεσμον, τοῦ ὅτι οὐκ ἔσται ἡ δυὰς πρώτη ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, εἶτα ἡ τριάς, ἀλλὰ πρῶτόν ἐστιν ἐπιχείρημα τῶν δεικνύντων μὴ εἶναι πάσας τὰς ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς μονάδας ἀσυμβλήτους.
“另一方面,如果单子是不可组合的,并且其不可组合达到了任何单子与任何单子[都不可组合]的程度。” 在首先假定一切[单子]都是可组合的,并表明理念不可能是数——由此同时也证明了理念根本不存在——之后,他现在假定一切[单子]都是不可组合的;因为他是通过“达到了任何单子与任何单子[都不可组合]的程度”表明这一点的。因此,如果一切单子都是不可组合且有差别的,那么这个数既不可能是数学数(因为数学数由可组合且无差别的[单子]构成,而分割、相加、相乘以及简言之就数学数而言所证明的一切,都是像对无差别的[单子]那样来证明的),确实既不可能作为数学数存在,也不可能作为形式的数存在。而数学数既不是不可组合的也不是有差别的,这是所有人都承认的。但他打算表明,形式单子也不可能全都是有差别的和不可组合的。因此,如果证明了这一点,并且此外还证明了二之中的[单子]与三之中的[单子]也不是不可组合的,那么理念就根本不可能存在。因为如果形式单子存在,它们就必然要么全都是可组合的,要么全都是不可组合的,要么二之中的单子与三之中的不可组合、三之中的与四之中的不可组合等等;但如果它们不能按这些方式中的任何一种存在,它们就彻头彻尾根本不存在。因此,他说,如果形式数由不可组合的单子构成,那么按照他们的说法,二就不可能是由一与未定之二首先产生的,然后是三,第三是四,接下来是其余的数,而是所有的[单子]都将同时存在。因为如果较先者与居第二者是按照本质性的、构成性的差异,简言之按照种差而产生的(因为我们正是出于这个缘故说人先于马,因为有理性的差异在尊严和最优越性上次序先于无理性的差异),那么如果单子被证明全都是无差别的且同种的,就不会如他们所说的那样二是较先的,然后是三。因此,如果形式单子或形式数存在,二必然先于三,三必然先于四,等等;而既然在这些数中有的是第一、有的是第二和第三的情况下,必然要么一切单子都是不可组合的,要么二之中的单子对于三之中的而言是不可组合的,其余各数亦是如此;那么如果被证明一切单子都是可组合的,二就不会先于三,三也不会先于四,而既然这些数不具有较先与第二,形式单子也就不可能存在。至于“因为第一对之中的单子是同时产生的”这句话,并不是像有人因连词“因为”而可能认为的那样,是用以论证“二不是由一与未定之二首先产生、然后产生三”这一点的,而是表明并非形式数之中的一切单子都不可组合的诸论证中的第一个。
- 13.19ὥστε ἐὰν οὐσῶν τῶν εἰδητικῶν μονάδων ἢ ἀριθμῶν ἀνάγκη καὶ τὴν δυάδα προτέραν εἶναι
在表示结果的 ὥστε 之后是一个多层嵌套的复杂条件句。ἐάν 统摄带有独立属格(οὐσῶν τῶν εἰδητικῶν μονάδων)的必然性小句(ἀνάγκη...)以及随后的 τούτων δὲ τῶν μὲν οὐσῶν πρώτων... 条件结构,整个句子的核心论证框架最终收束在后半部分的 εἰ δειχθείη ὅτι πᾶσαι συμβληταί εἰσιν... ἀδύνατον εἶναι τὰς εἰδητικὰς μονάδας(“如果被证明一切单子都是可组合的……形式单子也就不可能存在”)。
- 13.19τὸ δὲ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται οὐκ ἔστι κατασκευαστικόν
名词化短语 τὸ ἅμα γὰρ... 引用了亚里士多德的原文,充当整个句子的主语。连词 γάρ 在句法上属于被引用的文本,但注解者在此指出,该 γάρ 并非用来论证紧接其前的前提(即二不是较先的、三不是较后的),而是用来引出亚里士多德反驳“形式数中的单子完全不可组合”这一主张的第一个论据。
