- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:747.18-748.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在1080b37中根据单子的可组合性对数的分类所作的重新考察,并分析了在假设单子无差别的情况下形式数及理念本身的存在如何被驳斥的逻辑结构。
" Πρῶτον μὲν οὖν σκεπτέον εἰ συμβληταὶ αἱ μονάδες ἢ ἀσύμβλητοι." Ἐπεξέρχεται πάντα τὰ τῆς διαιρέσεως τμήματα ἐπιμελῶς καὶ δείκνυσιν ὅτι κατ’ οὐδένα τρόπον δύνανται οἱ εἰδητικοὶ εἶναι ἀριθμοί, καὶ εἴπερ ἀναγκαῖόν ἐστιν, εἴ εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, καθ’ ἕνα τῶν τῆς διαιρέσεως εἶναι αὐτοὺς τρόπων, εἰ δειχθείη ὅτι κατ’ οὐδένα δύνανται εἶναι, ὅλως οὐκ εἰσι.1 πρῶτον δέ, φησί, τοῦτο σκεπτέον, πότερον συμβληταί εἰσι πᾶσαι αἱ μονάδες ἢ ἀσύμβλητοι, καὶ εἰ ἀσύμβλητοι, κατὰ ποῖον τῶν ῥηθέντων τρόπων. ἐλέγετο γὰρ ἀνωτέρω πότερον πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσιν, ἢ αἱ ἐν τῇ δυάδι μονάδες πρὸς ἑαυτὰς μέν εἰσι συμβληταὶ πρὸς δὲ τὰς ἐν τῇ τριάδι ἀσύμβλητοι, ὁμοίως καὶ αἱ ἐν τῇ τριάδι πρὸς ἑαυτὰς μὲν συμβληταὶ πρὸς δὲ τὰς ἐν τῇ δυάδι ἀσύμβλητοι. τούτου γάρ ἐστι δηλωτικὸν καὶ νῦν τὸ ἔστι μὲν γὰρ ὁποιανοῦν εἶναι ὁποιαοῦν μονάδι ἀσύμβλητον, ἔστι δὲ τὰς ἐν αὐτῇ τῇ δυάδι πρὸς τὰς ἐν αὐτῇ τῇ τριάδι. λέγοι δ’ ἂν αὐτὴν τὴν δυάδα καὶ αὐτὴν τὴν τριάδα τὴν αὐτοδυάδα καὶ αὐτοτριάδα. ἔστι μὲν γάρ, φησίν, τουτέστι δυνατὸν γὰρ λέγειν ὁποιανοῦν μονάδα ἤτοι πᾶσαν μονάδα πρὸς πᾶσαν μονάδα ἀσύμβλητον, δυνατὸν δὲ μὴ πᾶσαν πρὸς πᾶσαν λέγειν, ἀλλὰ τὰς ἐν τῇ αὐτοδυάδι πρὸς τὰς ἐν τῇ αὐτοτριάδι καὶ οὕτω πάσας τὰς ἐν ἑκάστῳ εἰδητικῷ ἀριθμῷ πρὸς ἀλλήλας ἀσυμβλήτους. περὶ δὴ τούτων πάλιν ἡμᾶς ὑπομνήσας λέγει εἰ μὲν γὰρ πᾶσαι αἱ μονάδες συμβληταί εἰσι καὶ ὁμοειδεῖς καὶ ἀδιάφοροι, ὁ μαθηματικὸς γίνεται ἀριθμὸς καὶ εἷς μόνος αὐτός, καὶ τοὺς εἰδητικοὺς εἶναι ἀριθμοὺς οὐκ ἐνδέχεται. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ τὰς ἰδέας οὐκ ἐνδέχεται εἶναι τοὺς ἀριθμούς. ποῖος γὰρ ἔσται ἀριθμὸς ὁ αὐτοάνθρωπος ἢ τὸ αὐτοζῷον ἢ ὁ αὐτοΐππος ἢ ἄλλο ὁτιοῦν τῶν εἰδῶν; ἑκάστου μὲν γὰρ κατὰ τοὺς τιθεμένους τὰς ἰδέας ἡ ἰδέα μία· εἷς γὰρ ὁ αὐτοάνθρωπος καὶ ἓν τὸ αὐτοζῷον· εἰ δὲ ἀδιαφόρων οὐσῶν τῶν μονάδων εἶναί τις λέγοι τὸν αὐτοάνθρωπον τὴν τριάδα, ἐπειδὴ ἐν τῇ ἐννεάδι πρώτη καὶ μέση καὶ τελευταία ἐστὶ τριάς, ἔσονται τρεῖς αὐτοάνθρωποι. διὰ τί γάρ, εἰ τύχοι, ἡ πρώτη τριὰς ἔσται αὐτοάνθρωπος καὶ οὐχ ἡ δευτέρα ἢ ἡ τελευταία; ἢ οὖν οὐδεμία τῶν τριάδων ἐστὶν ἰδέα, ἢ πᾶσαι. εἰ δὲ ἀδύνατον πάσας (οὕτω γὰρ συμβήσεται, ἐπειδὴ ἄπειροί εἰσι τριάδες, ἀπείρους εἶναι καὶ αὐτοανθρώπους), οὐδεμία αὐτῶν ἐστιν ἰδέα. οὐκ ἄρα μοναδικὸς ἀριθμὸς ἡ ἰδέα, εἴπερ ἀδιάφοροί εἰσιν αἱ μονάδες. ἀλλὰ μὴν εἰ μή εἰσιν αἱ ἰδέαι ἀριθμοί, ἀδύνατον αὐτὰς εἶναι. καὶ κατασκευάζει τοῦτο, λέγω δὴ τὸ μὴ οἷόν τε ἰδέας εἶναι, εἰ μὴ καὶ ἀριθμοί εἰσι, διὰ τοῦ ἐκ τίνων γὰρ ἔσονται ἀρχῶν αἱ ἰδέαι; ὃ ἴσον ἐστὶ τῷ ἀδύνατον γὰρ ἐξ ἄλλων τινῶν ἀρχῶν εἶναι τὰς ἰδέας, ἢ ἐξ ὧν οἱ ταύτας θέμενοι κατασκευάζουσι. συλλογίζεται οὖν δυνάμει οὕτως. αἱ ἰδέαι ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος παρ’ αὐτοῖς ὑφίστανται· τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί εἰσιν· αἱ ἰδέαι ἄρα ἀριθμοί εἰσιν. αὐτὸς δὲ τὴν μείζονα πρότασιν μόνον, τὴν τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί εἰσι, τέθεικε διὰ τοῦ ὁ γὰρ ἀριθμός ἐστιν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος τῆς ἀορίστου, τὴν ἐλάττω παρείς.2 τὸ δὲ καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα λέγονται τοῦ ἀριθμοῦ εἶναι ἀντὶ τοῦ καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τῶν ἀριθμῶν παρ’ αὐτοῖς ταῦτα εἶναι λέγονται, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς. τὸ δὲ τάξαι τε οὔτε προτέρας ἐνδέχεται τῶν ἀριθμῶν αὐτὰς οὔτε ὑστέρας εὐλόγως εἴρηται· εἰ γάρ ἐστιν οἷον φέρε ἡ αὐτοτριὰς ὁ αὐτοάνθρωπος, πῶς οἷόν τε ἢ πρότερον ἢ ὕστερον αὐτὸν λέγειν τῆς αὐτοτριάδος; εἰ δὴ οὐσῶν τῶν ἰδεῶν ἀνάγκη αὐτὰς ἀριθμοὺς εἶναι, εἰ μή εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, ὡς δέδεικται, ὅλως οὐκ εἰσίν.
“因此,首先必须考察单子是可组合的还是不可组合的。” 他仔细审视了划分的所有部分,并表明形式数绝不可能以任何方式存在;既然如果形式数存在,它们就必然按照划分的各种方式之一而存在,那么若被证明它们不能按任何方式存在,它们就根本不存在。但是他说,首先必须考察这一点:究竟是一切单子都是可组合的还是不可组合的;如果不可组合,是按照上述方式中的哪一种不可组合。因为上面曾讨论过,究竟是一切单子都是不可组合的,还是二之中的单子彼此之间是可组合的、但与三之中的单子不可组合,同样三之中的单子彼此之间可组合、但与二之中的单子不可组合。因为如今这句话——“因为任何单子都可能与任何单子不可组合,也可能二本身之中的单子与三本身之中的单子[不可组合]”——也正是表明这一点的。而他说“二本身”与“三本身”,意思当是指二自身与三自身。“因为可能”,他说,也就是说,既可以说任何单子(即每一个单子)与每一个单子都是不可组合的,也可以不说每一个与每一个,而是说二自身之中的单子与三自身之中的单子不可组合,并且以这种方式说每一个形式数之中的所有单子彼此不可组合。在再次向我们提醒了这些之后,他说:因为如果一切单子都是可组合的、同种的且无差别的,那么数就成了数学数且唯有它是数,形式数便不可能存在。因为他是通过“理念也不可能是数”来表明这一点的。因为人自身、动物自身、马自身或者形式中的任何其他者,究竟会是怎样的数呢?因为按照确立理念的人们的看法,各物的理念只有一个;因为人自身是一个,动物自身也是一个;但如果在单子无差别的同时有人说人自身是三,由于在九之中有第一个三、中间的三和最后一个三,就会有三个人自身了。因为凭什么刚好第一个三是人自身,而第二个或最后一个不是呢?因此,要么这些三没有一个是理念,要么全都是。但如果全都〔是理念〕是不可能的(因为既然三有无数个,这样一来就会导致人自身也有无数个),那么它们之中就没有一个是理念。因此,如果单子是无差别的,理念就不是单子式的数。不仅如此,如果理念不是数,它们就不可能存在。而他通过“因为理念将来自何种本原呢?”确立了这一点——我指的正是如果理念不同时是数就不可能存在;这句话等同于“因为理念不可能来自除了确立它们的人从中构造〔它们〕的本原之外的其他任何本原”。因此,他潜在地作了如下三段论推理:在他们看来,理念由一与未定之二构成;由一与未定之二构成的是数;因此理念是数。但他自己仅通过“因为数来自一与未定之二”提出了大前提,即“由一与未定之二构成的是数”,而省略了小前提。至于“并且本原与元素被说是属于数的”,则是用来代替“并且在他们看来,数的本原与元素被说是这些,即一与未定之二”。而说“既不可能把它们排列在数之前,也不可能排列在数之后”是合乎情理的;因为假定三自身就是人自身,怎么可能说它在三自身之前或之后呢?因此,既然在理念存在的情况下它们必然是数,而正如已经证明的那样理念不是数,那么它们就根本不存在。
- 13.18καὶ εἴπερ ἀναγκαῖόν ἐστιν, εἴ εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, καθ’ ἕνα τῶν τῆς διαιρέσεως εἶναι αὐτοὺς τρόπων, εἰ δειχθείη ὅτι κατ’ οὐδένα δύνανται εἶναι, ὅλως οὐκ εἰσι.
嵌套多重条件从句的复合结构。主句的核心是 ὅλως οὐκ εἰσι(“它们根本不存在”)。前半部分的 εἴπερ ἀναγκαῖόν ἐστιν... 提出了一个前提条件(“既然如果形式数存在,它们就必然按照划分的各种方式之一而存在”),而后半部分带祈愿语气的条件从句 εἰ δειχθείη ὅτι κατ’ οὐδένα δύνανται εἶναι(“若被证明它们不能按任何方式存在”)则构成了主句动词的直接条件。
- 13.18αὐτὸς δὲ τὴν μείζονα πρότασιν μόνον, τὴν τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί εἰσι, τέθεικε διὰ τοῦ ὁ γὰρ ἀριθμός ἐστιν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος τῆς ἀορίστου, τὴν ἐλάττω παρείς.
通过同位语与对比构建的复杂句式。主语是 αὐτός(亚里士多德自身),主谓动词为 τέθεικε(“提出了”),其直接宾语是 τὴν μείζονα πρότασιν μόνον(“仅提出了大前提”)。该前提的内容由同位成分 τὴν τὰ ἐκ τοῦ... ἀριθμοί εἰσι 明确说明,在表示手段的介词短语 διὰ τοῦ ὁ γὰρ ἀριθμός... 之后,文末带有表伴随或情况的分词短语 τὴν ἐλάττω παρείς(“省略了小前提”)。
