← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§746.16-747.17

关于几何对象与数的诸派学说划分

亚历山大注释了亚里士多德关于几何对象(线、面、体)及数的各派观点划分,阐明将形式对象与数学对象区别开来的派别与坚持数学连续性与可分性的派别之间的差异,以及单子的异种性和毕达哥拉斯派的例外情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.17

" Ὁμοίως δὴ καὶ περὶ τὰ μήκη καὶ τὰ ἐπίπεδα καὶ περὶ τὰ στερεά· οἱ μὲν γὰρ ἕτερα τὰ μαθηματικὰ καὶ τὰ μετὰ τὰς ἰδέας." Καὶ περὶ τῶν ἐπιπέδων, φησί, καὶ τῶν στερεῶν ὁμοίως τοῖς ἀριθμοῖς ἀπεφήναντο. οἱ μὲν γὰρ αὐτῶν ἕτερα λέγουσι τὰ μαθηματικὰ ἐπίπεδα καὶ τὰ στερεὰ καὶ ἕτερα τὰ εἰδητικά· ἄλλο γὰρ ἔλεγον εἶναι τὸ μαθηματικὸν ἐπίπεδον, περὶ ὃ ὁ γεωμέτρης πραγματεύεται, καὶ ἄλλο τὸ αὐτοεπίπεδον. τῶν δὲ ἄλλως λεγόντων, φησίν, ἤτοι τῶν εἰδητικοὺς ἀριθμοὺς καὶ εἰδητικὰ ἐπίπεδα καὶ στερεὰ μὴ λεγόντων· ἢ εἰπὼν τῶν δὲ ἄλλως λεγόντων ἐξηγητικὸν οἶμαι ἐπήγαγε τὸ ὅσοι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθμούς, ὡς εἰ ἔλεγε ‘τῶν δὲ ἄλλως λεγόντων, τίνας δὲ ἄλλως λέγειν φημί; τοὺς ὅσοι δηλονότι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθμούς, μηδὲ ὅλως εἶναι εἰδητικοὺς ἀριθμοὺς νομίζοντας’. οὗτοι τὰ μαθηματικὰ στερεά τε καὶ ἐπίπεδα καὶ μαθηματικῶς λέγουσι, τουτέστι πᾶν μέγεθος εἰς μεγέθη λέγουσιν εἶναι διαιρετόν· τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ συγκεῖσθαι τὴν γραμμὴν ἐκ στιγμῶν ἢ τὸ ἐπίπεδον ἐκ γραμμῶν. πᾶν οὖν μέγεθος εἰς μεγέθη εἶναι διαιρετὸν οὗτοί φασιν· καὶ ὁποιασοῦν μονάδας συντεθειμένας ποιεῖν δυάδα ἀποδέχονται. οἱ δὲ λέγουσι μὲν τὰ μαθηματικὰ ἐπίπεδα, οἱ καὶ εἰδητικοὺς ἀριθμοὺς εἶναι λέγοντες, οὐ μαθηματικῶς δέ. οὐ γὰρ τέμνεσθαι πᾶν μέγεθος εἰς μεγέθη,1 οὐδὲ τὰς τυχούσας μονάδας δυάδα ποιεῖν, ἀλλά φασιν ὅτι αἱ πρώτως γεγονυῖαι δύο μονάδες ὡς ἐξ ὕλης μὲν τῆς ἀορίστου δυάδος, εἴδους δὲ τοῦ ἀρχικοῦ ἑνός, τοῦ αὐτοενὸς δηλονότι, αὗται πεποιήκασι τὴν πρώτην δυάδα ἤτοι τὴν εἰδητικὴν δυάδα ἤτοι τὴν αὐτοδυάδα· αἱ δὲ πάλιν δευτέρως γεγονυῖαι τρεῖς μονάδες ὡς ἐξ ὕλης μὲν καὶ αὗται τῆς ἀορίστου δυάδος, εἴδους δὲ τοῦ αὐτοενὸς πεποιήκασι τὴν αὐτοτριάδα. ὁμοίως καὶ ἐπὶ τῆς αὐτοτετράδος καὶ τῶν λοιπῶν ἀποφαίνονται, καὶ οὔ φασιν ὅτι ὁμοειδεῖς εἰσιν αἱ ἐν τῇ αὐτοδυάδι μονάδες ταῖς ἐν τῇ αὐτοτριάδι καὶ αὗται ταῖς ἐν τῇ αὐτοτετράδι (ἦ γὰρ ἂν καὶ συντιθέμεναι αἱ ἐν τῇ αὐτοδυάδι ταῖς ἐν τῇ αὐτοτριάδι ἀπεγέννων ἄν τινα ἀριθμόν),2 ἀλλ’ ἀνομοειδεῖς τὰς ἐν τῇ αὐτοδυάδι καὶ ἄλλας τῶν ἐν τῇ αὐτοτριάδι οὐσῶν ἔλεγον. ταῦτα εἰπὼν λέγει πάντες μὲν τοὺς ἀριθμοὺς μοναδικοὺς καὶ ἀμεγέθεις καὶ ἀμερεῖς εἶναι λέγουσι, πλὴν τῶν Πυθαγορείων τῶν τὸ ἓν ἀρχὴν καὶ στοιχεῖον τῶν ὄντων καὶ μέγεθος ἔχειν λεγόντων. οὗτοι γὰρ μεμεγεθυσμένας τὰς μονάδας καὶ δηλονότι καὶ τοὺς ἀριθμοὺς ἀπεφαίνοντο, ὡς πρὸ ὀλίγου εἴρηται. καὶ συμπεραίνεται λέγων ὁσαχῶς μὲν οὖν ἐνδέχεται ὑπολαβεῖν εἶναι τοὺς ἀριθμοὺς καὶ ὅτι οἱ εἰρημένοι ὑφ’ ἡμῶν τρόποι ἅπαντές εἰσι, καὶ οὔτε πλείονας οὔτε ἐλάττονας αὐτοὺς εἶναι δυνατόν ἐστι, φανερὸν ἐκ τούτων. εἰσὶ δέ, φησί, πάντα τὰ περὶ τῶν ἀριθμῶν ἀδύνατα, ἀλλὰ τὰ μὲν αὐτῶν εὐφορητότερά ἐστι καὶ ἥττονα ἔχει τὰ ἀδύνατα τὰ δὲ μείζονα.

“同样,关于长、面以及体也是如此;因为有人主张数学性的东西与理念之后的东西是各不相同的。” 他说,关于面和体,他们也作出了与关于数同样的说明。因为他们之中的一部分人主张数学性的面与体是一回事,而形式性的面与体是另一回事;因为他们曾经说,几何学家所探讨的数学面是一回事,而面自身则是另一回事。“至于那些持不同说法的人,”他说,也就是那些不主张形式数以及形式性的面与体的人;或者在说了“至于那些持不同说法的人”之后,我认为他是解释性地补上了“凡是不把理念当做数的人”,就好像他在说:“至于那些持不同说法的人——而我说谁持不同说法呢?显然是那些凡不把理念当做数、根本不认为存在形式数的人”。这些人谈论数学性的体与面时也是依数学方式来谈论的,也就是说,他们声称一切量度都可以分割为量度;而这与线不是由点组成、或者面不是由线组成是同一回事。因此他们主张一切量度都可分割为量度;并且他们承认,无论怎样的单子结合起来都能构成二。然而,那些谈论数学面的人,即那些同时也主张存在形式数的人,却不是依数学方式来谈论的。因为[在他们看来]并非一切量度都可以切分向量度,也不是任意碰巧的单子都能构成二,而是他们声称,最初产生的两个单子,如同由作为质料的未定之二与作为形式的本源之一(显然即一自身)产生那样,构成了第一之二,即形式之二,即二自身;而其次产生的三个单子,由于同样是由作为质料的未定之二与作为形式的一自身产生的,便构成了三自身。在四自身以及其余的数上他们也作同样的声明,并且他们否认二自身之中的单子与三自身之中的单子同属一个种,也不承认三自身之中的单子与四自身之中的单子同种(因为若非如此,二自身之中的单子与三自身之中的单子若结合起来,也就会生出某种数来了),相反,他们说二自身之中的单子是异种的,与存在于三自身之中的单子各不相同。在说了这些之后他说,所有人都主张数是单子式的、不具量度且不可分的,唯独主张一是存在者的本原与元素且具有量度的毕达哥拉斯派除外。因为正如不久前所说的那样,这些人宣称单子被赋予了量度,从而显然数也被赋予了量度。并且他总结道:因此,假定数得以存在的方式究竟有多少种,以及我们所谈到的方式已是全部、不可能比这更多也不可能更少,从这些事实中便显明了。然而他说,关于数的所有观点都是不可能成立的,但它们之中的一些较为容易承受、具有较少的不可行之处,而另一些则具有更大的不可行之处。

语法注2 条
  1. 13.17οὐ γὰρ τέμνεσθαι πᾶν μέγεθος εἰς μεγέθη

    不定式 τέμνεσθαι 属于间接引语的不定式,承接前一句谓语 οἱ δὲ λέγουσι μὲν ... οὐ μαθηματικῶς δέ 中所蕴涵的论断内容。它由连词 γάρ 引出以解释其理由,随后在 ἀλλά φασιν ὅτι... 处转回直陈语气从属句结构。

  2. 13.17ἦ γὰρ ἂν καὶ συντιθέμεναι αἱ ἐν τῇ αὐτοδυάδι ταῖς ἐν τῇ αὐτοτριάδι ἀπεγέννων ἄν τινα ἀριθμόν

    这是一个反事实条件句,由助词 ἦ、小词 ἄν 的重复(句首与动词前)以及未完成过去时直陈语气 ἀπεγέννων 构成。分词 συντιθέμεναι 作为条件分词充当条件从句(“若结合起来的话”),构成了用以否定单子同种性的归谬论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:746.16-747.17