- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:745.18-746.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《形而上学》1080b11中对数的理论所作的分类,亚历山大紧扣文句解释了主张两类数皆存的柏拉图、仅承认数学数的色诺克拉底学派、以及主张数具有量度并以此构成感觉宇宙的毕达哥拉斯派的立场。
" Οἱ μὲν οὖν ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμούς, τὸν μὲν ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον τὰς ἰδέας.1" Θεὶς τοὺς τρόπους καθ’ οὓς ἐνεδέχετο τοὺς ἀριθμοὺς εἶναι νῦν ἐκτίθεται τῶν περὶ ἀριθμῶν εἰπόντων τίνες τίνι τῶν εἰρημένων τρόπων ἐχρήσαντο, καί φησιν ὅτι οἱ μὲν γὰρ αὐτῶν, ὥσπερ ὁ Πλάτων, ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμοὺς καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικόν. τὸν μὲν γὰρ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον ἔλεγεν εἶναι τὰς ἰδέας καὶ τὸν εἰδητικὸν ἀριθμόν, τὸν δὲ μὴ τὸ πρότερον καὶ ὕστερον ἔχοντα μηδὲ κατ’ εἶδος διαφέροντα τὸν μαθηματικὸν εἶναι ἐτίθετο, πρεσβύτερον μὲν αὐτὸν λέγων τοῦ φυσικοῦ καὶ δι’ οὗ ἀριθμοῦμεν ἀριθμοῦ, καταδεέστερον δὲ τοῦ εἰδητικοῦ. καὶ χωριστοὺς ἀμφοτέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικὸν τῶν αἰσθητῶν εἶναι βούλεται. διὰ μὲν οὖν τοῦ οἱ μὲν οὖν ἀμφοτέρους εἶναι τοὺς ἀριθμοὺς ᾐνίξατο τὸν Πλάτωνα, διὰ δὲ τοῦ οἱ δὲ τὸν μαθηματικὸν μόνον ἀριθμὸν εἶναι τὸν πρῶτον τῶν ὄντων τοὺς περὶ Ξενοκράτην· οὗτοι γὰρ καὶ χωρίζουσι τὸν μαθηματικὸν τῶν αἰσθητῶν καὶ μόνον αὐτὸν εἶναί φασι καὶ πρῶτον πάντων, τοῦ εἰδητικοῦ κατορχούμενοι. καὶ οἱ περὶ Ξενοκράτην οὖν ἕνα μόνον ἀριθμὸν νομίζουσι καὶ οἱ Πυθαγόρειοι· διὸ καὶ ὑποστικτέον εἰς τὸ ἕνα, εἶτα ἐπακτέον τὸ τὸν μαθηματικόν,2 ἵν’ ᾖ τὸ τῆς λέξεως τοιοῦτον· καὶ οἱ Πυθαγόρειοι δὲ ἕνα ἀριθμὸν εἶναι νομίζουσι· καὶ τίνα τοῦτον; τὸν μαθηματικόν, πλὴν οὐ κεχωρισμένον τῶν αἰσθητῶν, ὡς οἱ περὶ Ξενοκράτην, οὐδὲ μοναδικόν, τουτέστιν ἀμερῆ καὶ ἀσώματον (μοναδικὸν γὰρ τὸ ἀμερὲς καὶ ἀσώματον ἐνταῦθα δηλοῖ), ἀλλὰ τὰς μονάδας καὶ δηλονότι καὶ τοὺς ἀριθμοὺς ὑπολαμβάνοντες οἱ Πυθαγόρειοι μέγεθος ἔχειν ἐκ τούτων τὰς αἰσθητὰς οὐσίας καὶ τὸν ἅπαντα οὐρανὸν εἶναι λέγουσιν. ἔχειν δὲ τὰς μονάδας μέγεθος κατεσκεύαζον οἱ Πυθαγόρειοι διὰ τοιούτου τινὸς λόγου. ἔλεγον οὖν ὅτι ἐπειδὴ ἐκ τοῦ πρώτου ἑνὸς αὗται συνέστησαν, τὸ δὲ πρῶτον ἓν μέγεθος ἔχει, ἀνάγκη καὶ αὐτὰς μεμεγεθυσμένας εἶναι· τὸ γὰρ ἐκ μεμεγεθυσμένου γεγονὸς καὶ αὐτὸ μέγεθος ἔχειν ἐπάναγκες. ἐρωτώμενοι δὲ καὶ τί τὸ συστῆσαν τὸ πρῶτον ἓν καὶ διὰ τί, καὶ πῶς τὸ μέγεθος ἔσχε καὶ πῶς ἐξ αὐτοῦ αἱ μονάδες γεννῶνται, οὐδὲν ἔλεγον σπουδαῖον. ἄλλος δὲ πάλιν, φησί, Πυθαγόρειος τὸν μαθηματικὸν ἀριθμὸν οὐ προσίετο, ἀλλ’ ἕνα καὶ πρῶτον ἀριθμὸν τὸν τῶν εἰδῶν εἶναι ἔλεγεν. ἔνιοι δὲ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τοῦτον, τουτέστι τινὲς δὲ τῶν Πυθαγορείων τὸν μὲν συνεγνωσμένον μαθηματικὸν ἀνῄρουν, ἕνα δὲ ποιοῦντες ἀριθμόν, τὸν εἰδητικόν, τὸν αὐτὸν τοῦτον ἐκάλουν καὶ μαθηματικόν.
“因此,有人主张两类数皆存在,那具有先后之别的数即是理念。” 在确立了数得以存在的各样方式之后,他现在阐述在论及数的人当中究竟是谁使用了所述方式中的哪一种,并且他说,他们之中的一部分人,正如柏拉图,主张两类数皆存在,即形式数与数学数。因为柏拉图说具有先后之别的那一类数就是理念与形式数,而把不具有先后之别也不在种上相区别的那一类数设定为数学数,称它先于自然的数以及我们用以计数的数,但次于形式数。并且他意欲使二者,即形式数与数学数,都与感觉对象相分离。因此,通过“因此,有人主张两类数皆存在”,他暗示了柏拉图;而通过“另一些人则主张唯有数学数是存在者之第一者”,他暗示了色诺克拉底学派;因为他们不仅将数学数与感觉对象分离,而且声称唯有它是存在的且为万物之第一,嘲弄形式数。因此色诺克拉底学派与毕达哥拉斯派都认为唯有一种数;因此应当在“一”字处点断,然后接上“数学的”,以便文句的意思如下所示:“而毕达哥拉斯派也认为唯有一种数存在;而这是哪一种呢?是数学数,只是不像色诺克拉底学派那样与感觉对象相分离,也不是单子式的,即不可分且无物体的(因为‘单子式’在此处指不可分且无物体),而是毕达哥拉斯派假定单子、进而显然数也具有量度,声称感觉实体及整个天空都是由这些构成的。”而毕达哥拉斯派曾通过这样一种论理来论证单子具有量度:他们说,既然单子是由第一之一构成的,而第一之一具有量度,那么它们自身也被赋予量度便是必然的;因为由具有量度者产生的东西,其自身必然也具有量度。但是,当被问及是什么构成了第一之一、为何构成、它如何具有量度、以及单子如何由它产生时,他们却说不出任何有分量的内容。“然而另有一位毕达哥拉斯派,”他说,“不接纳数学数,而是主张形式之数是唯一的且是第一的数。”“而有些人则主张数学数就是这同一个”,也就是说,某些毕达哥拉斯派取消了公认的数学数,而在将数立为唯独一种(即形式数)的同时,又把这同一个数称为数学数。
- 13.16τὸν μὲν ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον τὰς ἰδέας
亚里士多德引文中的句法结构。在由主动词 φασίν 所支配的带不定式对格结构中(承前省略了 εἶναι),τὸν μὲν ἔχοντα [ἀριθμόν] 作宾格主语,τὰς ἰδέας 作宾格表语,意为“[他们主张]具有先后之别的那类数即是理念”。
- 13.16ὑποστικτέον εἰς τὸ ἕνα, εἶτα ἐπακτέον τὸ τὸν μαθηματικόν
由动形容词 ὑποστικτέον 与 ἐπακτέον 构成的无人称句式,表达注解者对亚里士多德原文如何断句与连读的指示:“应当在 ἕνα(一)处加标点(句读),随后接上 τὸν μαθηματικόν(数学的)”。介词 εἰς 表明标点所落的字词位置。
