← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§744.16-745.17

数的存在方式的划分与早期哲学家的观点

亚历山大详述了亚里士多德关于数的存在方式所作的划分,探讨了形式数与数学数相结合的可能、数对感觉对象的内在或分离状态,并指出先前的哲学家皆采用了这些完备选项中的某一种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.15#2

ἢ οὖν οὕτως ἄν, ὡς εἴρηται, ἔχοιεν οἱ εἰδητικοὶ ἀριθμοί, ἤ, φησίν, ἀνάγκη τινὰς μὲν τῶν ἀριθμῶν, οἷον εἰπεῖν τὸν τρία, τὸν τέσσαρα, τὸν πέντε εἶναι οἷος ὁ πρῶτος ἐλέχθη τρόπος,1 ἤτοι ἀσυμβλήτους (τοῦτο γὰρ ἔλεγε τὸ πρῶτον τῆς διαιρέσεως τμῆμα), τινὰς δὲ οἷον πάλιν τὸν ἑπτά, τὸν ὀκτώ, τὸν ἐννέα εἶναι οἷος ὁ μαθηματικός, ἤτοι συμβλητοὺς καὶ ὁμοειδεῖς, ἄλλους δέ, οἷον τὸν εἴκοσι, τὸν τριάκοντα, τοὺς ὁμοίους εἶναι οἷος ὁ τρίτος ἔλεγε τρόπος· οὗτος δὲ ἦν ὁ τιθεὶς τὰς μὲν ἐν τῷ εἴκοσιν ἀριθμῷ μονάδας εἶναι πρὸς ἑαυτὰς συμβλητὰς καὶ ὁμοειδεῖς, πρὸς δὲ τὰς ἐνούσας τῷ τριάκοντα ἀριθμῷ ἀσυμβλήτους καὶ ἀνομοειδεῖς· τούτου γὰρ ἦν μηνυτικὸν τὸ αἱ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ διάφοροι καὶ ἀσύμβλητοι. καὶ πάλιν ἢ πάντες καὶ οἱ συμβλητοὶ καὶ οἱ ἀσύμβλητοι χωριστοί εἰσι τῶν αἰσθητῶν ἢ ἀχώριστοι καὶ ἐν τοῖς αἰσθητοῖς. οὐχ οὕτω δέ, φησίν, ἐν τοῖς αἰσθητοῖς εἶναί φημι τοὺς ἀριθμοὺς ἐξ ἀφαιρέσεως καὶ τῇ ἐπινοίᾳ,2 ὡς πρότερον ἐπὶ τῶν μαθηματικῶν ἐσκοποῦμεν, οὐ τοῦτο δὴ ζητητέον, ἀλλ’ εἰ δυνατὸν εἶναι τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθητοῖς ὡς στοιχεῖα, ἵνα ὡς ἐκ στοιχείων τῶν ἀριθμῶν ἡ φύσις εἴη τῶν αἰσθητῶν, ὡς φασί τινες τῶν Πυθαγορείων. ἢ δὴ οὕτως ἀναγκαῖόν ἐστι λέγειν, ἢ τινὰς μὲν αὐτῶν ὡς στοιχεῖα ὄντας τῶν αἰσθητῶν ἐνυπάρχειν τοῖς αἰσθητοῖς τινὰς δὲ μὴ ἐνυπάρχειν, ἢ πάντας ὑπάρχειν, ἢ πάντας μὴ ὑπάρχειν. Ταῦτα εἰπὼν λέγει οἱ μὲν οὖν τρόποι καθ’ οὓς ἐνδέχεται τοὺς ἀριθμοὺς εἶναι οὗτοί εἰσιν ἐξ ἀνάγκης μόνοι. καὶ οἱ ἐκ τοῦ ἑνὸς τοῦ πρώτου ὡς ἀρχῆς καὶ στοιχείου καὶ ἄλλου τινός, τῆς ἀορίστου δηλαδὴ δυάδος, τοὺς ἑκασταχοῦ γεννῶντες ἀριθμοὺς τινὶ τῶν ῥηθέντων τρόπων κέχρηνται. οἱ μὲν γὰρ αὐτῶν περὶ τῶν ἀχωρίστων μόνων τὸν πολὺν ποιοῦνται λόγον καὶ πάντας ἀχωρίστους εἶναί φασιν, οἱ δὲ πάντας χωρίζουσιν, οἱ δὲ περὶ ἀμφοῖν λέγουσι, τοὺς μὲν αὐτῶν χωρίζοντες τοὺς δὲ οὐδαμῶς. τὸ δὲ σχεδὸν πρόσκειται διὰ τὸ εὐθὺς ὑπ’ αὐτοῦ ἐπενεχθὲν τὸ πλὴν τοῦ πάσας τὰς μονάδας ἀσυμβλήτους εἶναι, ὃ ἴσον ἐστὶ τῷ οὐδεὶς τῶν περὶ ἀριθμοὺς εἰπόντων πάσας τὰς μονάδας ἀσυμβλήτους εἴρηκε. διὸ καὶ τὸ σχεδὸν δὲ καὶ οἱ λέγοντες τὸ ἓν ἀρχὴν καὶ τὰ ἑξῆς ἴσον ἐστὶ τῷ καὶ ἕκαστος τῶν λεγόντων τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὴν τινὶ τῶν εἰρημένων τρόπων χρῆται πλὴν ἑνὸς τρόπου τοῦ πάσας τὰς μονάδας ἀσυμβλήτους λέγοντος· τούτῳ γὰρ τῷ τρόπῳ οὐδεὶς ἐχρήσατο. καὶ ἔστι τὸ πλὴν ἐφερμηνευτικὸν τοῦ σχεδόν. τὸ δὲ καὶ τοῦτο συμβέβηκεν εὐλόγως· οὐ γὰρ ἐνδέχεται ἔτι ἄλλον τρόπον εἶναι παρὰ τοὺς εἰρημένους οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν3 ‘εἰ γὰρ μὴ τελείαν τὴν διαίρεσιν ἐποιησάμην, εἰκός, μᾶλλον δ’ ἀναγκαῖον ἦν τοὺς εἰπόντας περὶ ἀριθμῶν μή τινι τῶν ῥηθέντων χρήσασθαι τρόπων· ἐπειδὴ δὲ τελείαν καὶ ἀπαράλειπτον αὐτὴν τέθεικα καὶ οὐδένα ἐνδέχεται ἄλλον ἐπινοῆσαι παρὰ τοὺς ῥηθέντας τρόπον, εὐλόγως τοῦτο συμβέβηκε, λέγω δὴ τὸ κατά τινα τῶν εἰρημένων τρόπων αὐτοὺς περὶ τῶν ἀριθμῶν ἀποφήνασθαι.’

因此,正如所说,形式数要么具有上述情况;要么,他说,数中的一部分(例如三、四、五)必然如第一种方式所说的那样,即不可比较(因为划分的第一部分就是这样说的),而另一部分(例如再如七、八、九)则如数学数那样,即可比较且同种,还有一些(例如二十、三十以及类似者)则如第三种方式所说的那样;而这第三种方式是设定二十这个数之中的单子彼此之间是可比较且同种的,但相对于存在于三十这个数之中的单子则是不可比较且异种的;因为“而在不同数之中的单子则是不同且不可比较的”指明的就是这一点。再者,无论是可比较的数还是不可比较的数,要么一切数皆与感觉对象相分离,要么不可分离且存在于感觉对象之中。但是他说,我并不是说数像我们先前就数学对象所考察的那样以抽象的方式并在思维中存在于感觉对象之中——这并不是应当探求的问题——而是探讨数是否可能作为元素存在于感觉对象之中,以便感觉对象的本性如同某些毕达哥拉斯派所说的那样是由作为元素的数构成的。因此,要么必然这样说,要么它们之中的一部分作为感觉对象的元素内在于感觉对象而另一部分不内在,要么一切都内在,要么一切都不内在。说完这些之后,他说:“因此,数得以存在的各样方式必然唯有这些而已。”而那些从作为始基和元素的第一的一以及某种别的东西(即不定之二)生成各处之数的人,都使用了上述各样方式中的某一种。因为他们之中的一部分人仅就不可分离的数展开大量论述并声称一切数皆不可分离,另一部分人则将一切数皆分离,还有一部分人论及二者,将其中一部分分离而完全不分离另一部分。加上“几乎”一词,是因为他紧接着补充了“除了所有单子皆不可比较之外”,这等同于“在论及数的人当中,没有人说过所有单子皆不可比较”。因此,“而几乎连主张一为始基的人也”及接下来的文句,也等同于“而且每一个主张一与不定之二为始基的人,都使用了上述方式中的某一种,唯独除了断言所有单子皆不可比较的那一种方式”;因为没有任何人使用过这种方式。而“除了”正是对“几乎”的解释。“而这也是合乎情理地发生的;因为除了上述各样方式之外,不再可能有其他方式”这句话之所以被引出,犹如他在说:“因为如果我没有作出完备的划分,那么论及数的人没有使用所述方式中的任何一种,本是极可能、甚至可以说是必然的;但既然我已经将其确立为完备而无遗漏的,且没有任何人能设想出所述方式之外的其他方式,那么这是合乎情理地发生的,我指的是他们按照所述方式中的某一种对数作出了说明。”

语法注3 条
  1. 13.15οἷος ὁ πρῶτος ἐλέχθη τρόπος

    性质关系代词 οἷος 本应作为不定式 εἶναι 的补足语而采用宾格 οἵους(与宾格主语 τινὰς τῶν ἀριθμῶν 一致),在此由于受到关系从句内部主格结构(ὁ πρῶτος τρόπος)的吸引而呈现为主格。

  2. 13.15οὐχ οὕτω δέ, φησίν, ἐν τοῖς αἰσθητοῖς εἶναί φημι τοὺς ἀριθμοὺς ἐξ ἀφαιρέσεως καὶ τῇ ἐπινοίᾳ

    此处出现了亚历山大的叙述动词 φησίν(“他说”,指亚里士多德)与引述亚里士多德本人第一人称发言的 φημι(“我说”)的叠置。后文的 οὐ τοῦτο δὴ ζητητέον, ἀλλʼ εἰ δυνατὸν... 构成了亚里士多德界定论题的骨干,将探讨重点从“通过抽象的存在”限定为“作为物理元素的存在”。

  3. 13.15οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν

    完成时被动态 ἐπῆκται(源自 ἐπάγω,“引出、附加”)后接带有未完成过去时直陈式 ἔλεγεν 的假设比较结构 ὡς εἰ(“犹如他在说”)。这一句式引入了注释家对亚里士多德简练措辞背后深层逻辑的意译与阐发。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:744.16-745.17