- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:740.11-741.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在着手考察理念论之际(1078b9),亚历山大解释了先抽离形式数属性而直接考察理念本身的步骤,并注解了理念论起源于赫拉克利特流变说与苏格拉底寻求普遍定义的历史背景,进而阐明了苏格拉底与柏拉图学派在此问题上的关键分歧。
" Περὶ δὲ τῶν ἰδεῶν πρῶτον αὐτὴν τὴν κατὰ τὴν ἰδέαν δόξαν ἐπισκεπτέον." Δείξας ὅτι τὰ μαθήματα ἐνεργείᾳ μὲν καὶ καθ’ αὑτὰ οὔκ εἰσι, δυνάμει δὲ καὶ ἐξ ἀφαιρέσεως, νῦν ἐξετάζει τὰ περὶ τῶν ἰδεῶν. καὶ ἐπεὶ ὁ Πλάτων ἀριθμοὺς εἰδητικοὺς ἐκάλει τὰς ἰδέας ἑπόμενος τοῖς Πυθαγορείοις, πρότερον, φησίν, ὡς ἰδέας αὐτὰς ἐξετάσωμεν μὴ συνάπτοντες μηδὲ μεμνημένοι μηδ’ ὅλως ἀναλογιζόμενοι εἴτε εἰσὶν ἀριθμοὶ τὰ εἴδη εἴτε καὶ μή, ἀλλ’ εἰς αὐτὴν τὴν ἔννοιαν ἀνελθόντες καθ’ ἣν ἰδέας εἶναι ὑπέλαβεν, ἐπισκεπτέον εἰ δυνατὸν εἶναι ἰδέας. ζητήσει γὰρ μετὰ ταῦτα εἰ καὶ ἀριθμοὶ εἶναι εἰδητικοὶ δύνανται. τοῦτο θεὶς εὐθὺς λέγει τὴν αἰτίαν ἐξ ἧς εἴδη εἶναι λέγειν ὡρμήθησαν. ἔχοντες γὰρ ὁμολογούμενον ὡς εἰσὶν ἐπιστῆμαι καὶ φρόνησις, πεισθέντες δὲ καὶ τοῖς Ἡρακλειτείοις λόγοις ὡς ἀληθέσι τοῖς λέγουσιν ὅτι πάντα τὰ αἰσθητὰ ἐν συνεχεῖ ἐστι ῥύσει καὶ οὐδὲν οὐδέποτε αὐτῶν ἐν ταυτότητί ἐστιν, ἐταράχθησαν καὶ ἠπόρουν τίνων ἔσονται αἱ ἐπιστῆμαι. τῶν γὰρ αἰσθητῶν ἀδύνατον· ῥεῖ γὰρ καὶ καθ’ ὁμωνυμίαν μέν εἰσιν ὄντα, κυρίως δὲ μὴ ὄντα, αἱ δὲ ἐπιστῆμαι τῶν κυρίως ὄντων καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων εἰσί. λείπεται δὴ εἶναι ἄλλας τινὰς ἑτέρας παρὰ τὰ αἰσθητὰ φύσεις, αἵτινες καὶ μένουσαί εἰσι καὶ ἀεὶ ὡσαύτως ἔχουσαι, ὧν ἔσονται αἱ ἐπιστῆμαι· ταύτας δὲ ἐκάλουν ἰδέας. ἀλλ’ οὗτοι μὲν τὰς ἰδέας διὰ ταύτην εἶναι τὴν αἰτίαν λέγουσιν, ὁ δὲ Σωκράτης ἰδέας μὲν εἶναι οὐκ ἔλεγε, περὶ μόνας δὲ τὰς ἠθικὰς ἀρετὰς διατρίβει. καὶ οὗτος πρῶτος ἐζήτησεν ὁρισμοὺς λαμβάνειν τῶν καθόλου, οἷον τῆς καθόλου σωφροσύνης, τῆς καθόλου δικαιοσύνης καὶ τῶν ἄλλων ἁπασῶν. εἰπὼν δὲ ὅτι πρῶτος ὁ Σωκράτης ὁρισμοὺς τῶν καθόλου λαμβάνειν ἐζήτησεν,1 ἐπειδὴ πρὸ τοῦ Σωκράτους Δημόκριτος καὶ πρὸ τοῦ Δημοκρίτου οἱ Πυθαγόρειοι, ὁ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, οἱ δὲ Πυθαγόρειοι τὸν καιρὸν καὶ τὸ δίκαιον καὶ τὸν γάμον ὡρίζοντο καὶ τὰ τοιαῦτα, ἐπήγαγε τῶν μὲν φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον, δυνάμει λέγων ὅτι ὁ μὲν Σωκράτης τὰς ἀρετὰς ὁρίζεσθαι ἐζήτει τῶν φυσικῶν μηδένα λόγον ποιούμενος, Δημόκριτος δὲ ἥψατο μὲν τῶν φυσικῶν, ἀλλ’ ὡρίσατο τὸ θερμὸν καὶ τὸ ψυχρὸν πως, τουτέστι μαλακῶς καὶ ὡς ἔτυχε. καὶ πρὸ τούτου, ὡς εἴρηται, οἱ Πυθαγόρειοί τινων ὀλίγων ὁρισμοὺς ἀπέδωκαν, οὓς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνῆγον· δικαιοσύνη γάρ, φασίν, ἐστὶν ἀριθμὸς ὁ διαιρῶν τὴν δεκάδα δίχα, καὶ τὰ λοιπὰ ὁμοίως. ἀλλ’ οὗτοι μὲν οὕτως· ὁ δὲ Σωκράτης, φησίν, εὐλόγως ἐζήτει τὸ τί ἐστι καὶ τοὺς ὁρισμούς. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἀρχὴ συλλογισμοῦ καὶ ἀποδείξεώς ἐστιν, ὡς ἐν τῇ Ἀποδεικτικῇ δείκνυται, ὁ δὲ Σωκράτης συλλογίζεσθαι ἐζήτει, εἰκότως τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς ἐζήτει. ἐπειδὴ δὲ καί εἰσι συλλογισμοὶ χωρὶς ὁρισμοῦ (οἱ γὰρ διαλεκτικοὶ ἅπαντες τοιοῦτοι, τῶν δ’ ἀποδεικτικῶς δεικνύντων ἐστὶ τὸ ὁρισμοὺς λαμβάνειν, ὡς οἱ γεωμέτραι καὶ οἱ λοιποί), ἐπήγαγεν ὅτι διαλεκτικὴ ἰσχὺς οὔπω τότ’ ἦν, ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τἀναντία περὶ τὸ αὐτὸ συλλογίζεσθαι, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι καὶ πάλιν ὅτι ἡ ἡδονὴ κακόν ἐστι, καὶ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη. διὰ δὴ τὸ μὴ εἶναι ἰσχὺν διαλεκτικῆς ἐζήτει πάντων ὁρισμοὺς λαμβάνειν. ὥστε, φησί, δύο ἄν τις ἀποδώσοι καὶ ἀναθήσοι τῷ Σωκράτει δικαίως, τούς τε ἐπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι τὰ καθόλου· ἀρχὴ γὰρ συλλογισμοῦ καὶ ἡ ἐπαγωγὴ καὶ ὁ ὁρισμός. ἀλλ’ ὁ μὲν Σωκράτης τὰ καθόλου, ὧν καὶ τοὺς ὁρισμοὺς ἐζήτει, οὐ χωριστὰ ἐποίει τῶν αἰσθητῶν, οὐδὲ τοὺς ὁρισμοὺς χωριστῶν φύσεων εἶναι ἔλεγεν, οἱ δὲ περὶ Πλάτωνα ἐγνώρισαν καὶ τὰ τοιαῦτα ἰδέας κατωνόμασαν· ὥστε συμβαίνει αὐτοῖς πάντων ὧν ὅλως ὧν οὐ βούλονται ἰδέας εἶναι.2 εἰ γὰρ κατ’ αὐτοὺς ὅπου ἓν ἐπὶ πολλῶν καὶ καθόλου ἕτερον τῶν μερικῶν νοεῖται, τούτων εἰσὶν ἰδέαι, ἔσται καὶ τῶν πρός τι καὶ τῶν οἰκιῶν καὶ ἄλλων πολλῶν ἰδέαι, ὧν ἰδέας εἶναι οὐ βούλονται. Ταῦτα μὲν δὴ μέχρι τῆς λέξεως ταύτης κατὰ τὴν ἐμὴν σεσαφήνισται δύναμιν· ἀπὸ δὲ τῆς λέξεως τῆς καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀριθμῆσαι βουλόμενος ἕως τοῦ ἀλλὰ περὶ μὲν τῶν ἰδεῶν καὶ τοῦτον τὸν τρόπον καὶ διὰ λογικωτέρων καὶ ἀκριβεστέρων λόγων ἔσται πολλὰ συναγαγεῖν ὅμοια τοῖς τεθεωρημένοις τὰ αὐτά ἐστιν ἀπαραλλάκτως3 τοῖς ἐν τῷ μείζονι Α λεγομένοις, πλὴν τῆς λέξεως τῆς εἰ δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν ἕως τοῦ ἢ πᾶσιν ὑπάρξει τοῖς εἴδεσιν ὡς γένος· διὸ ταύτην μὲν σαφηνιοῦμεν, ἐκείνων δὲ τὴν σαφήνειαν ἐκ τῶν ἐν τῷ μείζονι Α σχολῶν θηρᾶσθαι χρή.
“关于理念,首先必须考察关于理念本身的见解。” 在证明了数学对象并非在现实中且自身独立地存在,而是潜能地且出自抽离而存在之后,他现在审查关于理念的事项。既然柏拉图依从毕达哥拉斯派称理念为形式数,〔亚里士多德〕说,我们首先应当把它们作为理念来审查,既不将它们联系于数,也不提及数,亦完全不考虑形式是否是数,而是回溯到他据以认定理念存在的那一概念本身,去考察理念的存在是否可能。因为在这之后,他将探究形式数是否也能够存在。设定了这一点之后,他随即指出了促使他们主张存在形式的原因。因为他们既将科学知识与明智的存在当作公认的前提,又笃信赫拉克利特派的言论为真(该言论断言一切可感觉事物均处于恒常的流变之中,它们当中没有任何事物在任何时候处于同一性之中),于是陷入困惑,并对科学知识将以何者为对象产生疑难。因为知识的对象不可能属于可感觉事物;因为这些事物处于流变之中,仅依同名是存在之物,在严格意义上并非存在之物,而科学知识乃是针对严格意义上的存在之物,即针对始终保持同一状态的事物的。因此必然保留下来的是:在可感觉事物之外,还存在着某些常驻且始终保持同一状态的其他本性,科学知识即以它们为对象;而他们将这些本性称为理念。然而,尽管他们由于这一原因主张理念存在,苏格拉底却并不主张理念存在,而仅仅致力于伦理美德。并且是他首先寻求获得普遍者的定义,如普遍的节制、普遍的正义以及所有其他美德的定义。在指出苏格拉底首先寻求获得普遍者的定义之后,鉴于在苏格拉底之前的德谟克利特以及在德谟克利特之前的毕达哥拉斯派曾给出过定义(前者定义了热与冷,毕达哥拉斯派则定义了时机、正义、婚姻及诸如此类的事物),〔亚里士多德〕补充说,“对于自然事物,德谟克利特仅稍微涉及”,这实际上是说,苏格拉底完全不考虑自然事物而寻求定义美德,而德谟克利特虽涉及了自然事物,却仅仅是以某种方式、亦即软弱且随意地定义了热与冷。而且在此之前,如前所述,毕达哥拉斯派曾对极少数事物给出了定义,他们把这些定义归结于数;因为他们说,正义是将十等分为二的数,其余的事物亦同此类推。虽然他们是这样,但他指出,苏格拉底合理地寻求了“是什么”和诸定义。因为正如在《后分析篇》中所证明的那样,定义是推论和论证的本原,而苏格拉底寻求进行推论,故而合乎情理地寻求了“是什么”和定义。但既然也存在没有定义的推论(因为所有辩证推论皆属此类,而像几何学家及其他人那样采纳定义乃是从事论证性证明者的特征),他补充道,辩证的力量在当时尚未具备,以致未能做到在没有“是什么”和定义的情况下亦能就同一事物推论出相反的结论(例如快感是善,且相反地快感是恶,以及相反事物属于同一门科学)。正是因为不存在辩证的力量,他才寻求获得一切事物的定义。因此他说,人们可以正当地把两件事归功并附于苏格拉底:归纳性论证和对普遍者的定义;因为归纳和定义都是推论的本原。然而,苏格拉底并未将他寻求定义的普遍者与可感觉事物分离开来,亦未声称定义是关于分离本性的,而柏拉图一派的人却如此认定,并把此类事物命名为理念;以至于其后果是,在他们根本不希望存在理念的一切事物上,反倒都存在着理念。因为若依他们之见,凡是在多之上的一以及不同于个别者的普遍者被思想之处皆存在它们的理念,那么在相关联者、房屋以及许多其他事物上也将存在理念,而他们并不希望在这些事物上存在理念。至本句为止的事项,已依我之力加以阐明;而从“并且类似,犹如某人若想计数”这一语句起,直至“但在关于理念方面,不仅以此种方式,且通过更为逻辑和更为精确的论证,亦将能够得出许多类似于已考察结论的结果”为止,它们与在《大阿尔法》中所论述的内容完全一致,唯独除开从“如果我们设定在其他方面共同的论证适用”直至“或作为属属于一切形式”这一语句;因此我们将阐明该语句,而那些语句的明晰解释则应从关于《大阿尔法》的讲义中去探求。
- 13.13εἰπὼν δὲ ὅτι πρῶτος ὁ Σωκράτης ὁρισμοὺς τῶν καθόλου λαμβάνειν ἐζήτησεν
统辖分词短语 εἰπὼν ... ὅτι ... 的主动词是随后插入的从属从句 ἐπειδὴ ...(提及苏格拉底之前的德谟克利特与毕达哥拉斯派)之后的 ἐπήγαγε(“补充说”)。引文 τῶν μὲν φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον(亚里士多德原文 1078b19–20)直接充当 ἐπήγαγε 的宾语。
- 13.13ὥστε συμβαίνει αὐτοῖς πάντων ὧν ὅλως ὧν οὐ βούλονται ἰδέας εἶναι
关系代词 ὧν 重复出现(πάντων ὧν ὅλως ὧν οὐ βούλονται),这是指代 πάντων 的关系词的同化或叠置,表示“他们根本不希望[有理念]的一切事物”。句法结构等同于 συμβαίνει αὐτοῖς ἰδέας εἶναι πάντων τούτων ὧν οὐ βούλονται ἰδέας εἶναι(“导致在他们不希望有其理念的一切事物上,反倒存在着理念”)。
- 13.13ἀπὸ δὲ τῆς λέξεως τῆς καὶ παραπλήσιον ... τὰ αὐτά ἐστιν ἀπαραλλάκτως
整个句子的骨干结构是由介词短语 ἀπὸ δὲ τῆς λέξεως τῆς ... ἕως τοῦ ...(“从……这一文句起,直至……为止”)与谓语从句 τὰ αὐτά ἐστιν ἀπαραλλάκτως τοῖς ἐν τῷ μείζονι Α λεγομένοις(“与在《大阿尔法》中所论述的内容完全一致”)相连,与前文亚历山大已经依力阐明的部分形成对比。
