← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§738.22-740.10

数学对象的潜在存在与数学中的美

亚历山大基于亚里士多德《形而上学》M卷第3章(1078a21–31)的论证,以人身上的可分性与不可分性为例,解释了数学对象乃是通过在思念中从可感觉质料中抽离而潜在地存在的;随后反驳了阿里斯提普斯等人关于数学因不以善为目的而无用的批评,指出数学所关涉的是不同于善的美(匀称、秩序与规定性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.11

" Ἄριστα δ’ ἂν οὕτω θεωρηθείη ἕκαστον, εἴ τις τὸ μὴ κεχωρισμένον θείη χωρίσας." Ἔνστασιν ἐνταῦθα κομιζομένην πρὸς τὴν ἑαυτοῦ δόξαν διαλύει. ἡ δὲ ἔνστασις τοιαύτη. εἰ γάρ, φασί, μὴ συγχωρεῖς εἶναι χωριστοὺς ἀριθμοὺς μηδὲ σχήματα, περὶ μὴ ὄντων οἱ μαθηματικοὶ διαλέγονται· οὔτε γὰρ περὶ τῶν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς διαλέξονται (ἔνυλα γὰρ τὰ τοιαῦτα, οἱ δὲ μαθηματικοὶ περὶ ἄυλα ἀναστρέφονται) οὔτε περὶ χωριστῶν, ἐπεὶ μηδ’ ὅλως δίδως εἶναι χωριστά. λύων οὖν ταύτην τὴν ἔνστασιν λέγει ὅτι περὶ μὴ ὄντων μὲν ἐνεργείᾳ δυνάμει δὲ ὄντων τὴν θεωρίαν ποιοῦνται. ἄριστα οὖν, φησί, τοῦτο θεωρηθείη, ἤτοι τὸ περὶ ὄντων μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντων τὴν σκέψιν ποιεῖσθαι τόν τε γεωμέτρην καὶ τὸν ἀριθμητικόν,1 εἴ τις τὰ μὴ κεχωρισμένα μηδὲ ἐνεργείᾳ ὄντα καθ’ αὑτὰ χωρίσει τῇ ἐπινοίᾳ· ὄψεται γὰρ ὅτι πρότερον μὴ ὄν τι ὕστερον γέγονεν· ἀχώριστα γὰρ ὄντα πρότερον τῶν ποιοτήτων ὕστερον ἐχωρίσθη τῇ ἐπινοίᾳ, ὥστε δυνάμει εἰσὶ χωρὶς παθῶν· δύνανται γὰρ τούτων χωρισθῆναι τῇ ἐπινοίᾳ. πῶς δὲ δυνάμει εἰσὶ ταῦτα καὶ οὐκ ἐνεργείᾳ διδάσκων τῷ ἀνθρώπῳ χρῆται παραδείγματι καί φησιν ὅτι ἓν μὲν ὁ ἄνθρωπος καὶ ἀδιαίρετος καθὸ ἄνθρωπος ἐνεργείᾳ, τουτέστιν ἓν τῷ ὑποκειμένῳ· ὁ δ’ ἔθετο ἓν ἀδιαίρετον, τουτέστιν ὁ δὲ ἀριθμητικὸς προσελθὼν αὐτῷ ἔθετο καὶ ἔλαβε τὸ ἐν αὐτῷ ἓν ἀδιαίρετον, ἤτοι τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἄτομον, καὶ θεωρεῖ τί τούτῳ ᾗ ἀδιαίρετος συμβαίνει. ὁ δὲ γεωμέτρης τὸ στερεὸν αὐτοῦ καὶ τὸ πάντῃ διαστατὸν ἐπισκέπτεται· οὐ γὰρ ᾗ ἄνθρωπον αὐτὸν θεωρεῖ οὐδ’ ᾗ ἀδιαίρετον, ἀλλ’ ᾗ στερεὸν καὶ πάντῃ διαστατόν. ὑπάρχει γὰρ τῷ ἀνθρώπῳ οὐ μόνον τὸ μοναδικὸν καὶ ἄτομον, ἀλλὰ καὶ τὸ πάντῃ διαστατόν. οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεωμέτρης τὸ ἀδιαίρετον, ἀλλὰ ταῦτα ἃ ὑπάρχει αὐτῷ μετὰ τοῦ ἀδιαιρέτου, δυνάμενα δὲ ὑπάρχειν κἂν εἰ μὴ ἦν ἀδιαίρετος. καὶ γὰρ ἀδιαιρέτῳ ὄντι ὑπάρχει αὐτῷ τὸ τριχῇ διαστατόν, τὸ ἐπ’ ἄπειρον διαιρετὸν καὶ ὅσα ὅλως περὶ τῶν στερεῶν ὁ γεωμέτρης τε λέγει καὶ δείκνυσιν, [ἃ] κἂν εἰ μὴ ἦν ἀδιαίρετος ὑπῆρξεν αὐτῷ ταῦτα, δυνάμενα αὐτῷ καὶ ἀδιαιρέτῳ ὄντι ὑπάρχειν.2 τούτου γάρ ἐστι δηλωτικὸν τὸ κἂν εἰ μή που ἦν ἀδιαίρετος ὑπῆρχεν αὐτῷ, δηλονότι καὶ ἄνευ τούτου, ἤτοι τοῦ ἀδιαιρέτου, ἐνδέχεται ὑπάρχειν αὐτῷ τὸ δυνατόν, ἤτοι τὸ τριχῇ διαστατόν, τὸ ἐπ’ ἄπειρον διαιρετόν· ὥστε ὀρθῶς ὁ γεωμέτρης περὶ τούτων διαλέγεται ὡς περὶ ὄντων· ὄντα γάρ εἰσιν, οὐχ ὡς ἔνυλα δέ, ἀλλ’ ὡς ἄυλα καὶ εἴδη.

“如果有人把未被分离的事物加以分离而设定之,那么每件事物将如此以最佳的方式受到理论考察。” 他在这里化解了针对他自己观点的异议。该异议是这样的:他们说,如果你不承认数和图形是分离的,那么数学家们所讨论的就是非存在;因为他们既不讨论存在于可感觉立体之中的事物(因为此类事物附带质料,而数学家致力于非质料之物),也不讨论分离之物(因为你根本不承认存在分离之物)。因此,他化解这一异议并指出:他们所进行理论考察的对象,并非现实存在之物,而是潜能存在之物。因此他说,“这一点将以最佳的方式受到理论考察”——亦即几何学家和算术家针对潜能存在而现实不存在的事物进行考察这一事实——如果有人通过思念将那些并未分离、在现实中亦非自身独立存在的事物分离开来的话;因为他将看到,原先不曾存在的事物后来生成了;因为原先与诸性质不可分离的事物,后来在思念中被分离开来,以至于它们在潜能上离开了诸感受性质;因为它们能够通过思念从这些性质中被分离开来。在阐明这些事物如何是潜能存在而非现实存在时,他以人为例,并指出:人作为人而言在现实中是一且不可分的,即在底层承载者上是一;“但他设定其为一且不可分”,亦即算术家走向人,设定并提取出人之中一且不可分之物,即人之中单子式的和不可分割之物,并考察在其不可分的意义上有何性质偶属于它。另一方面,几何学家考察人之中立体的且全方位广延之物;因为他考察人并非在其作为人的意义上,亦非在其作为不可分之物的意义上,而是在其作为立体的且全方位广延之物的意义上。因为不仅单子式的和不可分割之物属于人,全方位广延之物亦属于人。因此几何学家并未将人的不可分性纳入考察,而是考察这些与不可分性一同属于人的性质,即使人并非不可分,这些性质本也能够属于人。因为即便人是不可分的,三维广延、无限可分以及凡是几何学家关于立体总体上所言说和证明的一切性质,也属于人;即便人并非不可分,这些性质本已属于人,且在人是不可分的情况下也能够属于人。因为“即便他并非不可分的,这些性质也属于他”这句话所表明的正是这一点,即显然即使没有这一点,亦即没有不可分性,潜在之物——即三维广延与无限可分——也容许属于他。因此几何学家正当地将这些事物作为存在之物来讨论;因为它们确是存在之物,但并非作为附带质料之物,而是作为无质料之物和形式存在。

§13.12

"Ἐπεὶ δὲ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἕτερον· τὸ μὲν γὰρ ἀεὶ ἐν πράξει, τὸ δὲ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις." Ἐν τούτοις ἀποτείνεται πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα. εἰ γὰρ πᾶν, φησὶν ὁ Ἀρίστιππος, ὂν ἀγαθοῦ ἢ καλοῦ ἕνεκεν ἐργάζεται, τὰ δὲ μαθηματικὰ οὔτε καλοῦ οὔτε ἀγαθοῦ στοχάζεται, τὰ μαθηματικὰ ἄρα οὐκ εἰσίν. καί φησι τοῦ3 χρησίμου μὲν οὖν καὶ συμφέροντος τοῦ ἐν τοῖς πρακτοῖς (τοῦτο γὰρ νῦν ἀγαθὸν καλεῖ) μὴ μετεῖναι τοῖς μαθήμασιν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν πολιτική τις ἕξις ἦν ἡ μαθηματική· περὶ γὰρ τὴν πολιτικὴν ἕξιν τὸ ὡς πρακτὸν καὶ ὡς συμφέρον ἀγαθόν ἐστιν· τοῦ μέντοι καλοῦ μάλιστα ἔχεται ἡ μαθηματική, περὶ τὰ σύμμετρα καὶ εὔτακτα καὶ ὡρισμένα διατρίβουσα. κἂν γὰρ μὴ ὀνόματα τῶν μαθηματικῶν ἐν τοῖς συμπεράσμασι λαμβάνουσιν (οὐ γὰρ λέγουσιν ὅτι παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὅτι τοῦτο καλόν), ἀλλ’ οὖν δήλη ἐστὶν αὐτῶν πᾶσα ἡ πραγματεία συμμετριῶν καὶ ὁμοιοτήτων καὶ ἀναλογιῶν καὶ τάξεων στοχαζομένη. ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν αἴτια φαίνεται ἡ τάξις καὶ τὸ ὡρισμένον· πολλὰ γὰρ ἐν τῇ φύσει τέλος ποιεῖται τὸ καλὸν καὶ τὸ εὔτακτον καὶ τὸ ὡρισμένον. ἐν δὲ τῇ λέξει τῇ τὸ δὲ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις ἀκίνητά φησι τὰ μαθηματικά. τὸ καλὸν οὖν φησι καὶ ἐν τοῖς πρακτοῖς, ἔστι δὲ καὶ ἐν τοῖς ἀκινήτοις ἤτοι τοῖς μαθήμασι. τὸ δὲ εἰ γὰρ καὶ μὴ ὀνομάζουσι, τὰ δ’ ἔργα καὶ τοὺς λόγους δεικνύουσι ἀντὶ τοῦ εἰ μὴ λέγουσιν ἐν τοῖς συμπεράσμασι τὸ καλόν, δεικνύουσι δὲ τοῦ καλοῦ ἔργα (ἔργον γὰρ καλοῦ τὸ σύμμετρον καὶ τὰ ὅμοια), οὐ διὰ τοῦτο δὴ ὑποληπτέον ὡς οὐ λέγουσι περὶ τοῦ καλοῦ. καὶ συμπεραίνεται λέγων περὶ μὲν οὖν τῶν μαθηματικῶν, ὅτι τε ὄντα ἐστὶ καὶ πῶς ὄντα, ὅτι δυνάμει καὶ ἐξ ἀφαιρέσεως, καὶ πῶς πρότερα, ὅτι τῷ λόγῳ, τοσαῦτα εἰρήσθω.

“而既然善与美是相异的;因为前者总是在行动之中,而美也在不动之物中。” 在这些话中,他驳斥了阿里斯提普斯以及其他任何排斥数学诸科学的人。因为阿里斯提普斯说,如果一切存在之物都为了善或美而劳作,而数学对象既不以美为目标也不以善为目标,那么数学对象就是不存在的。于是他[亚里士多德]说,在行动之物中那种有用且有益的善(因为他现在将此称为“善”),确实并不分有给数学诸科学,因为数学从根本上就不是某种政治性的品质;因为围绕政治性品质展开的,是作为可行动且作为有益的善;然而数学最深地切中于美,致力于匀称、井然有序和有规定的事物。因为即使他们并不在结论中采用数学对象的名称(因为他们并不说:由于这是美的,所以任何三角形的三内角之和等于两直角),但他们的整个研究显然都在追求匀称、相似、比例与秩序。不仅如此,在许多其他事物中,秩序与有规定性也显明为原因;因为自然之中的许多事物,都将美、井然有序和有规定性作为目的。而在“美也在不动之物中”这句文句中,他称数学对象为不动之物。因此他说,美不仅存在于行动之物中,也存在于不动之物即数学诸科学之中。而“因为即使他们不称其名,却展示了其成果和言论”的意思是:即使他们并不在结论中说出“美”,却展示了美的成果(因为匀称和类似之物乃是美的成果),并不因此就应当认为他们没有论及美。并且他作结道:关于数学对象,它们既是存在之物,以及它们以何种方式存在(即潜能上且出自抽离而存在),以及它们以何种方式在先(即在言论上在先),便叙述至此。

语法注3 条
  1. 13.11ἤτοι τὸ περὶ ὄντων μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντων τὴν σκέψιν ποιεῖσθαι τόν τε γεωμέτρην καὶ τὸν ἀριθμητικόν

    ἤτοι 用于引出对前述代词主语 τοῦτο 的同位语说明;整个冠词不定式短语 τὸ ... τὴν σκέψιν ποιεῖσθαι τόν τε γεωμέτρην καὶ τὸν ἀριθμητικόν 作为同位语展开解释 τοῦτο 的具体内容。其中的宾格 τόν τε γεωμέτρην καὶ τὸν ἀριθμητικόν 充当不定式 ποιεῖσθαι 的逻辑主语。

  2. 13.11κἂν εἰ μὴ ἦν ἀδιαίρετος ὑπῆρξεν αὐτῷ ταῦτα, δυνάμενα αὐτῷ καὶ ἀδιαιρέτῳ ὄντι ὑπάρχειν

    κἂν εἰ 引导让步条件从句(“即使他并非……”),搭配未完成过去直陈式 ἦν 构成与事实相反的条件句,主句谓语为 ὑπῆρξεν(不定过去直陈式,未带 ἄν,强调属性从属的必然性)。δυνάμενα 为中性复数分词修饰 ταῦτα,作为对 ὑπῆρξεν 的解释性补充,并支配让步性与格分词 καὶ ἀδιαιρέτῳ ὄντι(“即使作为不可分者”)。

  3. 13.12τὸ δὲ εἰ γὰρ καὶ μὴ ὀνομάζουσι, τὰ δ’ ἔργα καὶ τοὺς λόγους δεικνύουσι ἀντὶ τοῦ

    τὸ δὲ ... 将亚里士多德的原文引句(1078b1–2)用中性单数冠词名词化作为主语短语,与 ἀντὶ τοῦ(“相当于……” / “意指……”)相连接。由 ἀντὶ τοῦ 引出的从句(εἰ μὴ λέγουσιν ...)对其进行释义和解释,这是希腊注疏中的标准句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:738.22-740.10