- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:742.1-743.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在1079b3及以下对一种辩护主张的批判(即承认共同定义适用于可感觉事物与理念,仅在理念上附加“作为范型”),阐明了这种附加如何荒谬地加于理念的每个构成要素,以及“作为范型”本身如何荒谬地成为实体与属。
" Εἰ δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν τοῖς εἴδεσιν." Εἰπὼν ὅτι εἰ τὸ αὐτὸ εἶδος καὶ ἡ αὐτὴ φύσις ἐστὶ τῆς αὐτοδυάδος καὶ τῆς αἰσθητῆς δυάδος καὶ τοῦ αὐτοανθρώπου καὶ τοῦ αἰσθητοῦ ἀνθρώπου, ἔσται καὶ τρίτη δυὰς καὶ τρίτος ἄνθρωπος, εἰ δὲ μὴ τὸ αὐτό, ὁμώνυμον ἂν εἴη, λέγει ὅτι εἰ δὲ τὰ μὲν ἄλλα τὰ λεγόμενα κατὰ τῶν αἰσθητῶν κύκλων, οἷον τὸ σχῆμα, τὸ ἐπίπεδον καὶ τὰ λοιπὰ μέρη τοῦ λόγου, ἐφαρμόζειν θήσομεν καὶ τῷ αὐτοκύκλῳ (τοῦτον γὰρ εἶπεν αὐτὸν τὸν κύκλον), εἰ δὴ κατὰ τὰ μέρη τοῦ ὁρισμοῦ μηδὲν διαφέρειν τὰ αἰσθητὰ καὶ τὰς ἰδέας αὐτῶν φήσομεν, τὸ δ’ οὗ ἐστι προστεθήσεται,1 τουτέστι παράδειγμα ὂν τῶν αἰσθητῶν, ἵν’ ᾖ τοῦ μὲν αἰσθητοῦ κύκλου ὁρισμὸς σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς τῶν ἐντὸς τοῦ κύκλου σημείων πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν, τοῦ δὲ αὐτοκύκλου σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς τῶν ἐντὸς τοῦ κύκλου σημείων πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν, παράδειγμα ὂν τῶν αἰσθητῶν κύκλων, καὶ πάλιν τοῦ μὲν αἰσθητοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν, τοῦ δὲ αὐτοανθρώπου τὸ ζῷον πεζὸν δίπουν παράδειγμα ὂν τῶν αἰσθητῶν ἀνθρώπων, — εἰ οὖν τοῦτο φήσουσι τὸ δεῖν ταῖς ἰδέαις προστεθῆναι τὸ οὗ ἐστι παράδειγμα, οἷον ἀνθρώπου ἢ ἵππου ἢ οὗ ἂν εἴη, καὶ κατὰ τοῦτο μόνον διαφέρειν αὐτὰς τῶν αἰσθητῶν εἴπωσι, σκοπεῖν, φησί, δεῖ2 μὴ κενὸν ᾖ τὸ λεγόμενον. τίνι γὰρ ἡ προσθήκη αὕτη προστεθήσεται, τῷ σχήματι, τῇ γραμμῇ, τῷ ἐπιπέδῳ, τῷ μέσῳ (λέγων μέσον τὸ σημεῖον ἀφ’ οὗ πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν) ἢ πᾶσι; πάντα γὰρ τὰ ἐν τῇ ἰδέᾳ κατ’ αὐτοὺς οὐσίαι καὶ ἰδέαι, οἷον τὸ αὐτοσχῆμα, τὸ αὐτοεπίπεδον· ὁμοίως καὶ τὸ ἐν τῷ αὐτοανθρώπῳ ζῷον οὐσία καὶ ἰδέα, ἀλλὰ καὶ τὸ πεζόν, ἀλλὰ καὶ τὸ δίπουν· ὥστε εἰ ταῖς ἰδέαις δεῖ προσκεῖσθαι τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν,’ προστεθήσεται καὶ τῷ ἐν τῷ αὐτοανθρώπῳ ζῴῳ ἰδέᾳ ὄντι καὶ τῷ δίποδι· ἰδέα γὰρ καὶ αὐτό. συμβαίνει οὖν ἐρωτωμένους τί ἐστιν αὐτοάνθρωπος λέγειν ὅτι ζῷον παράδειγμα ὂν τῶν αἰσθητῶν, πεζὸν παράδειγμα ὂν τῶν αἰσθητῶν, δίπουν παράδειγμα ὂν τῶν αἰσθητῶν. ἔτι, φησίν, ὥσπερ τὰ ἐνυπάρχοντα τῷ αὐτοανθρώπῳ οἷον τὸ ζῷον καὶ τὰ λοιπά, ὁμοίως καὶ τῷ αὐτοκύκλῳ, τὸ σχῆμα τὸ ἐπίπεδον τὰ ὅμοια, φύσεις εἰσί τινες κατ’ αὐτούς, ἀνάγκη καὶ τὸ προσκείμενον αὐτοῖς τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν’ εἶναι φύσιν τινὰ καὶ οὐσίαν καθ’ αὑτὴν καὶ ἰδέαν, ἵν’ ὡς γένος ὑπάρχῃ πάσαις ταῖς ἰδέαις. ὡς γὰρ τὸ ζῷον πεζὸν τῷ αὐτοανθρώπῳ ὡς γένος ὑπάρχει, οὕτω καὶ τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν’ ὡς γένος αὐτῷ τε καὶ ταῖς ἄλλαις ὑπάρξει ἰδέαις. διὰ τί γὰρ τὸ ζῷον ὑπάρχον τῷ αὐτοανθρώπῳ φύσις τις καὶ οὐσία ἐστί, τὸ δὲ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν’, ὑπάρχον αὐτῷ, οὐκ ἔσται φύσις τις καὶ οὐσία; ἀλλὰ καὶ τοῦτο, λέγω δὴ τὸ φύσιν εἶναι καὶ οὐσίαν τὸ τοιοῦτον, ἀλογώτατον.
“如果我们设定在其他方面共同的定义适用于形式。” 在指出若在自身的二与可感觉的二,以及自身的人与可感觉的人中存在着同一形式和同一本性,就会产生第三个二和第三个人,而若非同一,它们就将是同名异义的之后,他说道:如果我们设定在其他方面述说可感觉之圆的事项(例如形状、平面以及定义的其余各部分)亦适用于自身的圆(因为他称此物为“圆本身”),即如果我们主张在定义的各部分上,可感觉事物与其理念毫无差异,唯独将附加“其所属者”,亦即作为可感觉事物的范型,以致可感觉之圆的定义是“由一条线包围的平面图形,从圆内某一点向该线引出的所有直线彼此相等”,而自身的圆则是“由一条线包围的平面图形,从圆内某一点向该线引出的所有直线彼此相等,且作为可感觉之圆的范型”,又如可感觉的人是“两足陆生动物”,而自身的人是“两足陆生动物,且作为可感觉之人的范型”,——因此,如果他们主张应当在理念上附加“它是何者的范型”(例如人或马或无论何者的范型),并宣称理念仅仅在这点上不同于可感觉事物,那么他说,必须审视所说的话是否落空。因为这一附加将被加于何者之上?加于形状、加于线、加于平面、加于中心(他所谓的中心是指从该点引出的所有直线彼此相等的那个点),还是加于全部?因为依他们之见,理念中的一切要素皆是实体和理念,例如自身形状、自身平面;同样,自身的人之中的动物也是实体和理念,陆生亦然,两足亦然;以至于若在理念上必须附加“作为可感觉事物的范型”,这一附加也将被加于自身的人之中作为理念的动物上,并加于两足上;因为这本身也是理念。于是其后果是,当被问及什么是自身的人时,他们回答说它是“作为可感觉事物之范型的动物,作为可感觉事物之范型的陆生者,作为可感觉事物之范型的两足者”。此外,他说,正如固有于自身的人之中的要素(如动物及其他要素),以及同样固有于自身的圆之中的要素(如形状、平面及类似要素),依他们之见是某种本性,附加于它们之上的“作为可感觉事物的范型”也必然自身即是某种本性、实体和理念,以便作为属而属于一切理念。因为正如动物和陆生作为属属于自身的人,同样“作为可感觉事物的范型”也将作为属属于它以及其他理念。因为凭什么属于自身的人的动物是某种本性与实体,而属于它的“作为可感觉事物的范型”却不会是某种本性与实体呢?然而甚至这一点,我指的是让此类事物成为本性与实体,也是极其荒谬的。
- 13.14τὸ δ’ οὗ ἐστι προστεθήσεται
引自亚里士多德原文(1079b5)。中性定冠词 τό 将关系从句 οὗ ἐστι 名词化,意为“其所属者”(即作为范型所对应的相关对象)。正如亚历山大随后的解释 τουτέστι παράδειγμα ὂν τῶν αἰσθητῶν 所示,此句指附加“作为可感觉事物的范型”。
- 13.14εἰ δὲ τὰ μὲν ἄλλα... εἰ οὖν τοῦτο φήσουσι... σκοπεῖν, φησί, δεῖ
转述亚里士多德论证的长大句法结构。以 εἰ δὲ τὰ μὲν ἄλλα... 开始的条件从句在展开圆与人的具体定义范例时发生延展,随后以破格结构(失联句法)通过 εἰ οὖν τοῦτο φήσουσι... 总结并重新引出条件,最终落实到非人称主句 σκοπεῖν δεῖ 上。
