- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:71.10-73.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德对毕达哥拉斯派使用数作为本原的批判(989b29–990a18),阐明了毕达哥拉斯派虽然设定了非物体的数作为本原,却未能解释自然界的运动和物体固有性质(轻与重),并且指出了他们未能区分作为因的数与作为果的宇宙事物这一荒谬结论。
" Οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται." Αἰτιᾶται τοὺς Πυθαγορικούς, οἳ δοκοῦσι καὶ αὐτοὶ τῆς ἀσωμάτου φύσεως μνημονεύειν, ὅτι ἀρχὰς μὲν ὑπέθεντο ξενικωτέρας καὶ ἀπηρτημένας τῶν φυσικῶν καὶ ἐκτοπωτέρας, τουτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας1 καὶ δυναμένας καὶ ἄλλων φύσεων ἀρχὰς εἶναι (ἀσωμάτους γὰρ καὶ ἀκινήτους· οἱ γὰρ ἀριθμοὶ τοιοῦτοι· οὐ γὰρ προσεχεῖς τοῖς φυσικοῖς), οὐδὲ οἰκείας καὶ ὁμολογουμένας ταῖς κοιναῖς προλήψεσι καὶ ταῖς τῶν φυσικῶν δόξαις ὑπέθεντο τὰς ἀρχάς· προσεχέστεραι γὰρ τοῖς φυσικοῖς σώμασιν αἱ ὑπ’ ἐκείνων ἀρχαὶ τεθεῖσαι καὶ φανερώτεραι. οὗ τὸ αἴτιον ἅμα ἀποδίδωσιν, ὅτι οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἔθεντο καὶ ἔλαβον αὐτάς (τὸ γὰρ παρέλαβον ἀντὶ τοῦ ἔλαβον εἶπεν), ἀλλὰ ἐκ τῶν μαθημάτων, οἷς ἐντραφέντες ἐκ τούτων καὶ τούτοις ἀκολούθως ἔθεντο καὶ τὰς ἀρχάς. ταῦτα δέ ἐστι τὰ μαθηματικά, ὧν κατ’ αὐτοὺς ἀρχαὶ οἱ ἀριθμοί. ταῦτα δὲ ἔξω κινήσεως πάντῃ καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογίᾳ· καὶ γὰρ ἡ ἀστρολογικὴ μαθηματικὴ μέν, ἀλλὰ περὶ φυσικῶν τε καὶ κινουμένων ὁ λόγος αὐτῇ· τὰ γὰρ ἄστρα, περὶ ὧν πραγματεύεται, φυσικά τε καὶ ἐν κινήσει. θέμενοι μέντοι τοιαύτας ἀρχὰς οὐδὲν ἄλλο ἢ περὶ τὰ φυσικὰ πραγματεύονται, καὶ ταῦτα γεννῶσιν ἐξ ἐκείνων· τόν τε γὰρ οὐρανὸν καὶ τὰ ἐκείνου μέρη γεννῶσιν ἐκ τῶν ἀρχῶν ἃς ὑποτίθενται (αὗται δέ εἰσι τὸ ἄρτιόν τε καὶ περιττόν, ὡς προείρηται), καὶ τὰ συμβαίνοντα περὶ ταῦτα ἀποδιδόασι, ταῦτα λέγω τὰ ἐν τῷ οὐρανῷ, ὡς οὐδενὸς ὄντος ἢ γιγνομένου ἐξ αὐτῶν ἄλλου παρὰ τὰ αἰσθητὰ καὶ σώματα, ὁμολογοῦντες κατὰ τοῦτο τοῖς φυσικοῖς, οἳ οὐδὲν ἡγοῦντο παρὰ τὰ φυσικά τε καὶ ἐν κινήσει εἶναι· καίτοι τοιαύτας ἀρχὰς ὑποθέμενοι αἳ ἱκαναὶ ἦσαν καὶ τῶν ἀσωμάτων καὶ ὑπὲρ τὰ φυσικὰ ὄντων ἀρχαὶ λέγεσθαι, καὶ μᾶλλον ἢ τοῖς περὶ φύσεως λόγοις ἁρμοττούσας. αἰτιᾶται δὲ αὐτοὺς κατὰ τοῦτο, ὅτι οὐδὲ τούτων ἱκανῶς ἀπέδοσαν τὰς αἰτίας. ὃ γὰρ φαίνεται ἴδιον τούτων, ἡ κίνησις, πῶς αὕτη γίνεται ἐν αὐτοῖς ἐκ τοιούτων ἀρχῶν οὖσί τε καὶ γιγνομένοις,2 τοῦ πεπερασμένου τε καὶ τοῦ ἀπείρου; ὧν τὸ μὲν πεπερασμένον ἐστὶ τὸ περιττόν, ὃ πέρας εἶπε, τὸ δὲ ἄπειρον τὸ ἄρτιον ὃ λέγουσιν. ἀκίνητοι γὰρ οἱ ἀριθμοὶ καὶ οὐδεμιᾶς κινήσεως αἴτιοι. ἀλλ’ οὐδὲ ὅτι δυνατόν ἐστιν ἄνευ κινήσεως καὶ μεταβολῆς ἐξ ἐκείνων τῶν ἀρχῶν γενέσθαι ταῦτα ἃ ἐξ αὐτῶν γεννῶσιν, ἢ αὐτὰ τὰ τῶν ἀστέρων ἔργα, ἃ διὰ τὴν φορὰν αὐτῶν καὶ τὴν κίνησιν γίνεται, διδάσκουσιν· ἔστι γὰρ ἔργα αὐτῶν ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τοιαῦτα, ἃ πῶς οἷόν τε γίγνεσθαι χωρὶς κινήσεως; πάνυ δὲ ἐναργῶς τῇ τῶν ἀστέρων παραθέσει, ὧν διὰ κινήσεως ἡ ἐνέργεια, ἔδειξε τὸ ἐλλιπὲς τῆς δόξης. ἀλλ’ οὐδὲ εἰ συγχωρηθείη αὐτοῖς δύνασθαι τὰ μεγέθη καὶ τὰ σώματα ἐκ τῶν ἀριθμῶν καὶ τῶν πάντῃ ἀδιαστάτων εἶναι συγκείμενα, ὃ παντὸς μᾶλλον ἀδύνατον, ἀλλ’ οὖν οὐδὲ τούτου τεθέντος ἀποδέδοται3 πρὸς αὐτῶν πόθεν ἐν τοῖς φυσικοῖς σώμασιν αἱ κατὰ φύσιν αὐτῶν ῥοπαί, κουφότητές τε καὶ βαρύτητες· οὐ γὰρ δὴ δυνάμει ταῦτα τοιαῦτα, ὥσπερ ἐστὶ καθ’ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνάμει σῶμα. ἃ γὰρ λέγουσι περὶ τῶν σωμάτων, οὐ μᾶλλον ταῦτα ἁρμόζει τοῖς φυσικοῖς παρὰ τοῖς μαθηματικοῖς σώμασιν· ἰσότητες γὰρ καὶ ἀνισότητες καὶ σχήματα καὶ τὰ τοιαῦτα κοινὰ τούτων τε κἀκείνων τῶν σωμάτων. εἰ δὲ τὰ ἴδια μὲν τοῖς φυσικοῖς σώμασι καθ’ ἅ ἐστι φυσικὰ μὴ ἀποδιδόασι (ταῦτα δέ ἐστι βαρύτης κουφότης, θερμότης ψυχρότης, ὑγρότης ξηρότης), οὐδ’ ἂν περὶ τῶν φυσικῶν σωμάτων εἶεν λέγοντες, περὶ ὧν λέγειν ἐβούλοντό τε καὶ προετίθεντο.
“因此,所谓的毕达哥拉斯派对本原和元素的使用更为反常。” 他批评了毕达哥拉斯派,这些人自身似乎也提到了非物体的本性,理由是他们所假定的本原更为异己、脱离于自然之物且更为反常,也就是说,扩展得更远、更超越,并且也能够作为其他本性的本原(因为它们是非物体的和不动的;数字正是具有这种性质;因为它们与自然之物并不紧邻),并且他们也没有假定与共同预见和自然哲学家的见解相熟悉和一致的本原;因为由后者所假定的本原与自然物体更为切近且更为显明。同时,他也指出了其原因:因为他们并不是从可感觉事物出发来假定和采纳它们(因为他说“接纳”以代替“采纳”),而是从数学诸学科出发;由于在其中受到熏陶,他们从这些学科出发并顺应这些学科来假定本原。而这些就是数学对象,根据他们的看法,其本原就是数。但这些数学对象完全在运动之外并且是非自然的,除了天文学中的对象;因为天文学虽然是数学性的,但其论说却是关于自然的和处于运动中的事物;因为天体——它所探讨的——是自然的且处于运动之中的。然而,他们设定了这样的本原,却除了自然现象之外不做任何探讨,并且从那些本原中生成出这些事物;因为他们从他们所假定的本原(如前所述,即奇数与偶数)中生成了天及其诸部分,并且解释了关于这些事物的属性,我指的是天上的属性,就好像除了可感觉事物和物体之外,没有任何其他东西由于它们而存在或生成一样,在这一点上与自然哲学家们一致,后者认为除了自然且处于运动中的事物之外不存在任何东西;尽管他们假定了足以被称为非物体之物和超越自然存在之物的本原,并且这些本原更适合于那些事物,而非适合于关于自然的学说。但他在这一方面批评他们:因为他们甚至没有充分说明这些[自然现象]的原因。因为运动——这似乎是属于它们的特有属性——在这些通过如此本原存在和生成的自然物中,究竟是如何从有限与无限中产生的?其中有限即是奇数(他称之为极限),而无限则是他们所谓的偶数。因为数是不动的,并不是任何运动的原因。他们也没有说明,他们从那些本原中所生成的这些事物,或者天体自身的作为——它们因其位移和运动而产生——能够在没有运动和变化的情况下生成;因为它们的作为就是升起、落下以及诸如此类的事物,而这些若是没有运动又怎能发生?通过并列提出天体——其现实活动是通过运动实现的——他极其清楚地表明了这种见解的缺失之处。然而,即使向他们让步,承认量度与物体能够由数和全然没有延展之物构成(这是万万不可能的),即便假定了这一点,他们也依然没有解释,在自然物体中符合其本性的趋向——即轻与重——究竟从何而来;因为这些东西绝不是潜在地具有此种性质,正如在那些主张质料构成了或者是某种物体、或者在潜能上是物体的底层基质的人那里一样。因为他们关于物体所说的话,适用于自然物体的程度并不超过适用于数学物体;因为相等、不相等、形状以及诸如此类的事物是这两类物体所共有的。如果他们没有说明自然物体之所以为自然物体的固有属性(即重与轻、热与冷、湿与燥),那么他们也就根本没有在谈论他们本意想要且打算谈论的自然物体。
"Ἔτι καὶ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθμοῦ πάθη καὶ τὸν ἀριθμὸν τῶν κατὰ τὸν οὐρανόν." Καὶ τοῦτο δείκνυσιν αὐτοῖς ἄτοπον ἑπόμενον, ὅτι αἴτια τῶν κατὰ τὸν οὐρανὸν ὄντων τε καὶ γινομένων ἐξ ἀρχῆς τε καὶ νῦν τὰ πάθη τῶν ἀριθμῶν καὶ τοὺς ἀριθμοὺς λέγοντες (οὐδὲ γὰρ ἄλλο τι ἡγοῦντο εἶναι παρὰ τὰ ἐν τῷ οὐρανῷ) οὐκ ἄλλους τινὰς ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τούτων, ἐξ ὧν αὐτοῖς ὁ κόσμος συνέστηκε.4 δεῖ μὲν γὰρ ἄλλο τι εἶναι τὸ αἴτιον καὶ τὸ αἰτιατόν, οἱ δὲ ἀριθμοὺς λέγοντες εἶναι τόν τε κόσμον καὶ ἕκαστον τῶν ἐν τῷ κόσμῳ, καὶ τούτων ἀρχὰς τοὺς ἀριθμοὺς ὑποθέμενοι, ἀριθμὸν ἄλλον παρὰ τοῦτον οὐ λέγουσιν, ὥσπερ Πλάτων ἐποίει, ἄλλον μὲν λέγων τὸν εἰδητικὸν ἀριθμόν, ὃν καὶ αἴτιον ἐτίθετο, ἄλλον δὲ τὸν ἐν τοῖς αἰσθητοῖς. οὕτως δὲ λέγοντες αὐτὸν αὑτοῦ ἂν τὸν ἀριθμὸν αἴτιον λέγοιεν, εἴ γε αἴτιος μέν ἐστι τῶν ἐν τῷ κόσμῳ ὄντων, ταῦτα δὲ αὐτός ἐστιν.
“此外,又当如何理解数的属性与数乃是天上诸事物的因。” 而且他表明了伴随他们而来的如下荒谬结果:虽然他们声称数的属性与数是天上从最初及现在所存在和生成之物的因(因为他们认为除了天上的事物之外不存在任何其他事物),但他们并没有说出任何其他的数,也没有在构成其宇宙的这些数之外保留任何其他的数。因为因与被引起者理当是不同的事物,而他们一方面称宇宙和宇宙中的每一个事物都是数,并将数假定为它们的本原,另一方面却没有说出除此以外的另一个数,正如柏拉图所做的那样,柏拉图将理念数视为一物,并将其确立为因,而将可感觉事物中的数视为另一物。但他们若这样说,就会是在说数是其自身的原因,只要它一方面是宇宙中存在之物的因,而另一方面这些事物本身就是数。
- 1.71ἐκτοπωτέρας, τουτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας
ἐκτοπωτέρας 为比较级阴性宾格复数,与 ἀρχάς 一致。τουτέστιν 之后的完成分词短语 ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας 是注释者对 ἐκτόπους(“反常的/离开固有位置的”)的语义释义,表明其超出了固有处所(τόπος)而扩展得更广,并超越了自然领域。
- 1.71ἐν αὐτοῖς ἐκ τοιούτων ἀρχῶν οὖσί τε καὶ γιγνομένοις
与格分词短语 οὖσί τε καὶ γιγνομένοις 与 ἐν αὐτοῖς(指天上的自然事物)一致。整体表达了一种处所/间接从属关系,意为“在这些由如此本原[有限与无限]产生与生成的事物中”。
- 1.71ἀλλ’ οὐδὲ εἰ συγχωρηθείη αὐτοῖς δύνασθαι τὰ μεγέθη καὶ τὰ σώματα ἐκ τῶν ἀριθμῶν καὶ τῶν πάντῃ ἀδιαστάτων εἶναι συγκείμενα... ἀλλ’ οὖν οὐδὲ τούτου τεθέντος ἀποδέδοται
这是一个让步条件句结构,归结分句中的 ἀλλ’ οὖν 与条件从句 εἰ συγχωρηθείη(表达假设让步的希求法)相呼应(“即便向他们让步……然而……”)。τούτου τεθέντος 为属格绝对结构,重申了这一假设,修饰主动词 ἀποδέδοται。
- 1.72οὐκ ἄλλους τινὰς ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τούτων, ἐξ ὧν αὐτοῖς ὁ κόσμος συνέστηκε
相对于前置的附随分词 λέγοντες(“虽然声称……”),主动词是 οὐκ... λέγουσι καὶ καταλείπουσιν。τούτων 是关系从句 ἐξ ὧν... συνέστηκε 的先行词,指代构成宇宙的可感觉之数本身。
