- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:737.1-738.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》卷M第3章(1078a5)进行注解,通过雌雄之别以及光学与和声学的例子,阐明关于自身固有感受性质的证明并不要求其底层承载者独立自存,从而论证了数学通过抽离在前提中进行考察的正当性。
" Πολλὰ δὲ συμβέβηκε καθ’ αὑτὰ τοῖς πράγμασιν, ᾗ ἕκαστον ὑπάρχει τῶν τοιούτων." Ὃ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ γὰρ πολλὰ πολλοῖς ὑπάρχει καθ’ αὐτά,1 καὶ ἔστι τούτων, λέγω δὴ τῶν ἐνυπαρχόντων, ἀπόδειξις ἀκριβής, ὄντων καὶ τῶν ὑποκειμένων αὐτοῖς ἐν ἄλλοις, καὶ ὅμως οὐκ εἰσὶ χωρὶς τῶν ἐν οἷς ὑπάρχουσι διὰ τὸ εἶναι ἀκριβεῖς ἀποδείξεις τῶν ἐν τούτοις ὑπαρχόντων (οἷον τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀχώριστά εἰσι πάθη τῶν ζῴων καὶ ἐν τοῖς ζῴοις τὸ εἶναι ἔχει, εἰσὶ δὲ πάλιν τοῦ θήλεος καὶ τοῦ ἄρρενος ᾗ θῆλυ καὶ ᾗ ἄρρεν πάθη, τοῦ μὲν θήλεος τὸ θρεπτικὸν καὶ ὑποδεκτικὸν τῶν σπερμάτων, τοῦ δὲ ἄρρενος τὸ γεννητικόν, καί εἰσιν ἀποδείξεις τοῦ θρεπτικοῦ καὶ δεκτικοῦ, ὁμοίως δὲ καὶ τοῦ γεννητικοῦ), ὥσπερ οὖν τοῦ θρεπτικοῦ καὶ ὑποδεκτικοῦ ἀλλὰ καὶ τοῦ γεννητικοῦ παθῶν ὄντων τοῦ ἄρρενος καὶ τοῦ θήλεός εἰσιν ἐπιστῆμαι, καὶ οὐ δήπου εἰσὶ τὰ ὑποκείμενα αὐτοῖς, φημὶ δὴ τὸ θῆλυ καὶ ἄρρεν, χωρὶς τοῦ ζῴου καὶ καθ’ αὑτὰ ἀλλ’ ἐν τῷ ζῴῳ τὸ εἶναι ἔχει, οὕτω καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς μαθήμασιν ἔσται ἐπιστήμη, ἀλλ’ οὐ διὰ τοῦτο χωρὶς τῶν αἰσθητῶν ἔσται τὰ μαθηματικά. εἰ γὰρ διὰ τὸ ἀποδείξεις καὶ ἐπιστήμας εἶναι τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς μαθηματικοῖς ἀνάγκη τὰ μαθηματικὰ καὶ χωρὶς τῶν αἰσθητῶν εἶναι, ἔσται καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν χωρὶς τοῦ ζῴου, ὅτι καὶ τῶν ἐν τούτοις ὄντων, τοῦ γεννητικοῦ καὶ θρεπτικοῦ καὶ ὑποδεκτικοῦ, εἰσὶν ἐπιστῆμαι. ἐν δὲ τῇ λέξει τῇ ὥστε καὶ ᾗ μὴ κινούμενον καὶ ᾗ ἐπίπεδα,2 ἀντὶ τοῦ ὥστε καθὸ ἀκίνητα ἔσται αὐτῶν ἐπιστήμη καὶ καθὸ ἐπίπεδα, μὴ φυσικά· τούτου γὰρ δεῖ προσυπακούειν. εἰ δὲ τὸ ἀκριβὲς ἔχει ἡ γεωμετρία διὰ τὸ ὡς ἁπλᾶ καὶ χωρὶς ποιοτήτων θεωρεῖν τὰ μεγέθη καὶ τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα, ἡ ἐπιστήμη ἡ ποιουμένη τὴν θεωρίαν οἵα ἄν εἴη περὶ τῶν πραγμάτων τῶν τῷ λόγῳ προτέρων καὶ μᾶλλον ἁπλουστέρων μᾶλλον ἕξει τὸ ἀκριβὲς τῆς περὶ ἧττον ἁπλᾶ καταγινομένης. τὸ δὲ τοῦτο δὲ τὸ ἁπλοῦν ἐστιν ἴσον ἐστὶ τῷ τὸ δέ ἐστιν ἁπλούστερον τὸ μᾶλλον τὴν ἀκρίβειαν ἔχον. εἰ δέ τις πάλιν ἐπιστήμη ἐξετάζει τι ἀμέγεθες, ἐν μεγέθει δὲ τὸ εἶναι ἔχον, ὡς αἱ ποιότητες (ἀμεγέθεις γὰρ οὖσαι ἐν μεγέθεσίν εἰσι), μᾶλλον ἐπιστήσεται θεωρῶν αὐτὸ χωρὶς τοῦ ἐν ᾧ ἐστι μεγέθους· εἰ δὲ καὶ ἐν κινήσει ὂν ὡς ἀκίνητον αὐτὸ θεωροίη, μᾶλλον ἐπιστήσεται αὐτὸ χωρὶς τῆς κινήσεως ἐνορῶν· ἁπλούστερον γὰρ τὸ μὴ κινούμενον τοῦ κινουμένου, ὥσπερ καὶ τὸ ἀχρωμάτιστον τοῦ κεχρωσμένου. ἀλλὰ κἂν μὴ περὶ κινουμένου τὴν ζήτησιν ποιῆται, ἀλλὰ περὶ αὐτῆς τῆς κινήσεως, μᾶλλον ἐπιστήσεται τοὺς λόγους περὶ τῆς ἁπλουστέρας ποιούμενος· αὕτη δέ ἐστιν ἡ ὁμαλής. ὁμοίως δέ, φησί, καὶ περὶ ἁρμονικῆς καὶ ὀπτικῆς· οὔτε γὰρ ἡ ὀπτικὴ τὴν ὄψιν ᾗ ὄψις καὶ ὅλως τὸ τῆς ὄψεως εἶδος ἐπισκέπτεται, οὔτε ὁ ἁρμονικὸς τὸ εἶδος τῆς φωνῆς, ἀλλ’ ὁ ὀπτικὸς περὶ ἀκτίνων καὶ οἱονεὶ περὶ γραμμῶν τὸν λόγον ποιεῖται καὶ περὶ γωνιῶν, οἷον ὅτι τὰ ὑπὸ μειζόνων γωνιῶν ὁρώμενα ἢ ὑπὸ πλειόνων ἀκτίνων ἢ γραμμῶν μείζονα ὁρᾶται· τίς δὲ ἡ φύσις τῶν τοιούτων ἀκτίνων ἢ γραμμῶν καὶ τί τὸ εἶδος αὐτῶν, οὐ προσθεωρεῖ· καὶ ὁ ἁρμονικὸς δὲ περὶ τῶν πρός τι ἀριθμῶν· ἅπερ, αἱ ἀκτῖνές τε καὶ οἱ πρός τι ἀριθμοί, καθ’ αὑτό εἰσι πάθη αἱ μὲν τῶν ὄψεων, οἱ δὲ τοιοῦτοι ἀριθμοὶ τῶν φωνῶν. παραπλησίως δὲ ταύταις καὶ ἡ μηχανικὴ ποιεῖ. ὥστε καὶ ἡ γεωμετρία καὶ πᾶσαι αἱ μαθηματικαὶ τὰ πάθη ὁρῶσι καὶ τὰ συμβεβηκότα καθ’ αὑτά, τῶν δὲ ἄλλων ἀποστρέφονται. ὥστε, φησίν, εἰ καὶ μή εἰσι τὰ μεγέθη καὶ τὰ σώματα χωριστὰ τῶν παθητικῶν ποιοτήτων, χωρίσει δέ τις αὐτὰ τὰ σώματα ἀλλὰ καὶ τὰ ἐπίπεδα καὶ τὰς γραμμὰς τῶν τοιούτων παθῶν τῷ λόγῳ, καὶ ἐπιβλέπει τίνα τούτοις ὑπάρχει ᾗ τοιαῦτά ἐστι, τουτέστιν ᾗ χωριστὰ καὶ πάντῃ ἐστερημένα θερμοτήτων καὶ βαρυτήτων καὶ τῶν ὁμοίων, οὐδὲν ἂν ψεύδοιτο, ἐπεὶ οὐδ’ ὁ ἐν τῷ ἐδαφίῳ τὴν μὴ ποδιαίαν ὡς ποδιαίαν γράφων ψεύδεται· οὐ γὰρ ἐν τῇ προτάσει τὸ ψεῦδος, ἀλλ’ ἐν τῇ καταγραφῇ.3 εἰ γὰρ καὶ μή ἐστιν ἐν τῇ γῇ ἢ ὅλως ἐν τῷ ἐδαφίῳ γεγραμμένη γραμμὴ ποδιαία, ἀλλ’ ἐν τῇ προτάσει ὡς ποδιαίαν καὶ λαμβάνει καὶ νοεῖ.
“而许多性质是自身固有地偶属于事物的,就每种事物作为此类事物而存在而言。” 他所说的是这样的意思。因为正如许多性质自身固有地属于许多事物,并且对于这些性质——我指的是内在固有的性质——存在着确切的证明,尽管作为它们底层承载者的事物也在他物之中,然而并不因为对于内在属于这些事物中的性质存在确切证明,它们就离开它们内在从属之物而存在(例如雌性和雄性是动物不可分离的感受性质,在动物中具有存在,但反过来雌性和雄性作为雌性和作为雄性又有其感受性质:对于雌性是滋养和接纳种子的能力,对于雄性是生育的能力,并且对于滋养和接纳的能力,同样对于生育的能力,都有证明存在);因此,正如当滋养与接纳以及生育的能力作为雄性与雌性的感受性质时,存在着关于它们的科学,而作为它们底层承载者的事物——我指的是雌性和雄性——当然绝非离开动物而独立自存,而是在动物中具有存在,同样,关于自身固有地属于数学对象的性质也将存在科学,但并不因此数学对象就将离开可感觉事物而独立存在。因为如果由于对自身固有地属于数学对象的性质存在证明和科学,数学对象就必然也离开可感觉事物而存在,那么雌性和雄性也将离开动物而存在,因为关于存在于这些事物之中的能力,即生育、滋养和接纳的能力,同样存在科学。 而在文句“因此既在其未被运动的意义上,也在其作为平面的意义上”中,意思是“因此在其作为不动之物的意义上,将存在关于它们的科学,并且在其作为平面的意义上,而非作为自然之物的意义上”;因为必须在理解中补足这一层意思。如果几何学由于将量度以及自身固有地属于它们的性质视作单纯且不带质性的对象来进行理论考察而拥有确切性,那么对在言论上在先且更为单纯的事物进行考察的科学,无论它是怎样一种,比起致力于较不单纯的事物的科学,将更大程度上拥有确切性。而“并且这是单纯的”这一表述等同于“更具确切性的事物是更为单纯的”。另一方面,如果某一科学考察某种无量度但在量度中具有其存在的事物,如各种质(因为质虽无量度却存在于量度之中),它通过将该事物离开其所在的量度进行考察,将获得更高的认知;如果即使它处于运动之中,也将其作为不动之物来考察,通过离开运动去注视它,将获得更高的认知;因为不动之物比运动之物更为单纯,正如未着色之物比有着色之物更为单纯一样。但是,即使它所作的研究并非关于运动之物,而是关于运动本身,通过关于较单纯的运动建立言论,它也将获得更高的认知;而这就是均等运动。并且他说,在和声学与光学中亦然;因为光学并非在视觉作为视觉的意义上考察视觉,亦即总括而言并不考察视觉的形式,和声学理论家亦不考察声音的形式,而是光学理论家围绕光线以及犹如围绕线和角建立言论,例如通过较大的角所见之物或通过较多的光线或线所见之物显得较大;至于此类光线或线的本性是什么,它们的形式是什么,他并不附加考察;和声学理论家则围绕相对的数建立言论;而这些,即光线与相对的数,是自身固有的感受性质,前者属于视觉,后一类数属于声音。力学的作用方式也与这些极其相近。因此,几何学与所有数学科学都考察感受性质,亦即自身固有的偶性,而避开其余性质。“因此,”他说,“即便量度和立体并非分离于感受性质,但如果有人在言论上把这些立体本身以及平面和线从这些感受性质中分离开来,并着眼于考察在其作为此类事物的意义上——即在其被分离且完全剥除热、重及类似性质的意义上——有哪些性质属于它们,他就不会说任何假话,因为在地面上画出非一尺之线作为一尺之线的人也并不说假话;因为虚假不在于前提,而在于作图。因为即使在地上或总括而言在地面上画出的线并非一尺长,但在前提中,他确实是将其作为一尺之线来接受并思念的。”
- 13.10ὥσπερ γὰρ πολλὰ πολλοῖς ὑπάρχει καθ’ αὐτά
这是一个由长句构成的类比比较结构。整句通过双重比喻引出结论:“ὥσπερ γὰρ πολλὰ...” (正如许多性质……)、“ὥσπερ οὖν τοῦ θρεπτικοῦ...” (因此正如当……)直至归结句“οὕτω καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων...” (同样关于自身固有性质……)。全句的核心在于主句动词“ἔσται ἐπιστήμη”(将存在科学)和“οὐ διὰ τοῦτο χωρὶς τῶν αἰσθητῶν ἔσται τὰ μαθηματικά”(数学对象并不因此离开可感觉事物而存在),而不应受其中关于雌雄例证的长篇插入成分干扰。
- 13.10ἐν δὲ τῇ λέξει τῇ ὥστε καὶ ᾗ μὴ κινούμενον καὶ ᾗ ἐπίπεδα
此处说明注疏家对亚里士多德省略性文句(1078a7–9)的补充。正如“τούτου γὰρ δεῖ προσυπακούειν”(必须在理解中补足这一层意思)所言,他在句法上为原文的“ᾗ μὴ κινούμενον καὶ ᾗ ἐπίπεδα”补入了对比项“μὴ φυσικά”(非作为自然之物),以使语义完整。
- 13.10οὐ γὰρ ἐν τῇ προτάσει τὸ ψεῦδος, ἀλλ’ ἐν τῇ καταγραφῇ
介词短语“ἐν τῇ προτάσει”(在前提中)与“ἐν τῇ καταγραφῇ”(在作图中)作为“τὸ ψεῦδος”(虚假)的表语形成了严格对比。“πρότασις”指数学证明中的假定或命题陈述(如“设线段AB为一尺”),而“καταγραφή”指在地面上实际绘制的物理图形;这一句法结构准确指明虚假只归属于具象绘制,而不归属于命题设定。
