← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§735.22-736.39

经由抽离的数学对象的单纯存在及其文句分析

亚历山大注解了亚里士多德在1077b31中提出的论点,即通过抽离而存在的数学对象亦可被称为“单纯地存在”,并通过偶性的存在以及医术的对象(健康事物)之类比加以阐明,同时分析了原文文句中的统语晦涩、倒装结构以及多余的否定词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.9

" Ὥστ’ ἐπεὶ ἁπλῶς λέγειν ἀληθὲς μὴ μόνον τὰ χωριστὰ εἶναι ἀλλὰ καὶ τὰ μὴ χωριστά." Ἔνστασίν τινα δυναμένην φέρεσθαι πρὸς τὰ λεγόμενα διὰ τούτων λύει. ἔστι δὲ ἡ ἔνστασις τοιαύτη. εἰ τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως τὸ εἶναι ἔχει, πῶς αὐτά φαμεν ὅτι εἰσίν; ταύτην λύων λέγει ‘ἐπεὶ οὐ μόνον τὰς οὐσίας (ταύτας γὰρ λέγει χωριστάς) ἁπλῶς φαμεν εἶναι, ἀλλὰ καὶ τὰ μὴ χωριστὰ ἤτοι τὰ συμβεβηκότα καὶ μὴ καθ’ αὑτὰ δυνάμενα εἶναι (κατηγοροῦμεν γὰρ καὶ κατὰ τούτων τὸ εἶναι ἁπλῶς, φημὶ δὴ τοῦ τε λευκοῦ καὶ τοῦ κινουμένου ἤτοι τῆς κινήσεως), ὡς οὖν οὐ μόνον τὰς οὐσίας εἶναί φαμεν, ἀλλὰ καὶ τὰς κινήσεις καὶ ὅλως τὰ πάθη, ἃ οὐ δύναται καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις, οὕτω καὶ τὰ μαθηματικὰ ἕξουσι μὲν ἐξ ἀφαιρέσεως τὸ εἶναι, ἕξουσι δὲ καὶ τὸ κατ’ αὐτῶν ἁπλῶς τὸ εἶναι λέγεσθαι, καὶ οὐ μόνον θαρρούντως ἐροῦμεν ὡς εἰσίν, ἀλλὰ καὶ ἀποφανούμεθα ὅτι τοιαῦτά εἰσὶν οἷα λέγουσιν, οἷον ὅτι ἡ γραμμὴ ἀπλατὴς καὶ ἡ ἐπιφάνεια ἀβαθὴς καὶ τὰ ἄλλα ὁμοίως· ὁ γὰρ λόγος ὁ χωρίσας τὴν γραμμὴν δύναται αὐτὴν τοιαύτην εἶναι νοεῖν οἵαν ἐχώρισε.’ καὶ ὥσπερ, φησίν, ἀληθές ἐστιν εἰπεῖν καὶ τὰς ἄλλας ἐπιστήμας τούτων μόνων ὧν εἰσιν ἐπιστῆμαι εἶναι καὶ οὐ τοῦ συμβεβηκότος, οἷον ὅτι ἡ ἰατρικὴ τοῦ ὑγιεινοῦ ἐστιν οὗ καὶ ἔστιν ἐπιστήμη, καὶ οὐ τοῦ συμβεβηκότος τῷ ὑγιεινῷ, οἷον τοῦ λευκοῦ, εἴ γε τῷ ὑγιεινῷ συμβέβηκε λευκῷ εἶναι, οὕτω καὶ τὴν γεωμετρίαν ἀληθὲς εἰπεῖν ὅτι τοῦ μεγέθους καὶ σχήματός ἐστι καὶ οὐ τοῦ βαρέος ἢ τοῦ θερμοῦ ἢ ὅλως τοῦ αἰσθητοῦ. ταῦτα γὰρ τῷ σώματι ὡς μὲν φυσικῷ καθ’ αὑτὰ ὑπάρχει, ὡς δὲ μαθηματικῷ κατὰ συμβεβηκός. ὥστε οὔτε τῶν αἰσθητῶν ἁπλῶς ὡς αἰσθητῶν εἰσιν αἱ μαθηματικαί, οὔτε παντάπασιν ἑτέρων ἄλλων ὄντων παρὰ τὰ αἰσθητά, ἀλλὰ τῶν αἰσθητῶν μέν, οὐχ ᾗ δὲ αἰσθητὰ ἀλλ’ ᾗ μόνον μεγέθη εἰσὶ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. κατὰ δὲ τὴν λέξιν πολλὴν ἀσάφειαν ἐποίησε τὸ οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκοῦ εἰ τὸ ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ.1 λέγει δὲ ὅτι ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι τούτων εἰσὶν ὧν εἰσιν ἐπιστῆμαι καὶ πρὸς ἃ λέγονται ἀλλ’ οὐ τῶν συμβεβηκότων αὐτοῖς, καὶ σαφηνίζει τοῦτο ἐπὶ τῆς ἰατρικῆς καὶ τοῦ ὑγιεινοῦ, πρὸς ὃ αὕτη λέγεται, λέγων ὅτι οὐ τοῦ συμβεβηκότος ἐστὶν ἡ ἰατρική, οἷον τοῦ λευκοῦ, εἰ τὸ ὑγιεινὸν περὶ ὅ ἐστιν ἡ ἰατρικὴ λευκόν ἐστιν· οὐκ ἔστιν οὖν ἡ ἰατρικὴ τοῦ λευκοῦ, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ, τουτέστιν ἀλλὰ καθό ἐστιν ὑγιεινόν, ἐστὶν αὐτοῦ ἡ ἰατρική, καὶ οὐ καθὸ λευκόν. ἢ οὖν οὕτως ἢ ὑπερβατῶς ἀναγνωστέον τὸ οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκοῦ, εἰ τὸ ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ, οὕτως ‘οὐχὶ τοῦ συμβεβηκότος ἐστὶν ἡ ἰατρική, καθὸ ὑγιεινοῦ ἐστιν· οὖσα γὰρ καθ’ αὑτὸ τοῦ ὑγιεινοῦ ὡς ὑγιεινοῦ, οὐκ ἔστι καὶ τοῦ συμβεβηκότος, οἷον τοῦ λευκοῦ, εἰ τὸ ὑγιεινὸν λευκόν ἐστιν.’ τὸ δὲ ἀλλ’ ἐκείνου οὗ ἐστιν ἑκάστη, εἰ ὑγιεινὸν ὑγιεινοῦ, τὸ ἀλλ’ ἐκείνου ἀντὶ τοῦ ὅλως· ἵν’ ᾖ τὸ λεγόμενον ‘καὶ ὅλως ἑκάστη ἐπιστήμη ἐκείνου ἐστὶν οὗ ἐστι καὶ οὗ λέγεται εἶναι.’ καὶ δέον δι’ ἄλλου ὑποδείγματος σαφηνίσαι τὸν λόγον, οὐ ποιεῖ τοῦτο, ἀλλὰ πάλιν διὰ τοῦ ὑγιεινοῦ λέγων εἰ ὑγιεινόν, ἐκείνου, τουτέστιν εἰ ἔστι τὸ τῇ ἰατρικῇ ἐπιστήμῃ ὑποκείμενον ὑγιεινόν, ἐκείνου ἔσται καὶ οὐ τοῦ λευκοῦ ἢ ἄλλου τινός. εἰ δ’ ἐστὶ τὸ ἐπιστητὸν ἄνθρωπος καὶ ἡ τούτου ἐπιστήμη ἀνθρώπου ἔσται, ἢ εἰ ἔστι τὸ ὑγιεινὸν ἄνθρωπος ἀνθρώπου ἔσται. ὡς οὖν ἐπὶ τούτων οὕτως, φησί, καὶ τὴν γεωμετρίαν· οὐκ εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ὧν ἐστι, μή ἐστι δ’ ᾗ αἰσθητά. καὶ παρέλκει γε ἐν τῇ λέξει τῇ οὐκ εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ἡ οὐ ἀπόφασις.2 ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον ‘οὕτω καὶ τὴν γεωμετρίαν, εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ὧν ἐστι θεωρητική, οὐκ ἔστι δὲ τούτων θεωρητικὴ ᾗ ἐστιν αἰσθητά, οὐδὲ θεωρεῖ αὐτὰ καθὸ θερμὰ ἢ βαρέα ἐστὶν ἀλλὰ καθὸ μόνον μεγέθη, εἰ δὴ τοῦθ’ οὕτως ἔχει, οὔθ’ ἡ γεωμετρία οὔτ’ ἄλλη τις τῶν μαθηματικῶν ἐπιστημῶν ἔσται τῶν αἰσθητῶν ἁπλῶς, ἀλλὰ τούτων μὲν οὐχ ᾗ δὲ αἰσθητά ἐστιν.’

“因此,既然单纯地说不仅分离的事物存在,而且不分离的事物也存在,乃是真实的。” 他通过这些话解决了可能针对前述说法提出的某种异议。该异议如下:“若数学对象通过抽离而具有其存在,我们怎能说它们‘存在’呢?”在解决这一异议时他说道:“既然我们不仅断言实体(这些他称为分离之物)单纯地存在,而且也断言不分离之物,亦即偶性以及不能独立自存之物单纯地存在(因为我们也把单纯的‘存在’述谓于这些事物,我指的是白色、运动者或运动),那么,正如我们不仅断言实体存在,而且也断言运动以及总而言之的各种感受性质存在——它们不能独立自存,而是存在于他物之中——数学对象同样虽然通过抽离而获得存在,但也将拥有被单纯述谓‘存在’的资格;我们不仅会充满信心地断言它们存在,而且还会表明它们正是人们所说的那样,例如线没有宽度、面没有深度,其余依此类推;因为将线分离开来的言论,能够构想它是其所分离开来的那种样子。”并且他说,正如断言其他各门科学同样仅仅关涉它们作为其科学的那些事物本身,而不关涉偶性,乃是真实的一样——例如医术关涉健康的事物,亦即它确实作为其科学的事物,而不关涉偶属于健康事物之物,如白色(如果健康事物确实偶属性地是白色的)——几何学关涉量度与形状,而不关涉重物、热物或总括而言的可感觉事物,同样是真实的。因为这些自身固有地属于作为自然之物的物体,但偶属性地属于作为数学之物的〔物体〕。因此,数学各门科学既非单纯地关涉作为可感觉事物的可感觉事物,亦非关涉完全有别于可感觉事物的另一类事物,而是关涉可感觉事物,但并非在它们作为可感觉事物的意义上,而仅仅是在它们作为量度、线和面的意义上。以上便是所言之事的含义。 然而在文句上,“并非关涉偶性,例如若健康事物是白色的,并非关涉白色,而是在它是健康事物的意义上关涉健康事物”这一表达造成了很大的晦涩。他的意思是,正如其他各门科学关涉它们作为其科学且与其相联系而被称为科学的对象,而不关涉偶属于这些对象之物一样——他通过医术与作为其关联对象的健康事物阐明了这一点,说道医术并非关涉偶性,例如白色(如果医术所关涉的健康事物是白色的);因此医术并非关涉白色,而是在它是健康事物的意义上关涉健康事物,也就是说,医术由于它是健康事物而关涉它,并非由于它是白色的。因此,要么必须这样读,要么必须通过倒置(hyperbaton)将“并非关涉偶性,例如若健康事物是白色的,并非关涉白色,而是在它是健康事物的意义上关涉健康事物”读作:“医术在它是关涉健康事物的意义上,并非关涉偶性;因为医术作为自身固有地关涉作为健康事物的健康事物,便并不也关涉偶性,例如白色(如果健康事物是白色的)。” 而在“而是关涉各门科学所关涉的那个对象,若健康事物则关涉健康事物”中,“而是关涉那个对象”代指“总括而言”;以使所言之事成为:“总括而言,每一门科学都是关涉它所关涉且被称为所关涉的那个对象的。”本该通过另一个例子阐明这一论点,他却没有这样做,而是再次通过健康事物说“若健康事物,则关涉那个对象”,也就是说,若底层承载医术这门科学的是健康事物,它就将关涉那个对象,而不关涉白色或某种其他事物。但若可知对象是人,关涉它的科学也将是关于人的科学;或者若健康的事物是人,它也将是关于人的科学。“因此正如在这些情形中那样,”他说,“在几何学上亦然;不,即便它是其科学的对象偶属性地是可感觉的,但并非在它们作为可感觉事物的意义上〔关涉它们〕。”在文句“不,即便偶属性地是可感觉的”中,否定词“不(οὐ)”确实是多余的。文句的规范连贯结构应当是这样的:“几何学同样也是如此:即便它是其理论考察对象的那些事物偶属性地是可感觉的,但几何学并非在它们是可感觉事物的意义上对它们进行理论考察,亦不着眼于它们是热的或重的来考察它们,而仅仅着眼于它们是量度来考察;若确实如此,那么几何学或其他任何数学科学都将不是单纯地关涉可感觉事物,而是关涉这些事物,但并非在它们是可感觉事物的意义上。”

语法注2 条
  1. 13.9οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκοῦ εἰ τὸ ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ

    针对亚里士多德原文极度紧缩的统语结构,亚历山大给出了两种句法解读方案:其一为直接补全省略的述谓成分(“医术并非……的科学”),将末尾的“ᾗ δ’ ἐστὶν ὑγιεινοῦ”理解为转折与限定从句(“而是在它是健康事物的意义上关涉健康事物”);其二为将其视为倒装(hyperbaton),将“ᾗ δ’ ἐστὶν ὑγιεινοῦ”(“在其作为关涉健康事物的意义上”)与句首主谓结构结合,理解为因果性限定:正因医术自身固有地关涉作为健康事物的健康对象,它才不关涉其偶属性质(白色)。

  2. 13.9καὶ παρέλκει γε ἐν τῇ λέξει τῇ οὐκ εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ἡ οὐ ἀπόφασις

    亚历山大指出亚里士多德原文“οὐκ εἰ συμβέβηκεν...”中的否定词 οὐ 在句法和语境上是多余的(παρέλκει)。正如他在紧接着给出的规范句式(τὸ κατάλληλον τῆς λέξεως)中所重构的那样,这个 οὐ 要么先占了主句的否定(“几何学……将不是”),要么被误置于条件从句 εἰ 之前,因此在逻辑上绝不能被理解为条件句内部的否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:735.22-736.39