- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:734.1-735.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《形而上学》1077b14进行注解,阐明数学对象是通过从可感觉实体中进行抽离而被构想的,并以比例论等普遍数学定理、几何学以及自然哲学中对运动的研究作为类比来论证其存在方式。
" Ἐπεὶ δ’ οὐδ’ ἐν τοῖς αἰσθητοῖς ἐνεδέχετο αὐτὰ εἶναι, φανερὸν ὅτι ἢ ὅλως οὐκ ἔστιν ἢ τρόπον τινά." Δείξας ὅτι τὰ μαθηματικὰ οὔτε κεχωρισμένα εἰσὶ καὶ καθ’ αὑτά, οὔτε αἰσθητὰ ἄλλα ὄντα παρὰ τὰ αἰσθητά εἰσι, λέγει ποία ἐστὶν αὐτῶν ἡ ὑπόστασις, καὶ τάχα ἀρέσκει αὐτῷ καὶ τῇ ἀληθείᾳ μήτε καθ’ αὑτὰ ὑφεστηκέναι τὰ μαθηματικὰ μεγέθη, μήτε ἐν τοῖς αἰσθητοῖς εἶναι ἄλλα ὄντα παρὰ τὰ αἰσθητά, ἀλλὰ ἀπὸ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν τῶν ἐν τοῖς παθητικοῖς ποιοτήτων ἐπινοεῖσθαι. κατὰ ἀφαίρεσιν γὰρ τῆς ἐν τῷ αἰσθητῷ κύβῳ βαρύτητος σκληρότητος λευκότητος καὶ τῶν ὁμοίων ἐπινοεῖται ὁ μαθηματικὸς κύβος, καὶ οὔτε ἄλλος ὢν παρὰ τὸν αἰσθητὸν ἐν αὐτῷ ἐστιν (οὕτω γὰρ ἂν συνέβαινε δύο σώματα εἶναι ἐν τῷ αὐτῷ), οὔτε ἔστιν αὐτὸς καθ’ αὑτόν. ἀλλὰ ταῦτα μὲν προϊοῦσιν ἔτι μᾶλλον ἔσται δῆλα· αὐτὸς δέ φησιν ‘ἐπεὶ δέδεικται ὅτι καθ’ αὑτὰ τὰ μαθηματικὰ σώματα οὔκ εἰσιν, ἐνεδέχετο δὲ ἢ καθ’ αὑτὰ εἶναι ἢ ἐν τοῖς αἰσθητοῖς, ἐδείχθη δὲ καὶ τοῦτο ἀδύνατον, φανερὸν ὅτι ἢ ὅλως οὔκ εἰσιν ἢ τρόπον τινά, καὶ διὰ τοῦτο ἁπλῶς μέν, οἷον Σωκράτης ἢ αἱ θεῖαι καὶ ἀσώματοι οὐσίαι, οὔκ εἰσιν, ἀφαιρέσει δέ· πολλοὶ γὰρ τρόποι ὑπάρξεως. ὥστε κἂν μὴ ἁπλῶς εἶναι [οὐ] δύνωνται, ἀλλ’ ἐξ ἀφαιρέσεως ἔσονται, ἄλλως δὲ οὐκέτι.’ Ὥσπερ γάρ, φησί, καὶ τὸ καθόλου (λέγει δὲ καθόλου τό τε ἂν πρῶτον πρὸς δεύτερον καὶ τρίτον πρὸς τέταρτον τὸν αὐτὸν ἔχῃ λόγον, καὶ ἐναλλὰξ ληφθέντων σωθήσεται τὸ ἅμα τὸν αὐτὸν ἔχειν λόγον, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ τὰ ὅμοια), ὥσπερ οὖν, φησί, καὶ τὸ καθόλου1 ἐν τοῖς μαθήμασιν οὐ περὶ κεχωρισμένων ἐστί τινων καὶ καθ’ αὑτὰ ὄντων καὶ ἑτέρων παρὰ τὰ αἰσθητὰ μεγέθη καὶ ἀριθμούς, ἀλλὰ περὶ τούτων μὲν ποιεῖται τοὺς λόγους, οὐχ ᾗ δὲ αἰσθητὰ οὐδὲ ᾗ δυνάμενα ἔχειν μέγεθος καὶ διαιρεῖσθαι, ἀλλ’ αὐτὸ τοῦτο μόνον ὁρᾷ ὅτι δύνανται τὸν τῆς ἀναλογίας λόγον φυλάσσειν ἐναλλὰξ ληφθέντα, οὕτω καὶ ὁ γεωμέτρης ποιήσεται λόγον καὶ ἀπόδειξιν ἀκριβῆ περὶ τὸ αἰσθητὸν στερεόν, οὐχ ᾗ δὲ ἔχον ἀντιτυπίαν ἢ βάρος ἢ λευκόν, ἀλλ’ ᾗ τοιόνδε, τουτέστιν ᾗ μέγεθος καὶ ᾗ τριχῇ διαστατόν, ὅλως μὴ προσεννοῶν τὴν ἐν αὐτῷ λευκότητα ἢ θερμότητα ἢ βαρύτητα ἢ ἄλλην τινὰ ποιότητα· ἐχώρισε γὰρ αὐτὰ λόγῳ καὶ καθ’ αὑτὴν μόνην ὁρᾷ τὴν τοιανδὶ διάστασιν. πρὸς τούτῳ καὶ δι’ ἄλλου ὑποδείγματος σαφηνίζει τὸ λεγόμενον λέγων ὥσπερ γὰρ καὶ ᾗ κινούμενα μόνον πολλοὶ λόγοι εἰσί, τουτέστιν ὥσπερ γὰρ πολλοὶ λόγοι καὶ ἀποδείξεις εἰσὶ τῶν κινουμένων (λέγομεν γὰρ καὶ δεικνύομεν ὅτι τὰ ἰσοταχῶς κινούμενα ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα διέξεισιν, οὐδὲν ἁπτόμενοι τῶν ὑποκειμένων πραγμάτων, ἀλλὰ περὶ τῆς κινήσεως αὐτῶν μόνης διαλεγόμεθα, καὶ ὅμως οὐ διὰ τὸ μὴ ἅπτεσθαι τῶν ὑποκειμένων ὑπολαμβάνομεν εἶναι κίνησιν κεχωρισμένην· ἀλλὰ καὶ οἱ φυσικοὶ δεικνύουσι πάντα τὰ καθ’ αὑτὰ ταῖς κινήσεσι μὴ θεωροῦντες μηδὲ πολυπραγμονοῦντες τὰ ὑποκείμενα τίνα ἐστί, πότερον ἄνθρωποι ἢ οὐρανός, ἀλλ’ οὐδὲ τί συμβέβηκε τῷ ἀνθρώπῳ ἢ τῷ οὐρανῷ θεωροῦσιν, ἀλλ’ αὐτὴν καθ’ αὑτὴν τὴν τῆς κινήσεως φύσιν καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα αὐταῖς ἀνιχνεύουσί τε καὶ ἀποδεικνύουσι, καὶ οὐδεμία ἀνάγκη διὰ τὸ μὴ τὸν φυσικὸν ὁρᾶν τὸ κινούμενον, αὐτὸ δὴ τὸ τῇ κινήσει ὑποκείμενον, τί ἐστιν, εἶναί τι παρὰ τὰ αἰσθητὰ κινούμενον καὶ κεχωρισμένον2 καὶ καθ’ αὑτό· ἀλλ’ οὐδὲ πάλιν ἀνάγκη εἶναί τι κινούμενον παρὰ τὰ αἰσθητὰ καὶ ἄλλην τινὰ φύσιν, εἶναι δὲ ἐν αὐτοῖς), ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν κινουμένων καὶ αἰσθητῶν (κινούμενα γὰρ τὰ αἰσθητά), φησίν, ἕξει, καὶ ἔσονται λόγοι αὐτῶν καὶ ἐπιστῆμαι, ἀλλ’ οὐχ ᾗ κινούμενά ἐστιν οὐδὲ ᾗ βαρύτητα ἢ κουφότητα ἔχει, ἀλλὰ καθὸ σῶμα μόνον, οὐδαμῶς θεωροῦντες εἴτε βαρύ ἐστι τὸ τοιοῦτον μέγεθος ἢ σῶμα εἴτε καὶ μή· ὁμοίως καὶ τῶν ἐπιπέδων καὶ μηκῶν ἔσονται λόγοι καὶ ἀποδείξεις, καθὸ μόνον ἐπίπεδά ἐστι καὶ καθὸ μήκη, τοῦ ἐν αὐτοῖς λευκοῦ ἢ βαρέος ἢ θερμοῦ κατορχούμενοι.3 ἀλλὰ κἂν περὶ διαιρετῶν θεωρῶσιν, οὕτω καὶ αὐτοὶ ἐπισκέπτονται ὡς μόνον δυνάμενα διαιρεῖσθαι· εἰ δὲ βαρέα ταῦτα οὐδὲ εἷς αὐτοῖς λόγος. ἀλλὰ καὶ τὰς στιγμὰς ὡς ἀδιαιρέτους μόνον ἐπισκέπτονται, ἄλλο τι μὴ προσθεωροῦντες.
“既然它们也不可能存在于可感觉事物之中,显然它们要么根本不存在,要么以某种方式存在。” 在表明了数学对象既非分离且独立自存,亦非可感觉事物之外的另一些可感觉事物之后,[亚里士多德]说明了它们的实在基础究竟如何。或许对他和对真理而言都合适的是:数学量度既非独立自存,亦非作为可感觉事物之外的另一些事物存在于可感觉事物之中,而是通过从可感觉事物中抽离受动事物中的诸性质而被构想出来的。因为,通过抽离可感觉立方体中的重、硬、白及类似性质,数学立方体被构想出来;它既非作为有别于可感觉立方体的另一事物存在于其中(因为那样就会导致两个物体处于同一处所),其自身亦非独立自存。不过随着下文的推进,这些问题会更加明晰;他自己说道:“既然已经证明数学物体并非独立自存,且它们原本只可能要么独立自存要么存在于可感觉事物中,而后者也被证明是不可能的,那么显然它们要么根本不存在,要么以某种方式存在;因此,它们并不是单纯地存在——例如苏格拉底或神圣的无形体实体那样——而是通过抽离而存在;因为存在的方式有许多种。是以即便它们不能单纯地存在,却将通过抽离而存在,但不再以其他方式存在。” 因为,他说,正如普遍之物那样(他所说的普遍之物是指:若第一项对第二项之比等于第三项对第四项之比,则在更迭取之时亦将保持同时具有相同比例的性质;以及若从等量中减去等量,则余量相等,及类似命题)——因此,他说,正如数学中的普遍之物并非关涉某些分离、独立自存且有别于可感觉量度与数的事物,而是就这些〔可感觉量度与数〕进行论述,但既非在其作为可感觉的意义上,亦非在其能够具有量度且可被分割的意义上,而是仅仅着眼于这一点,即它们在更迭取之时能够保持比例的比;几何学家同样也将就可感觉立体作出精确的论述与证明,但不是在其具有抗阻、重量或白色的意义上,而是在其作为如此这般的意义上,亦即在其作为量度与三维广延的意义上,全然不附带构想其中的白色、热、重或任何其他性质;因为他在言论上将它们分离开来,仅着眼于这种广延本身。此外,他还通过另一个例子阐明所说的事情,说道:因为正如仅就作为运动之物而言便有许多论述,亦即正如关于运动之物有许多论述与证明那样(因为我们论述并证明匀速运动的事物在相等时间内穿过相等的距离,全然不涉及其底层事物,而仅仅讨论其运动本身,然而我们并不因为不涉及底层事物便认为存在某种分离的运动;不仅如此,自然哲学家们证明运动的一切自身固有属性,而不观察亦不探究底层事物究竟是什么,究竟是人还是天体,亦不观察人或天体偶性上具有什么,而是探寻并证明运动本身的本性以及自身属于运动的属性,而决无必然性因为自然哲学家不考察运动者究竟是什么——亦即运动底层的那个事物本身——就必须存在某种独立于可感觉事物之外、分离且自存的运动者;然而反过来也决无必然性要求存在某种有别于可感觉事物、属于另一种本性却存在于可感觉事物之中的运动者)——因此正如在这些情形中那样,他说,在运动的与可感觉的事物上(因为可感觉事物即是运动的事物)情况亦将如此,并且将有关于它们的论述与科学,但不是在其作为运动之物亦非在其具有重或轻的意义上,而是仅在其作为物体的意义上,绝不观察这样的量度或物体究竟是重还是不重;同样,关于平面与长度亦将有论述与证明,仅仅在其作为平面与作为长度的意义上,全然不顾其中的白、重或热。而且即使他们考察可分割之物,他们同样也将其仅仅当作能够被分割之物来考察;至于这些事物是否是重的,对他们而言则毫不在意。不仅如此,他们考察点时亦仅仅视其为不可分割的,而不附带考察任何其他事物。
- 13.8ὥσπερ γάρ, φησί, καὶ τὸ καθόλου
整个句子的骨架是 ὥσπερ γάρ ... οὕτω καὶ ὁ γεωμέτρης ποιήσεται λόγον ... 这一关联句结构。在插入了对主语 τὸ καθόλου 的说明(λέγει δὲ καθόλου...)之后,通过 ὥσπερ οὖν, φησί 重新引出前件,阐明数学中普遍命题的成立方式,随后连接至由 οὕτω καί 引导的主句。
- 13.8οὐδεμία ἀνάγκη διὰ τὸ μὴ τὸν φυσικὸν ὁρᾶν τὸ κινούμενον, αὐτὸ δὴ τὸ τῇ κινήσει ὑποκείμενον, τί ἐστιν, εἶναί τι παρὰ τὰ αἰσθητὰ κινούμενον καὶ κεχωρισμένον
在非人称表达式 οὐδεμία ἀνάγκη [ἐστί] 中,带宾格的不定式 εἶναί τι ... κινούμενον 充当真正的主语。介词短语 διὰ τὸ μὴ ... ὁρᾶν 构成定冠词不定式结构修饰该不定式短语,表示“由于自然学者不考察运动者……”,其中间接疑问从句 τί ἐστιν 与宾语 τὸ κινούμενον 处于同位关系。
- 13.8τοῦ ἐν αὐτοῖς λευκοῦ ἢ βαρέος ἢ θερμοῦ κατορχούμενοι
分词 κατορχούμενοι 支配属格补足语(τοῦ ... λευκοῦ ἢ βαρέος ἢ θερμοῦ)。动词 κατορχέομαι 本义为“在……之上跳舞”,此处引申为习语用法,意为“嘲弄”、“漠视/完全不顾/置之不理”。
