← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§732.38-733.39

定义上的居先与实体上的居先之差异

通过动物与人以及白与人的复合体为例,详细论证了在定义上的居先并不蕴含在实体上的居先,并由此得出数学对象在实体上并不先于物理物体的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.7#2

ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ ζῴου τοῦτό ἐστιν· ἐπὶ τούτῳ γὰρ λέγομεν τὸ τοῦ ζῴου εἶναι ἐπὶ πλέον τῆς τοῦ ἀνθρώπου ὑπάρξεως εἶναι, ὅτι1 καὶ συνεῖναι τῷ ἀνθρώπῳ δύναται, καὶ μὴ ὄντος τοῦ ἀνθρώπου καὶ οὕτως εἶναι δύναται. ὅσα μὲν οὖν χωριζόμενα καὶ χωρὶς τῶν ἀφ’ ὧν κεχώρισται δύναται εἶναι, εἰσὶ τῇ οὐσίᾳ πρότερα. τῷ δὲ λόγῳ, φησί, πρότερά ἐστιν ὅσων οἱ λόγοι ἐκ τῶν λόγων.2 ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. ἐπεὶ ὁ τοῦ λευκοῦ ἀνθρώπου λόγος ὁ λέγων ζῷον πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως ἐκ τοῦ λόγου ἐστὶ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος καὶ τὸ λευκὸν πρότερά ἐστι τῷ λόγῳ τοῦ λευκοῦ ἀνθρώπου· ἐκ γὰρ τῶν λόγων αὐτῶν ὁ τοῦ λευκοῦ ἀνθρώπου λόγος. τὸ δὲ ταῦτα δὲ οὐχ ἅμα ὑπάρχει ἀντὶ τοῦ οὐ συνδυάζεται οὐδὲ εὑρίσκεται ἅμα, ὥστε τὰ τῷ λόγῳ πρότερα εὐθὺς καὶ τῇ οὐσίᾳ πρότερα εἶναι, ἀλλὰ κεχώρισται καὶ εἰσί τινα τῷ λόγῳ πρότερα τῇ δὲ οὐσίᾳ οὐκέτι. εἰπὼν οὖν τίνα ἐστὶ τὰ τῇ φύσει πρότερα καὶ τίνα τὰ τῷ λόγῳ, ἄνεισιν ἐπὶ τὸ προκείμενον, δεικνὺς ὅτι οὐ τὰ τῷ λόγῳ πρότερα ἀνάγκη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερα εἶναι. εἰ γὰρ μὴ ἔστι, φησί, τὰ πάθη, οἷον λευκὸν καὶ κινούμενον, τουτέστι κίνησις, παρὰ τὰς οὐσίας, ἀλλ’ ἐν αὐταῖς τὸ εἶναι ἔχει, τοῦ λευκοῦ ἀνθρώπου ἔσται πρότερον τὸ λευκὸν κατὰ τὸν λόγον, ὅτι ὁ λόγος αὐτοῦ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου λόγῳ εἴληπται, κατὰ δὲ τὴν οὐσίαν καὶ τὸ εἶναι οὐκέτι· εἰ γάρ ἐστι τὸ λευκὸν καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶναι πρότερον τοῦ λευκοῦ ἀνθρώπου, ἔσται τὸ λευκὸν χωρὶς τῆς οὐσίας καὶ καθ’ αὑτό· ἀλλ’ οὐκ ἐνδέχεται τὸ λευκὸν καθ’ αὑτὸ εἶναι ἀλλ’ ἀεὶ μετὰ τοῦ συνόλου ἐστίν. τί δ’ ἐστὶ τὸ σύνολον, αὐτὸς ἐσαφήνισεν εἰπὼν σύνολον δὲ λέγω τὸν ἄνθρωπον καὶ τὸ λευκόν, τουτέστι τὸ ἐξ ἀνθρώπου καὶ λευκοῦ συγκείμενον. ὥστε φανερόν, φησίν, ὅτι οὔτε τὸ ἐξ ἀφαιρέσεως (λέγοι δ’ ἄν ἐξ ἀφαιρέσεως τὸ μαθηματικόν) πρότερον τῇ οὐσίᾳ, ἐπεὶ καὶ τὸ λευκὸν ἐξ ἀφαιρέσεώς ἐστιν (ἐχώρισε γὰρ αὐτὸ ὁ λόγος τοῦ ὑποκειμένου) καὶ ὅμως οὐ πρότερον τοῦ ἀνθρώπου, οὔτε πάλιν τὸ ἐκ προσθέσεως, τουτέστι τὸ μαθηματικὸν σῶμα μετὰ τῶν ποιοτήτων, ὕστερον τοῦ μαθηματικοῦ σώματος, ἀλλὰ τῷ μὲν λόγῳ ὕστερον τῇ δὲ οὐσίᾳ πρότερον. ἢ ἐξ ἀφαιρέσεως λέγοι ἄν (δύναται γάρ τις καὶ οὕτως ἀκούειν) τὸ λευκόν· τοῦτο γὰρ ὁ λόγος ἀφαιρεῖται καὶ χωρίζει τοῦ ὑποκειμένου, καὶ οὐκ ἔστι τὸ λευκὸν τῆς οὐσίας πρότερον τῇ οὐσίᾳ ἀλλὰ τῷ λόγῳ· ἐκ προσθέσεως δὲ τὸ ἐκ λευκοῦ καὶ ἀνθρώπου. καὶ οὐκ ἔστι τοῦτο πάντῃ ὕστερον, ἀλλὰ τῷ μὲν λόγῳ ὕστερον τῇ δὲ φύσει πρότερον. τὸ δὲ ἐκ προσθέσεως γὰρ τῷ λευκῷ ὁ λευκὸς ἄνθρωπος λέγεται ἀντὶ τοῦ προσθέσει γὰρ τοῦ λευκοῦ ὁ λευκὸς ἄνθρωπος λέγεται ἐκ προσθέσεως.3 καὶ συμπεραίνεται λοιπὸν λέγων ὅτι μὲν οὔτε οὐσία τὰ μαθηματικὰ μᾶλλον τῶν σωμάτων εἰσὶ τῶν φυσικῶν, οὔτε πρότερα τῷ εἶναι καὶ τῇ οὐσίᾳ ἀλλὰ τῷ λόγῳ μόνῳ, οὔτε δὲ κεχωρισμένα που καὶ καθ’ αὑτὰ εἶναι δυνατόν, εἴρηται αὐτάρκως.

然而,这一点在动物上无疑更为显然;因为我们正是基于这一理由而说动物的存在超越了人的实存,即它既能与人共存,而在人不存在时它也同样能够存在。因此,凡在被分离时甚至能够脱离那从之分离的事物而存在的,都在实体上居先。另一方面他说,〔诸事物〕在定义上先于〔那些〕其定义由〔它们的〕定义构成者。而所说的大意如下:既然白人的定义——即谓之具有分离视线之颜色的双足陆生动物——是由白的定义与人的定义构成的,人和白在定义上就先于白人;因为白人的定义乃是由它们的定义构成的。而“然而这些并不同时从属”的意思是,它们并未结合在一起,也未被同时发现,以至于在定义上居先者直接就在实体上也居先,相反它们是被分离的,有些事物在定义上居先,而在实体上却不再如此。因此,在说明了哪些事物在本性上居先、哪些在定义上居先之后,他回到了手头的论题,表明在定义上居先者并不必然在本性上和实体上也居先。因为他说,如果受动性质——例如白与运动者,即运动——并非脱离实体而存在,而是在实体中具有其存在,那么白依照定义将先于白人,因为它的定义被包含在白人的定义之中,然而依照实体和存在却不再如此;因为如果白依照实体和依照存在都先于白人,白就将脱离实体而自在地存在;但白不可能自在地存在,而是始终与复合体在一起。至于复合体是什么,他自己通过说“而我所说的复合体是指人和白”将其阐明了,即由人和白所复合而成者。因此他说,显而易见,既非出于抽离者(他所说的出于抽离者大概是指数学对象)在实体上居先,因为白也是出于抽离的(因为定义将它从底层载体中分离出来),然而它却并不先于人;也非相反出于附加者,即伴有诸性质的数学物体,次于数学物体,而是它在定义上次之,但在实体上居先。或者他所说的出于抽离者(因为人们也可以这样理解)大概是指白;因为定义将这白从底层载体中抽离并分离出来,而白在实体上并不先于实体,而是在定义上居先;而出于附加者是指由白与人构成的事物。并且这并非在一切方面都是次后的,而是在定义上次后,但在本性上居先。而“因为白人乃因对白的附加而被言说”等同于“因为由于白的附加,白人被称为出于附加者”。最后,他得出结论说,数学对象既不比自然物体更是实体,在存在与实体上也并不居先而仅仅在定义上居先,并且它们也不可能在某处分离地且自在地存在,这一点已经被充分阐明了。

语法注3 条
  1. 13.7ἐπὶ τούτῳ γὰρ λέγομεν τὸ τοῦ ζῴου εἶναι ἐπὶ πλέον τῆς τοῦ ἀνθρώπου ὑπάρξεως εἶναι, ὅτι

    ἐπὶ τούτῳ ... ὅτι 构成标示理由的呼应结构(“基于这一点,即因为……”)。在 λέγομεν 所带的宾语从句中,τὸ τοῦ ζῴου εἶναι 为主格性质的受格主语,ἐπὶ πλέον ... εἶναι 为谓语不定式(“动物的存在超越了……”)。

  2. 13.7τῷ δὲ λόγῳ, φησί, πρότερά ἐστιν ὅσων οἱ λόγοι ἐκ τῶν λόγων

    引用并概括亚里士多德原文(1077b3)。关系代词属格 ὅσων 限定关系从句内的主语 οἱ λόγοι,πρότερα 后省略了比较属格(τούτων),ἐκ τῶν λόγων 后省略了 αὐτῶν εἰσίν,关系从句表示比较对象(“[先于那些]其定义由[它们的]定义构成者”)。

  3. 13.7τὸ δὲ ἐκ προσθέσεως γὰρ τῷ λευκῷ ὁ λευκὸς ἄνθρωπος λέγεται ἀντὶ τοῦ προσθέσει γὰρ τοῦ λευκοῦ ὁ λευκὸς ἄνθρωπος λέγεται ἐκ προσθέσεως

    注解体中特有的语法释义句式“τὸ A ἀντὶ τοῦ B”(A文句意指B)。注解者在此澄清,亚里士多德文本中的与格 τῷ λευκῷ 相当于工具性或原因性的 προσθέσει τοῦ λευκοῦ(“由于白的附加”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:732.38-733.39