- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:731.34-732.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》1077a31,论证了物体是实体而线与面不是实体因而是后进的,并解释了在定义上居先者并不必然在实体上也居先。
" Ἔτι τὸ μὲν σῶμα οὐσία τις· ἤδη γὰρ ἔχει πως τὸ τέλειον. " Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ δευτέρας εἶναι τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα τῶν σωμάτων. δείκνυσι δὲ τοῦτο διὰ τοῦ δεῖξαι ὅτι αἱ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐκ εἰσιν οὐσίαι, τὸ δὲ σῶμα οὐσία, ὥστε εἰ τὸ σῶμα οὐσία αἱ δὲ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐκ οὐσίαι, πᾶσα δὲ οὐσία προτέρα τῶν μὴ οὐσιῶν (τοῦτο γὰρ δέδεικται), τὸ σῶμα ἄρα ὡς οὐσία πρότερον ἂν εἴη τῶν γραμμῶν καὶ ἐπιπέδων ὡς μὴ ὄντων οὐσιῶν. λέγει δὲ αὐτὸς ὅτι τὸ μὲν σῶμα οὐσία τίς ἐστι· σημεῖον δὲ ὅτι ἔχει πως τὸ τέλειον. καὶ ὅτι μὲν τὸ σῶμα τέλειον, δέδεικται εὐθὺς ἐν ἀρχῇ τῆς Περὶ οὐρανοῦ πραγματείας. τὸ δὲ πῶς πρόσκειται διὰ τὰ μαθηματικά· οὐ γάρ εἰσιν ἁπλῶς τέλεια ὡς τὰ φυσικά, ἀλλὰ καθὸ μὲν ἔχει τὰς τρεῖς διαστάσεις, εἰσὶ τέλεια, ὡς ἐν τῇ Περὶ οὐρανοῦ λέγεται, ᾗ δὲ ἐλλείπει αὐτοῖς τὰ πάθη, καθ’ ἃ τὰ φυσικὰ εἰδοποιεῖται, ἐστὶν ἀτελῆ. καὶ ὅτι μὲν τὰ σώματα οὐσίαι, δέδεικται, ὡς εἴρηται· τὰ δὲ ἐπίπεδα καὶ αἱ γραμμαὶ ἐπειδὴ ἁπλᾶ εἰσιν, εἰ ἔσονται οὐσίαι, ἢ ὡς εἶδος ἔσονται ἢ ὡς ὕλη, ὥσπερ ἡ μὲν ψυχὴ οὐσία ἐστὶν ὡς εἶδος, τὸ δὲ σῶμα ὡς ὕλη. οὐδεμία δὲ οὐσία φαίνεται ἐκ γραμμῶν ἢ ἐξ ἐπιπέδων μαθηματικῶν συνίστασθαι δυναμένη· ἢ γὰρ ὡς ἐξ ὕλης τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου συσταίη ἂν ἡ οὐσία, ἢ ὡς ἐξ εἴδους· ἀδύνατον δὲ τούτων ἑκάτερον, ὥστε ἀνούσιοι αἱ γραμμαὶ καὶ αἱ στιγμαί, εἰ δὲ τοῦτο, δεύτεραι τῶν οὐσιῶν. κατὰ δὲ τὴν λέξιν τὸ εἰ δ’ ἦν οὐσία τις ὑλική, τοῦτ’ ἂν ἐφαίνετο πάσχειν ἴσον ἐστὶ τῷ ‘εἰ δ’ ἦσαν αἱ γραμμαὶ καὶ τὰ ἐπίπεδα ὑλικαὶ οὐσίαι, τοῦτ’ ἄν, τουτέστι τὸ ἀλλοιουμένων αὐτῶν1 ἕτερον ἐξ αὐτῶν συνίστασθαι, ἐφαίνοντο πάσχουσαι.’ ταῦτα εἰπὼν λέγει ὅτι τῷ μὲν λόγῳ ἔστωσαν πρότερα τὰ μαθηματικὰ τῶν αἰσθητῶν, ἐπειδή τις τὸ αἰσθητὸν ὁριζόμενος δεῖται τῶν διαστάσεων, αἳ ὁρίζουσι τὸ μαθηματικόν· ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ὥσπερ καὶ ὁ προσδεόμενος τοῦ ζῴου τοῦ λόγου αὐτοῦ προσδεῖται (τὸ γὰρ πρᾶγμα καὶ ὁ λόγος αὐτοῦ ταὐτόν), ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ἔσονται πρότερα τὰ διαστήματα τῷ λόγῳ· οὐκέτι δὲ καὶ τῇ οὐσίᾳ. εἶτα ἵνα μή τις νομίσῃ ὅτι τὰ τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα εὐθύς ἐστι, δείκνυσι τὴν τοιαύτην ὑπόνοιαν ψευδῆ. οὐ πάντα γάρ, φησίν, ὅσα τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα. καὶ τέως πρότερον διαρθροῖ τίνα ἐστὶ τὰ τῇ οὐσίᾳ πρότερα καὶ τίνα τὰ τῷ λόγῳ, καὶ οὕτω δείκνυσιν ὅτι οὐ πάντα τὰ τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερά ἐστιν. ἔστιν οὖν, φησί, τῇ οὐσίᾳ πρότερα ὅσα χωριζόμενα τῷ εἶναι ὑπερβάλλει,2 τουτέστιν ὅσα χωριζόμενα τῶν ἐν οἷς εἰσιν, αὐτὰ μὲν εἶναι δύναται, ἐκεῖνα δὲ μή, ὥσπερ ἐπὶ τῆς μονάδος καὶ ἐπ’ ἄλλων πολλῶν. οὔσης μὲν γὰρ δυάδος ἔστι καὶ μονάς, καὶ μὴ οὔσης δυάδος καὶ οὕτως ἔστι μονάς· ὥστε ἐπεὶ ἡ μονὰς καὶ συνυπάρχει καὶ μεθυπάρχει τῇ δυάδι, ἐπὶ πλέον ἐστὶ τὸ εἶναι αὐτῆς, ἀντὶ τοῦ μᾶλλον εἶναι δύναται τῆς δυάδος· ἡ γὰρ ὕλη εἰς τὸ εἶναι συντείνει, αἱ δὲ διαφοραὶ εἰς τὸ τοιοῖσδε εἶναι.
“此外,物体是某种实体;因为它已经以某种方式具有了完全者。” 而这一点也是在确立线和面次于物体。他通过表明线和面不是实体、而物体是实体来表明这一点,从而,如果物体是实体而线和面不是实体,并且一切实体都先于非实体(因为这一点已经被证明),那么物体作为实体,就将先于作为非实体的线和面。他自己说物体是某种实体;证据在于它以某种方式具有了完全者。至于物体是完全的,在《论天》这篇著作的开端就已经直接证明了。而“以某种方式”之所以被附加,是由于数学对象的缘故;因为它们并不像自然事物那样是单纯完全的,而是在具有三维广延的范围内是完全的,正如在《论天》中所说的那样,但在欠缺使自然事物得以形式化的那些受动性质的方面,它们是不完全的。物体是实体,如前所述,已经被证明了;而面和线既然是单纯的,如果它们要是实体,要么作为形式要么作为质料而存在,正如灵魂作为形式是实体,而物体作为质料是实体。但没有任何实体显现出能够由线或数学的面构成;因为实体要么作为出自质料那样由线和面构成,要么作为出自形式那样构成;但这两种情况都是不可能的,因此线和点都是非实体的,如果这是这样,它们就次于实体。就文句而言,“如果它是某种质料性的实体,它就会显现出遭受这一点”等同于“如果线和面是质料性实体,它们就会显现出遭受这一点,即随着它们发生质变,由它们构成另一个事物”。在说了这些之后,他说道:且让数学对象在定义上先于可感觉事物吧,因为有人在定义可感觉事物时需要这些维度,而这些维度定义了数学对象;因此,既然可感觉物体的定义额外需要诸维度及其定义——正如额外需要动物的人也额外需要它的定义一样(因为事物与其定义是同一的)——因此,既然可感觉物体的定义额外需要诸维度及其定义,这些间距在定义上将是居先的,但不再在实体上也居先。随后,为了不让人以为在定义上居先者直接就在实体上也居先,他表明这样的假定是虚妄的。因为他说,并非所有在定义上居先者都在实体上也居先。他暂时首先界定了哪些是在实体上居先者,哪些是在定义上居先者,并以此表明并非所有在定义上居先者都在实体上也居先。因此他说,凡在被分离时在存在上超出的事物,在实体上是居先的,这就是说,凡从其所在的事物中分离出来时,它们自身能够存在、而那些事物不能存在的,正如在单子和许多其他事物上的情形那样。因为在二元存在时单子也存在,而在二元不存在时单子同样存在;因此,既然单子既与二元共存又在二元之后留存,它的存在范围就更广,也就是说它比二元更能存在;因为质料有助于存在,而种差有助于成为如此这般的存在。
- 13.7ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ὥσπερ καὶ ὁ προσδεόμενος τοῦ ζῴου τοῦ λόγου αὐτοῦ προσδεῖται (τὸ γὰρ πρᾶγμα καὶ ὁ λόγος αὐτοῦ ταὐτόν), ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν
从属分句 ὥστε ἐπεὶ... 在插入成分 ὥσπερ καὶ ὁ προσδεόμενος τοῦ ζῴου τοῦ λόγου αὐτοῦ προσδεῖται (τὸ γὰρ πρᾶγμα καὶ ὁ λόγος αὐτοῦ ταὐτόν) 前后发生了重复。这属于重述性(resumptive)重复,用于在论述被插入语打断之后重新连接主句 ἔσονται πρότερα...。
- 13.7τῷ εἶναι ὑπερβάλλει
与格 τῷ εἶναι 充当动词 ὑπερβάλλει 的限制或方面与格(“在存在方面超出”)。其后的 τουτέστι 引导的分句随即将其解释为本体论上的自立性优势,即自身能够存在而对方不能存在。
