- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:730.17-731.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在1077a14中关于将数学对象作为实体加以分离所导致的矛盾(即不完全者将在本性上既居先又居后)。通过对比无灵魂之物与有灵魂之物在时间/生成上的先后与本性上的先后,并借助立体的结合原因及生成阶段,论证了物体在实体上先于面和线。
" Ὅλως δὲ τοὐναντίον συμβαίνει καὶ τοῦ ἀληθοῦς καὶ τοῦ εἰωθότος ὑπολαμβάνεσθαι." Καὶ ἡ ἀλήθεια, φησί, βοᾷ καὶ πάντες οἱ σοφοὶ εἰώθασιν ὑπολαμβάνειν ὅτι τὸ ἀτελὲς τῷ μὲν χρόνῳ πρότερόν ἐστι τοῦ τελείου, τῇ δὲ φύσει ἤτοι τῷ τελείῳ1 ὕστερον. ἐξ ὧν δ’ οὗτοι λέγουσι (λέγουσι δὲ ὅτι τὰ μαθήματα ἄλλα ἐστὶ τῶν αἰσθητῶν καὶ καθ’ αὑτὰ ὄντα καὶ χωριστά), συμβαίνει τοὐναντίον τοῦ εἰωθότος ὑπολαμβάνεσθαι καὶ τῆς ἀληθείας· τοῦτο δ’ ἐστὶ τὸ τὰ μαθηματικὰ ἀτελέστερα τῶν φυσικῶν ὄντα πρότερα εἶναι οὐ τῷ χρόνῳ ἀλλὰ καὶ τῇ φύσει· ὁμοίως δὲ καὶ ὕστερα·2 οὐδὲν δέ ἐστι καὶ πρότερον καὶ ὕστερον τῇ φύσει. καθὸ μὲν γὰρ αἱ μαθηματικαὶ οὐσίαι χωρισταί εἰσι καὶ καθ’ αὑτὰς καὶ τέλειαι κατ’ αὐτοὺς καὶ ἁπλούσταται, ἀνάγκη προτέρας εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ τῶν αἰσθητῶν μεγεθῶν, κατὰ δὲ τὸ ἀληθὲς ὑστέρας. καὶ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν τὸ γὰρ ἀτελὲς μέγεθος τῷ χρόνῳ μὲν ἀεὶ πρότερόν ἐστι τῇ οὐσίᾳ δὲ ὕστερον, οἷον ἄψυχον ἐμψύχου. ὥσπερ γὰρ πρότερον μὲν γίνεται τὸ ἄψυχον σῶμα καὶ οὕτως ἐμψυχοῦται καὶ τελειοῦται, οὕτω καὶ ἐπὶ τῶν ἄλλων· πρότερον μὲν ὁ λόγος ὑπονοεῖ τὸ τριχῇ διαστατὸν γινόμενον, ὅπερ ἀναλογεῖ τῷ μαθηματικῷ σώματι, καὶ οὕτως ὅτι εἰσῆλθον ἐν αὐτῷ ὑπὸ τῆς φύσεως θερμότητες κουφότητες ἢ ἄλλη τις ποιότης, καὶ ἀπετέλεσαν τὸ φυσικὸν τέλος. ὡς οὖν τὸ ἄψυχον πρότερον ὂν τῇ γενέσει (πρότερον γὰρ αὐτὸ γίνεται) ἀτελέστερόν ἐστι τοῦ ἐμψύχου, οὕτω καὶ τὰ μαθηματικὰ τῇ μὲν γενέσει πρότερά ἐστι τῶν φυσικῶν σωμάτων, τῇ δὲ φύσει καὶ τῷ τελείῳ ὕστερα· ὥστε κατὰ μὲν τὴν ἀλήθειαν καὶ ἀτελέστερά ἐστι τὰ μαθηματικὰ τῶν φυσικῶν, καὶ διὰ τοῦτο καὶ ὕστερα τῇ φύσει· ἀλλὰ καὶ πρότερα κατὰ τοὺς χωρίζοντας αὐτὰ καὶ ἄλλα τῶν φυσικῶν εἶναι λέγοντας. ταῦτα εἰπὼν διὰ μέσου3 ζητεῖ τινα ζήτησιν καὶ οὕτως πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον. ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν· ἐπεὶ τὰ μαθηματικὰ σώματα ἐξ ἐπιπέδων εἰσί, τί τὸ αἴτιον αὐτοῖς τῆς ἑνώσεως; τοῖς μὲν γὰρ φυσικοῖς σώμασιν ἢ ἡ ψυχὴ ὡς εἶδός ἐστιν αἰτία τοῦ ἓν εἶναι, ὡς ἐπὶ τῶν τελείων ζῴων, ἢ μέρος ψυχῆς, ὡς ἐπὶ τῶν ἐχόντων ἁφὴν μόνην, ἢ ἄλλο τι εὔλογον, κόλλα δηλαδὴ ἢ δεσμός. εἰ δὲ μή ἐστι τὸ δεσμοῦν ἀλλὰ ἐξέλθοι ἀπ’ αὐτῶν, εὐθὺς πολλά τε γίνεται καὶ διαλύεται. τοῖς δὲ μαθηματικοῖς καὶ δυναμένοις διαιρεῖσθαι διὰ τὸ ποσὰ εἶναι τί τὸ αἴτιον τῆς αὐτῶν ἑνώσεως; τοῦτο διὰ μέσου εἰπὼν ἄνεισι πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς, ἐν ᾧ τὸ αἰσθητὸν πρότερον ἐδείκνυ τοῦ μαθηματικοῦ τῇ οὐσίᾳ, καὶ δείκνυσι καθόλου, ὅτι πᾶν σῶμα τῇ οὐσίᾳ πρότερόν ἐστι καὶ γραμμῆς καὶ ἐπιπέδου. ἐκ τούτου δὲ ἔχει ὅτι καὶ τῶν σωμάτων τὸ τελειότερον πρότερόν ἐστι τῶν ἀτελεστέρων· τελειότερον δὲ τὸ φυσικὸν τοῦ μαθηματικοῦ. λέγει δὴ ὅτι αἱ γενέσεις δηλοῦσιν ὅτι τὰ σώματα πρότερά ἐστι καὶ ἐπιπέδων καὶ γραμμῶν τῇ οὐσίᾳ· πρότερον γὰρ ἐπὶ μῆκος γίνεται ἡ αὔξησις ἢ ὅλως ἡ κίνησις, ἔπειτα εἰς πλάτος, εἶτα εἰς βάθος, καὶ τελειοῦται ὡς σῶμα ἁπλῶς, ὕστερον δὲ προσλαβὸν καὶ ποιότητα τελειοῦται ὡς φυσικὸν σῶμα. ὥστε εἰ τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, πρότερον ἂν εἴη τὸ σῶμα καὶ ἐπιπέδου καὶ γραμμῆς, καὶ τοῦ σώματος πάλιν τὸ αἰσθητὸν σῶμα, καὶ τούτου τὸ ἔμψυχον, καὶ ἐφεξῆς ἀκολούθως. ἔτι, φησί, καὶ διὰ τὸ τὸ μὲν σῶμα ἔμψυχον δύνασθαι γενέσθαι, τὴν δὲ γραμμὴν καὶ τὸ ἐπίπεδον οὐδαμῶς (οὐδεὶς γὰρ ἑώρακέ ποτε γραμμὴν ἔμψυχον), καὶ διὰ τοῦτο πρότερον ἂν εἴη τὸ σῶμα τῆς ἐπιφανείας καὶ τῆς γραμμῆς. πῶς δὲ ἀδύνατον, δῆλον.4 τὰ μὲν γὰρ εἴδη τῶν ἐμψύχων οἷς ἂν παρῇ ἔμψυχα καὶ ζῆν αὐτὰ ποιεῖ· οὐδεμία δὲ γραμμὴ ἢ ἐπίπεδον αἴτιον ζωῆς οὐδενί ἐστιν· οὐκ ἄρα εἰσὶν ὡς εἴδη ἐμψύχων οὐσίαι. ἀλλὰ μὴν οὐδ’ ὡς ἀψύχων. τὰ γὰρ τῶν ἀψύχων εἴδη αἴτια αὐτοῖς ἐστι τοῦ ὡδὶ κινεῖσθαι, εἴ γε ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας· αἱ δὲ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐδεμιᾶς ἠρεμίας οὐδὲ κινήσεώς ἐστιν αἴτια· οὐκ ἄρα εἰσὶν ὡς εἴδη οὐσίαι. ἀλλὰ μὴν οὐδ’ ὡς ὕλη, εἴ γε ἡ μὲν ὕλη τοιωσδὶ ἀλλοιοῦσθαι δύναται καὶ βαρεῖα καὶ κούφη γίνεσθαι καὶ μανοῦσθαι καὶ πυκνοῦσθαι, οὐδεμία δὲ γραμμὴ ἢ ἐπίπεδον οὐδὲν τούτων πάσχειν δύναται.
“一般而言,得出的结论既与真理相反,也与通常所假定的相反。” 他说道,真理在高呼,并且所有智者都惯于假定:不完全者在时间上先于完全者,但在本性上、即在完全性上却后于完全者。但根据这些人所主张的(他们主张数学对象有别于可感觉事物,是依自身存在且分离的),得出的结论既与通常所假定的相反,也与真理相反;这就是说,数学对象比自然事物更为不完全,却不仅在时间上、而且在本性上也居先,同样又居后;然而没有任何事物在本性上既居先又居后。因为按照他们所说,数学实体既然是分离的、依自身的、完全的且最为单纯的,就必然在本性和实体上先于可感觉的大小,但按照真理却后于可感觉的大小。他还指出了原因,说道:“因为不完全的大小在时间上始终居先,在实体上却居后,正如无灵魂者相对于有灵魂者那样。”因为正如无灵魂的物体先生成,进而被赋予灵魂并成为完全的,在其他事物上也是如此:理智首先设想出在三维上延展之物的生成,这相当于数学立体,随后设想由自然使热、轻或某种其他性质进入其中,并完成了自然的目的。因此,正如无灵魂者在生成上居先(因为它先生成)却比有灵魂者更为不完全,数学对象在生成上同样先于自然物体,但在本性上和完全性上却后于自然物体;从而按照真理,数学对象既比自然事物更为不完全,因而也在本性上居后;但按照那些将它们分离、并说它们有别于自然事物的人,它们又居先。在说了这些之后,他顺带提出了一个探究,然后又回到了当前的主题。他所探究的是这样的问题:既然数学立体是由面构成的,那么使它们结合的原因是什么?因为对于自然物体而言,要么作为形式的灵魂是其为一的原因,正如在完全的动物中那样;要么是灵魂的一部分,正如在仅具有触觉的生物中那样;要么是某种其他合理的因由,即胶水或绑缚。如果起绑缚作用的东西不存在而是离开了它们,它们立刻就变成多个并瓦解了。但对于因其作为量而能够被分割的数学对象而言,使它们自身结合的原因是什么呢?在顺带说了这一点之后,他又回到了最初的主题,在其中他曾表明可感觉事物在实体上先于数学对象,并且他普遍地表明,一切物体在实体上都既先于线也先于面。由此他得出,在物体之中,更为完全的物体也先于较不完全的物体;而自然物体比数学物体更为完全。因此他说道,种种生成表明物体在实体上既先于面也先于线;因为首先是在长度上的增长或一般的运动生成,其次是在宽度上,然后是在深度上,从而作为单纯的物体完成,其后又接受了性质而作为自然物体完成。因此,如果生成上居后者在本性上居先,那么物体就既先于面也先于线,而在物体中可感觉物体又居先,在可感觉物体中有灵魂者又居先,依此类推。他进一步说,还由于物体能够成为有灵魂的,而线和面绝不能如此(因为从来没有人见过有灵魂的线),也正是由于这一点,物体将先于表面和线。而这如何是不可能的,是显而易见的。因为有灵魂之物的形式使它们所临在之物具有灵魂并活着;但任何线或面都不是任何事物具有生命的原因;因此它们并不是作为有灵魂之物的形式的实体。然而,它们也绝不是作为无灵魂之物的形式。因为无灵魂之物的形式是它们如此这般运动的原因,如果自然确实是运动与静止的本原;但线和面既非静止的原因,亦非运动的原因;因此它们并不是作为形式的实体。然而,它们也绝不是作为质料,如果质料确实能够经历如此这般的质变,并且变重变轻、变稀变密,但任何线或面都不能遭受这些变化中的任何一种。
- 13.6ἤτοι τῷ τελείῳ
ἤτοι 在此处并非表示两者择一,而是起解释说明的作用,同义性地补充说明前面的 τῇ δὲ φύσει(在本性上),即“亦即在完全性上”。
- 13.6τοῦτο δ’ ἐστὶ τὸ τὰ μαθηματικὰ ἀτελέστερα τῶν φυσικῶν ὄντα πρότερα εἶναι οὐ τῷ χρόνῳ ἀλλὰ καὶ τῇ φύσει· ὁμοίως δὲ καὶ ὕστερα
带冠词的不定式短语 τὸ ... πρότερα εἶναι 充当表语,说明指示代词 τοῦτο 的内容。在 οὐ τῷ χρόνῳ ἀλλὰ καὶ τῇ φύσει 中,形成了“不仅在时间上,而且在本性上也[居先]”的对比,与紧随其后的 ὁμοίως δὲ καὶ ὕστερα 相结合,指出了其在本性上既居先又居后这一荒谬归结。
- 13.6διὰ μέσου
意为“在中间”、“顺带地/插入性地”的副词性短语,表明作者暂时打断关于本性上先后的主线论述,插入讨论另一个关于立体结合原因的疑难。
- 13.6πῶς δὲ ἀδύνατον, δῆλον
省略句,补充系动词 ἐστίν。ἀδύνατον 的逻辑主语指的是前述“线或面变成有灵魂的”(τὴν γραμμὴν καὶ τὸ ἐπίπεδον ἔμψυχον γενέσθαι)这一命题。
