- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:729.1-730.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1076a39–1077a9,阐释如果为天文学与光学等设定居间对象将导致的荒谬后果(如不动的天与数学的动物),以及数学中的普遍证明将导致在居间对象之外不得不设定另一种普遍实体的反驳。
" Ἔτι ἅπερ καὶ ἐν τοῖς διαπορήμασιν ἐπήλθομεν πῶς ἐνδέχεται λύειν;" Ἀπορῶν ἐν τῷ Β τῆς προκειμένης πραγματείας ἐζήτησε καὶ τοῦτο, ὅτι εἰ αἱ μαθηματικαὶ ἐπιστῆμαι περὶ ἄλλας φύσεις εἰσὶ μεταξὺ οὔσας τῶν αἰσθητῶν καὶ νοητῶν, ἔστι δὲ ἡ ἀστρολογία μία τῶν μαθηματικῶν ἐπιστημῶν, ἔσται παρὰ τὸν αἰσθητὸν οὐρανὸν ἄλλος οὐρανὸς μαθηματικὸς καθ’ αὐτὸν ὢν καὶ ἐνεργείᾳ ἀλλ’ οὐκ ἐπινοίᾳ τὸ εἶναι ἔχων· ὡς γὰρ περὶ ἃ ἡ γεωμετρία ἐστὶ μεταξὺ εἰσι κατ’ αὐτοὺς τοῦ αὐτομεγέθους καὶ τῶν αἰσθητῶν μεγεθῶν, οὕτως ἕξει καὶ περὶ ἃ ἡ ἀστρολογία. τοῦτον οὖν τὸν λόγον τὸν ἀποροῦντα καὶ λέγοντα ὅτι εἰ ἔστι τις μαθηματικὸς οὐρανός, ἀνάγκη αὐτὸν ἀκίνητον εἶναι καὶ τὰ μόρια αὐτοῦ ἤτοι τοὺς ἀστέρας, οὐρανὸν δὲ ἀκίνητον ἀδύνατον εἶναι (πᾶς γὰρ οὐρανὸς ἐν τῷ εἶναι ἐν κινήσει τοιᾳδὶ ἔχει τὸ οὐρανὸς εἶναι), ὁμοίως κἂν ἄλλο τι ἐν κινήσει ὂν καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχον οὐκ ἐνδέχεται ἀκίνητον εἶναι, τοῦτον δὴ τὸν λόγον πῶς ἐνδέχεται αὐτοὺς λύειν;1 ὁμοίως δὲ τῇ ἀστρολογίᾳ ἕξει καὶ ἡ ὀπτικὴ καὶ ἡ ἁρμονική· ἡ μὲν γὰρ ἔσται περὶ ὄψεις ἄλλας παρὰ τὰς αἰσθητάς, καὶ ἡ ἁρμονικὴ περὶ φωνάς· ὥστε ἔσονται καὶ αἱ ἄλλαι αἰσθήσεις. διὰ τί γὰρ ὄψεις μὲν ἔσονται παρὰ τὰς αἰσθητάς, παρὰ δὲ τὰς λοιπὰς αἰσθήσεις οὐκ ἔσονται ἄλλαι; εἰ δὲ τοῦτο, ἔσονται καὶ ζῷα μαθηματικά.
“此外,我们在诸疑难中所探讨过的那些问题,又如何能够化解呢?” 在本论著的卷B提出疑难时,他也探讨了这一点:如果数学诸科学是关于居于可感觉事物与可知事物之间的其他本性,而天文学是数学诸科学之一,那么脱离于可感觉的天,将存在另一个依自身存在、且在现实中而非在观念中具有其所是的数学的天;因为正如他们所主张的,几何学所关涉的对象居于大自身与可感觉的大之间,天文学所关涉的对象也将依此类推。既然如此,提出疑难并指出“如果存在某种数学的天,它及其各个部分即恒星必然是不动的,但不动的天是不可能存在的(因为一切天正是在处于如此这般的运动之中具有其作为天的所是),同样地,哪怕有任何其他处于运动之中并在此运动中具有其所是的事物,也不可能是不动的”的这一论证,正是这一论证,他们又怎么可能加以化解呢?与天文学类似,光学和和声学也将是如此;因为前者将关于脱离于可感觉视力的其他视力,而和声学将关于声音;从而其余的感觉也同样将存在。因为凭什么脱离于可感觉视力会有其他视力,脱离于其余感觉却不会有其他感觉呢?如果这样,数学的动物也将存在了。
"Ἔτι γράφεται ἔνια καθόλου ὑπὸ τῶν μαθηματικῶν." Τὸ γράφεται ἀντὶ τοῦ δείκνυται νῦν εἴληπται. λέγει δὲ ὅτι ἐπεὶ δείκνυταί τινα παρὰ τοῖς μαθηματικοῖς διὰ τῶν καθόλου λόγων καὶ διὰ τινων ἀξιωμάτων (οἷον διὰ τοῦ ἀπὸ ἴσων ἴσα ἂν ἀφέλῃς, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ διὰ τοῦ ἂν τέσσαρά τινα ᾖ ἀνάλογον, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων, καὶ ἄλλων πολλῶν τοιούτων), ἀνάγκη, φησίν, ὄντων χωριστῶν μεγεθῶν καὶ ἀριθμῶν, καὶ τὰ ὑπὸ τῶν ἀξιωμάτων δηλούμενα, οἷον τὰ τινά, εἶναι χωριστὰ καὶ καθ’ αὑτά, αὐτὸ τοῦτο τινὰ ὄντα, οὔτε γραμμαὶ οὔτε ἐπίπεδα οὔτε χρόνοι οὔτε ἄλλο τι·2 ἕτερον γὰρ τούτων ἁπάντων ἔσται καθολικώτερον ὂν καὶ τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων καὶ χρόνων καὶ στερεῶν καὶ τῶν ἄλλων ἁπάντων. ὥστε ἔσται τις φύσις μεταξὺ τοῦ αὐτομεγέθους καὶ τοῦ μαθηματικοῦ παντὸς μεγέθους τοῦ χωριστοῦ καὶ καθ’ αὑτὸ ὄντος, οὔτε γραμμὴ οὖσα ἡ φύσις αὕτη οὔτε χρόνος, οὐ σῶμα, οὐκ ἄλλο τι, ὃ ἂν εἴη ἐκείνοις μὲν ἴσως δῆλον τοῖς ταῦτα τιθεμένοις, ἡμῖν δὲ ἄδηλον. ὡς γὰρ κατ’ αὐτούς εἰσι παρὰ τὰ αἰσθητὰ τρίγωνα καὶ τὰς αἰσθητὰς γραμμὰς καὶ τὰ σώματα ἄλλα τρίγωνα καὶ γραμμαὶ καὶ σώματα, ἃ μαθηματικά φασιν, ἐπειδὴ ταῦτα τὰ μαθηματικὰ λέγεται τινά, ἀνάγκη εἶναι ἄλλην τούτων καθολικωτέραν φύσιν τὴν δηλουμένην ὑπὸ τῆς τινὰ φωνῆς. ἔχει δέ τινα βραχεῖαν ἀσάφειαν ἡ λέξις ἢ ἔσται οὖν καὶ αὕτη τις ἄλλη οὐσία μεταξὺ κεχωρισμένη τῶν τε ἰδεῶν καὶ τῶν μεταξύ· λέγει δὲ ἰδέας μὲν τὸ αὐτοποσὸν καὶ τὰ τοιαῦτα, μεταξὺ δὲ τὰ μαθηματικά· μεταξὺ γὰρ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν ἐτίθεντο τὰ μαθηματικά. λέγει οὖν ὅτι ἔσται τις ἄλλη φύσις καθ’ αὑτὴν οὖσα μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν μεταξύ, τουτέστι τῶν μαθηματικῶν, ὡς εἶναι κάτωθεν ἀρχομένοις πρῶτα τὰ μαθηματικά, δευτέρα ἡ φύσις αὕτη καὶ ἡ οὐσία, καὶ τρίται αἱ ἰδέαι. εἰ δὲ πρὸς τὰ αἰσθητὰ ἀπίδοις, ἔσονται πρῶτα μὲν τὰ αἰσθητά, δεύτερα δὲ τὰ μαθηματικά, τρίτη ἡ φύσις αὕτη καὶ τέταρτον αἱ ἰδέαι. ἀλλ’ εἰ ἀδύνατον, φησίν, εἶναι οὐσίαν καθ’ αὑτὴν μὴ χρόνον μὴ ἐπίπεδον μὴ ἄλλο τι οὖσαν, ἀδύνατον καὶ τὰ μαθηματικὰ εἶναι καθ’ αὑτά· εἰ γὰρ αὐτά, κἀκείνη, εἰ δὲ μὴ ἐκείνη, οὐδ’ αὐτά.
“此外,某些事物被数学家们普遍地加以证明。” “被绘制”一词在这里是取作“被证明”之意。他是说,既然在数学家那里,通过普遍论证和某些公理证明了某些事物(例如通过“若从等量中减去等量,其余量亦相等”,以及通过“若有任意四项成比例,外项之积等于内项之积”,以及许多其他诸如此类的原则),那么他说道,如果大小和数是分离的,由公理所表明的对象,比如“某些事物”,也必然是分离且依自身的,它们正是自身作为“某些事物”,既非线亦非面,既非时间亦非任何其他事物;因为作为比线、面、时间、立体以及所有其他事物更为普遍的存在者,它将是不同于这一切的某物。因此,在大自身与一切分离且依自身存在的数学大小之间,将存在某种本性,这一本性既非线亦非时间,非物体亦非任何其他事物;这对于提出这些主张的人来说或许是清楚的,对我们而言却是晦涩不明的。因为正如在他们看来,脱离于可感觉的三角形、可感觉的线和物体,存在着另一些被他们称为数学对象的三角形、线和物体,既然这些数学对象被称为“某些事物”,就必然存在比它们更为普遍的另一本性,由“某些事物”这一语词所表明。而“或者这也将是介于形式与中间物之间、分离出来的某种其他实体吗?”这段文字带有些许晦涩。他所说的形式是指量自身等等,所说的中间物是指数学对象;因为他们把数学对象置于形式与可感觉事物之间。因此他是说,在形式与中间物(即数学对象)之间,将存在某种依自身存在的其他本性,以至于对于从下往上开始的人而言,数学对象是第一位的,这种本性与实体是第二位的,而形式是第三位的。但如果朝向可感觉事物看,那么可感觉事物将是第一位的,数学对象是第二位的,这种本性是第三位的,形式是第四位的。然而他说道,如果一种既非时间、非面、亦非任何其他事物的实体依自身存在是不可能的,那么数学对象依自身存在也是不可能的;因为如果数学对象存在,那种本性也存在;而如果那种本性不存在,数学对象也就不存在。
- 13.4τοῦτον οὖν τὸν λόγον τὸν ἀποροῦντα καὶ λέγοντα ὅτι εἰ ἔστι τις μαθηματικὸς οὐρανός, ἀνάγκη αὐτὸν ἀκίνητον εἶναι καὶ τὰ μόρια αὐτοῦ ἤτοι τοὺς ἀστέρας, οὐρανὸν δὲ ἀκίνητον ἀδύνατον εἶναι (πᾶς γὰρ οὐρανὸς ἐν τῷ εἶναι ἐν κινήσει τοιᾳδὶ ἔχει τὸ οὐρανὸς εἶναι), ὁμοίως κἂν ἄλλο τι ἐν κινήσει ὂν καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχον οὐκ ἐνδέχεται ἀκίνητον εἶναι, τοῦτον δὴ τὸν λόγον πῶς ἐνδέχεται αὐτοὺς λύειν;
句首的 τοῦτον οὖν τὸν λόγον 因后面长篇的从属分句(ὅτι 引导的论证及括号内的原因阐释)而与主动词隔开,故在末尾以 τοῦτον δὴ τὸν λόγον 予以复指,作为不定式 λύειν 的直接宾语(复指宾格,epanalepsis)。
- 13.5αὐτὸ τοῦτο τινὰ ὄντα, οὔτε γραμμαὶ οὔτε ἐπίπεδα οὔτε χρόνοι οὔτε ἄλλο τι
分词 ὄντα 是与“宾格加不定式”结构的主语 τὰ ὑπὸ τῶν ἀξιωμάτων δηλούμενα(中性复数)相一致的宾格,然而紧接着的 οὔτε γραμμαὶ οὔτε ἐπίπεδα 等却采用了主格复数。这属于语法转折(破格,anacoluthon),即在列举谓词属性时脱离了严格的格一致而转用了独立主格。
