- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:727.40-728.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德在《形而上学》1076b11以下提出的归谬论证进行了补全与梳理,说明若设定分离的数学对象,将导致面、线、点、单子与数的无限繁衍。
ὥστε, φησί, ποίων γραμμῶν ἢ ποίων ἐπιπέδων ἔσονται αἱ ἐπιστῆμαι; πότερον τῶν μετὰ τῶν ἀκινήτων στερεῶν ὄντων; ἀλλ’ ἄτοπον· αἱ ἐπιστῆμαι γὰρ ἀεὶ τῶν προτέρων καὶ ἁπλουστέρων εἰσί. τούτοις καὶ ἄλλο προστίθησι λέγων ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἀριθμῶν· παρ’ ἑκάστας γὰρ τὰς στιγμὰς ἕτεραι ἔσονται μονάδες. λέγοι δ’ ἂν1 ‘ἐπειδὴ πάλιν αἱ μονάδες ἁπλούστεραί εἰσι τῶν στιγμῶν, καθὸ αὗται μὲν ἄθετοί εἰσιν αἱ δὲ στιγμαὶ θέσιν ἔχουσιν καὶ κεῖνταί που, ἔσται ἄλλο γένος μονάδων, ἀφ’ ὧν ὡς ἀπὸ ἁπλουστέρων εἰσὶν αἱ στιγμαί· ὥστε ἄλλο μὲν γένος ἔσται μονάδων τὸ ὂν παρὰ τὰς στιγμὰς τὰς συνούσας ταῖς γραμμαῖς ταῖς συνούσαις τοῖς ἐπιπέδοις τοῖς οὖσι παρὰ τὰ φυσικὰ ἐπίπεδα, ἄλλο δὲ πάλιν γένος μονάδων ἔσται τὸ ὂν παρὰ τὰς στιγμὰς τὰς συνούσας ταῖς γραμμαῖς αἵτινες σύνεισι τοῖς ἐν τοῖς μαθηματικοῖς σώμασιν οὖσιν ἐπιπέδοις· καὶ ὅλως ὅσα γένη τῶν στιγμῶν, τοσαῦτα καὶ μονάδων καὶ ἔτι πλείω.’ τὸ δὲ ἔτι πλείω προσέθηκα ἐγὼ διὰ τὸ μέλλον ὑπ’ αὐτοῦ εὐθὺς λέγεσθαι· ἔστι δὲ τόδε. ἐπεὶ ὁ Σωκράτης καθὸ ἄνθρωπος ἕν ἐστι καὶ ὁ Πλάτων καὶ ἁπλῶς πάντα τὰ αἰσθητὰ καθὸ τόδε τί ἐστιν ἕν εἰσιν, ἔσται ἄλλη μὲν μονὰς παρὰ τὸ ἐν τῷ Σωκράτει ἕν, καὶ ἄλλη παρὰ τὸ ἐν Πλάτωνι, καὶ ἄλλη παρὰ τὸ ἐν ἐμοί, καὶ οὕτως ἐπὶ πάντων τῶν αἰσθητῶν. ἀλλ’ ἐπεὶ καὶ τὰ νοητὰ ἕκαστον αὐτῶν ἕν ἐστι καὶ μᾶλλον ἕν (τούτου γὰρ δηλωτικόν ἐστι τὸ εἶτα τὰ νοητά),2 ἔσονται καὶ παρὰ τὸ ἐν ἑκάστῳ τῶν νοητῶν ἓν ἄλλαι ἁπλούστεραι μονάδες καὶ καθ’ αὑτάς· τὸ γὰρ ἐν ἑκάστῳ ἕν, ἐπειδὴ ἐν ἐκείνῳ καθ’ οὗ λέγεταί ἐστιν, οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον· ὥστε ἔσονται ἄπειρα γένη τῶν μαθηματικῶν μονάδων καὶ ἀριθμῶν. ἡ μὲν οὖν σύμπασα διάνοια τῶν λεγομένων αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδέ πῃ ἔχει. εἰ γάρ εἰσι, φησί, παρὰ τὰ αἰσθητὰ στερεὰ ἕτερα καὶ πρότερα τῶν αἰσθητῶν, δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα τὰ φυσικά (τούτου γὰρ δεῖ προσυπακούειν) ἔσονται ἄλλα ἐπίπεδα κεχωρισμένα παντὸς σώματος καὶ καθ’ αὑτά· ὁμοίως καὶ γραμμαί· εἰ γὰρ ἐν τοῖς τοιούτοις ἐπιπέδοις γραμμαὶ καὶ στιγμαὶ δῆλον ὡς ἕτεραι ἔσονται τῶν φυσικῶν γραμμῶν καὶ στιγμῶν. τὸ δὲ τοῦ γὰρ αὐτοῦ λόγου ἴσον ἐστὶ τῷ τίς γὰρ ἡ ἀποκλήρωσις τοῦ στερεὰ μὲν εἶναι3 παρὰ τὰ αἰσθητά, ἐπίπεδα δὲ καὶ γραμμὰς μὴ εἶναι ἑτέρας τῶν φυσικῶν γραμμῶν καὶ ἐπιπέδων καθ’ αὑτὰ ὄντα. ἀλλὰ καὶ παρὰ τὰ τοῦ ἀκινήτου καὶ μαθηματικοῦ σώματος ἐπίπεδα ἔσονται ἄλλα πρότερα ἐπίπεδα. καὶ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν πρότερα γὰρ τῶν συγκειμένων ἐστὶ τὰ ἀσύνθετα· ὥστε ἔστιν ἄλλο τι γένος ἐπιπέδων ἁπλούστατον, ἐξ ὧν συντεθειμένων4 ταῦτα τὰ ἀκίνητα καὶ μαθηματικὰ ἀποτελεῖται στερεά· τούτων δὲ τῶν ἐν τοῖς ἀκινήτοις στερεοῖς ὄντων ἐπιπέδων ἔσονται τὰ πέρατα γραμμαί, ὧν γραμμῶν δεήσει ἑτέρας εἶναι προτέρας γραμμάς.
因此,他说道,诸门科学将关于何种线或何种面?难道是关于伴随不动立体的线或面吗?但这荒谬;因为诸科学总是关于在先且更单纯者的。在这些之外,他又增补了另一条,说道:“相同的论证也适用于数;因为脱离于每一个点,将存在另一些单子。”他或许是说:“既然单子又比点更单纯——由于单子没有位置,而点拥有位置并位于某处——那么将存在单子的另一属,点正是如同从更单纯者中产生那样从它们中产生的;从而,脱离于与伴随脱离于自然之面的面的线共存的诸点,将存在单子的一个属;而脱离于与伴随在数学物体之中的面的线共存的诸点,又将存在单子的另一个属;总而言之,点有多少个属,单子也就有多少个属,甚至还要更多。”而“还要更多”是我加上去的,这是鉴于他紧接着就要讲到的内容;内容即是:既然苏格拉底就其作为人而言是一,柏拉图也是,并且一切可感觉事物就其作为这个具体事物而言全都是一,那么脱离于苏格拉底之中的一将有另一个单子,脱离于柏拉图之中的一将有另一个,脱离于我之中的一将有另一个,对一切可感觉事物而言亦是如此。然而,既然可知事物自身每一个也全都是一,并且更是单一的一(因为“继而是可知事物”这句话表明的正是这一点),那么脱离于可知事物各自身之中的一,也将存在其他更单纯且依自身的单子;因为在每一个之中的一,既然在它被述说的对象之中,就不是单纯的而是复合的;因此,数学单子与数的属将是无限的。所论内容的总体意旨即是如此,至于字句上的表述则大致如下:因为他说道,如果脱离于可感觉立体存在着相异且先于可感觉立体的其他立体,显然脱离于自然之面(因为必须额外补充理解这一点),也将存在脱离于一切物体且依自身存在的其他面;线也是同样;因为如果在这样的面之中存在着线与点,显然它们将不同于自然的线与点。而“属于同一理据”等同于“究竟有什么武断根据主张立体脱离于可感觉事物而存在,面和线却不作为脱离于自然之线和面的事物依自身存在?”而且,脱离于不动且数学之物体的面,也将存在其他在先的面。他引入原因说道:“因为非复合者先于复合者”;所以存在着某种最单纯的面的另一属,正是由这些面复合起来,构成了这些不动且数学的立体;而存在于不动立体之中的这些面的边界将是线,而在这些线之外,必然存在其他在先的线。
- 13.3λέγοι δ’ ἂν
带有 ἄν 的潜能希求语气。注疏者以此引出对亚里士多德简练陈述(“相同的论证也适用于数”)的逻辑内涵的展开与转述,意为“他或许是说……”或“他会这样说……”。
- 13.3τούτου γὰρ δηλωτικόν ἐστι τὸ εἶτα τὰ νοητά
加定冠词的名词化短语 τὸ εἶτα τὰ νοητά(“‘继而是可知事物’这句话”)作主语,形容词 δηλωτικόν 支配属格 τούτου(“表明这一点”)作表语。此处直接将亚里士多德原文中的词句作为主语处理。
- 13.3τίς γὰρ ἡ ἀποκλήρωσις τοῦ στερεὰ μὲν εἶναι παρὰ τὰ αἰσθητά, ἐπίπεδα δὲ καὶ γραμμὰς μὴ εἶναι
带疑问代词 τίς 的名词句。名词 ἀποκλήρωσις(武断的选择、无根据的偏袒)后接由定冠词属格不定式短语 τοῦ ... εἶναι ... μὴ εἶναι 构成的说明性补足成分,构成反诘:“究竟有什么武断的根据,竟然主张立体脱离可感觉事物存在,而面和线却不如此?”
- 13.3ἐξ ὧν συντεθειμένων
介词 ἐκ 支配兼具先行词作用的关系代名词 ὧν,完成时被动态分词 συντεθειμένων 与之在格(属格)上保持一致,表示构成材料或方式:“由它们复合而成……”。
