← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§723.28-725.8

数学对象与相的诸学说及其存在方式

关于亚里士多德梳理数学实体与相的诸学说之处(1076a16),亚历山大阐明了前人见解的划分与探讨顺序的理据,并提出了关于数学对象实存方式的划分(在可感觉事物之中、自身独立存在、抑或通过抽象)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

" Δύο δ’ εἰσὶ δόξαι περὶ τούτων. τά τε γὰρ μαθηματικὰ φασιν οὐσίας εἶναί τινες." Δύο θεὶς αἰτίας δι’ ἃς τὰ ὑπὸ τῶν Πυθαγορείων καὶ Πλάτωνος λεγόμενα ἐπισκέψασθαι τὴν πρόθεσιν ποιεῖται, πρῶτον ἐκτίθεται τὰς τούτων δόξας καὶ οὕτως ἐπισκέπτεται αὐτάς. λέγει οὖν ὅτι δύο εἰσὶν αἱ δόξαι περὶ τούτων, τουτέστι δύο εἰσὶν αἱ τούτων δόξαι, μία μὲν ἡ τῶν ἀριθμῶν καὶ γραμμῶν καὶ τῶν συγγενῶν τούτοις ἐπιπέδων καὶ στιγμῶν, ἄλλη δὲ ἡ τῶν ἰδεῶν· ἀμφότεροι δὲ οὐσίας αὐτὰ ἔλεγον, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτά, οἱ μὲν τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τοὺς ἀριθμούς, οἱ δὲ τὰ εἴδη. καὶ ἐπεὶ οἱ μὲν τῶν Πυθαγορείων δύο γένη καὶ δύο φύσεις ποιοῦσι τὰ μαθηματικὰ καὶ τὰς ἰδέας, ἄλλην μὲν τὴν τῶν μαθηματικῶν καὶ ἄλλην τὴν τῶν ἰδεῶν, ἄλλοι δὲ τοὺς ἀριθμοὺς καὶ τὰς ἰδέας τῆς αὐτῆς ποιοῦσι φύσεως, μηδὲν διαφέρειν ἀλλήλων λέγοντες, ἕτεροι δὲ καὶ αὐτοὶ Πυθαγόρειοι τὰς μὲν ἰδέας ἀποδοκιμάζουσι καὶ οὐδαμῶς προσίενται, μόνας δὲ τὰς μαθηματικὰς οὐσίας εἶναί φασι, σκεπτέον, φησί, πρῶτον περὶ τῶν μαθηματικῶν, μηδεμίαν προστιθέντας αὐτοῖς φύσιν, μηδὲ θεωροῦντας ἢ ὅλως ἀναλογιζομένους εἴτε ἰδέαι τὰ μαθηματικὰ τυγχάνουσι καὶ τὰ αὐτά ἐστιν ἐκείναις εἴτε μή. οὔτε οὖν τοῦτο σκοπητέον οὔτε πολλῷ τέως τὸ νῦν πολυπραγμονητέον εἰ εἰσιν ἀρχαὶ τὰ μαθηματικὰ πάντων τῶν ὄντων, ἀλλὰ μόνον τοῦτο ἐξεταστέον εἰ ὅλως εἰσὶν ἐν ὑπάρξει, καὶ ἂν ὦσι, πῶς εἰσι, πότερον ἐνεργείᾳ καὶ καθ’ αὑτά, ὡς οἱ ταῦτα τιθέμενοι βούλονται, ἢ ἐξ ἀφαιρέσεως παρ’ ἡμῶν γεννῶνται καὶ τοῦ εἶναι τυγχάνουσιν, ὡς αὐτῷ τε τῷ Ἀριστοτέλει καὶ τῇ φίλῃ δοκεῖ ἀληθείᾳ. εἶτα μετὰ τὴν τῶν μαθηματικῶν ἐπίσκεψιν ζητητέον, φησί, καὶ περὶ τῶν ἰδεῶν χάριν νόμου.1 ἐπεὶ γὰρ νόμος καὶ ἔθος ἐστίν, ὅταν τις περί τινων ἀποφαίνηται, ἐπισκέπτεσθαι καὶ τὰς τῶν ἄλλων περὶ τῶν τοιούτων δόξας, ἵνα μὴ μένουσαι ἀνεξέταστοι ταράττωσι τοὺς ἐντυγχάνοντας, εἴρηκε δὲ αὐτὸς περὶ τῶν πρώτων καὶ ἀκινήτων ἀρχῶν τίνες καὶ πόσαι εἰσί, διὰ τὸν νόμον, φησί, τοῦτον καὶ τὸ ἔθος ἐπισκέψασθαι τὰ περὶ τῶν ἰδεῶν βούλομαι. ἐπεὶ ὅτι οὔκ εἰσιν ἰδέαι, δέδεικται μὲν πολλαχοῦ, τεθρύληται δὲ καὶ εἰς ἐξέτασιν τὰ περὶ αὐτῶν ἤχθη καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις, καὶ οὐκ ἔδει πάλιν τὸν περὶ αὐτῶν ἀνακινεῖν λόγον· ἀλλὰ διὰ τὸν νόμον καὶ τὸ ἔθος πάλιν ἐπισκεπτέον περὶ αὐτῶν μετὰ τὰ περὶ τῶν μαθηματικῶν σκέμματα. ἔτι δέ, φησίν, ὅταν ἐπισκοπῶμεν τὰ περὶ τῶν εἰδῶν, τοῦτο ζητεῖν ἡμᾶς ὑποληπτέον, ὡς ἄρα οὐσίαι καὶ ἀρχαί εἰσιν αἱ ἰδέαι τῶν ὄντων ἢ οὔ· μετὰ γὰρ τὴν τῶν ἰδεῶν ζήτησιν τοῦτο λοιπόν ἐστιν ἰδεῖν ἡμᾶς, εἴτε εἰσὶν ἀρχαὶ καὶ οὐσίαι τῶν ὄντων αἱ ἰδέαι εἴτε μή. ἢ τὸ μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις ἴσον ἐστὶ τῷ2 μετὰ γὰρ τὸ δεῖξαι ὡς οὔκ εἰσιν αἱ ἰδέαι, λοιπόν ἐστι λέγειν ὅτι ὅλως ἀνύπαρκτοι οὖσαι πῶς ἂν εἶεν ἀρχαὶ τῶν ὄντων; τὸ γὰρ ἁπλῶς μὴ ὂν οὐδενός ἐστιν ἀρχή. ταῦτα εἰπὼν καὶ ἤδη χωρῆσαι βουλόμενος πρὸς ἔλεγχον τῶν μαθηματικῶν, διαιρέσει χρῆται τοιαύτῃ. ἀνάγκη, εἴπερ εἰσὶ τὰ μαθηματικὰ οὐσίαι τινὲς καὶ φύσεις καὶ ἐνεργείᾳ ἀλλὰ μὴ δυνάμει, ἢ ἐν τοῖς αἰσθητοῖς εἶναι, ὥσπερ τινὲς τῶν Πυθαγορείων λέγουσι (λέγουσι γάρ τινες τούτων ὅτι ὥσπερ ἡ λογικὴ ψυχή, οἷον φέρε τοῦ Σωκράτους ἢ τοῦ οὐρανοῦ, εἰ καὶ ἐν ὑπάρξει ἐστὶ καὶ ὀντότητος μετέχει καὶ καθ’ αὑτήν ἐστιν, ὅμως ἐν σώματι ἔστιν, ἡ μὲν οὐρανία τοῦ παντός, ἡ δὲ τοῦ Σωκράτους ἐν τῷ τοῦ Σωκράτους σώματι, οὕτω καὶ τὰ μαθηματικὰ ἐνεργείᾳ καὶ καθ’ αὑτὰ ὄντα ἐν τοῖς αἰσθητοῖς εἰσιν)· ἢ οὖν ἐν τοῖς αἰσθητοῖς εἰσι τὰ μαθηματικά, ἢ οὐκ ἐν τούτοις ἀλλὰ καθ’ αὑτά, ἔν τινι μὴ ὄντα, ὥσπερ οὐδὲ αἱ ἀσώματοι καὶ ἀκίνητοι καὶ θεῖαι οὐσίαι. ἢ εἰ μήτε ἐν τοῖς αἰσθητοῖς μήτε καθ’ αὑτά, ἢ ὅλως οὐκ εἰσί, καὶ ἔσονται αἱ μαθηματικαὶ περὶ μὴ ὄντα,3 ἢ εἰσὶ μέν, ἀλλ’ ἄλλον τρόπον, ὡς οὗτος βούλεται, ἐξ ἀφαιρέσεως. ὥστε, φησίν, ἡ ἀμφισβήτησις ἡμῖν ἐστιν οὐ περὶ τοῦ εἰ ἔστι τὰ μαθηματικά (εἶναι γὰρ καὶ ἡμεῖς φαμεν), ἀλλὰ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως πῶς τὸ εἶναι ἔχουσι, πότερόν εἰσιν ἐνεργείᾳ καὶ καθ’ αὑτὰ ἢ ἐν τοῖς αἰσθητοῖς εἰσιν ἢ ἐξ ἀφαιρέσεως.

“关于这些事物有两种见解。因为有些人主张数学对象是实体。” 在提出了两点促使他确立考察毕达哥拉斯派与柏拉图所说内容之意图的原因之后,他首先陈述他们的见解,并由此对之加以考察。于是他说,关于这些事物有两种见解,也就是说他们的见解有两种:其一关乎数、线以及与这些同类的面和点,另一则关乎相;而两派都主张它们是实体,即依现实且自身[存在的],前者关于线、面和数如此主张,后者则关于形式如此主张。并且,由于毕达哥拉斯派中的某些人把数学对象与相划分为两个属和两种本性,一为数学对象的本性,另一为相的本性,而另一些人则把数与相划为同一本性,主张它们彼此毫无区别,还有一些人——他们自身也是毕达哥拉斯派——则否定相而绝不接纳,声称唯有数学实体存在,因此他说,必须首先考察数学对象,而不给它们附加任何[额外的]本性,亦不考虑或全盘推度数学对象究竟是相且与相相同,还是并非如此。因此,既不应考察这一点,眼下也无需过多探究数学对象是否为一切存在之物的本原,而唯独应当审验这一点:它们究竟是否完全处于实存之中,如果处于实存中,又是如何存在的——是如确立这些事物的人所希望的那样依现实且自身[存在],还是如亚里士多德本人以及亲爱的真理所见解的那样,是由我们通过抽象而产生并获得存在的。然后他说,在对数学对象的考察之后,出于习俗的缘故,也必须探求关于相的内容。因为当有人就某些事物作出断言时,考察其他人关于此类事物的见解乃是惯例与习俗,以免它们因未受审验而扰乱读到它们的人,并且既然他本人已经谈论了第一且不动的本原是何种以及有多少个,他说,正是出于这一惯例与习俗,“我希望考察关于相的内容”。因为相并不存在这一点已在许多地方被证明,关于它们的内容甚至在通俗著作中也已广为人知并受过审验,本无必要再次挑起关于它们的讨论;但出于惯例与习俗,在关于数学对象的考察之后,必须再次考察关于它们的内容。此外他说,当我们考察关于形式的内容时,必须认为我们所探求的是这一点:相究竟是否为存在之物的实体与本原;因为在探求相之后,留给我们去查明的便是这一点:相究竟是否为存在之物的本原与实体。或者,“因为在相之后留下了这第三项考察”等同于:因为在证明了相并不存在之后,剩下来的便是要说,既然完全不存在,它们又怎能是存在之物的本原呢?因为全然非存在之物绝不是任何东西的本原。在说了这些话并意欲进而反驳数学对象之后,他采用了如下的划分:如果数学对象确实是某种实体与本性,并且是依现实而非依潜能,那么必然地,它们要么如毕达哥拉斯派的某些人所说的那样在可感觉事物之中(因为他们中的某些人主张,正如理性灵魂——例如假设是苏格拉底的或天的灵魂——即使处于实存之中、分有实体性并且是自身的,但仍然在身体之中,天之灵魂在全宇宙的身体中,苏格拉底的灵魂在苏格拉底的身体中,同样地,数学对象依现实且自身存在,却在可感觉事物之中);因此数学对象要么在可感觉事物之中,要么不在其中而自身存在,不在任何事物之中,正如非物体的、不动的且神圣的实体那样。或者,若既不在可感觉事物之中,亦非自身存在,那么它们要么完全不存在,数学[学科]将是关于非存在之物的;要么确实存在,但以另一种方式,如这位哲人所主张的那样,通过抽象而存在。因此他说,我们的争议并不在于数学对象是否存在(因为我们也主张它们存在),而在于实存的方式,即它们如何具有存在:是依现实且自身存在,还是在可感觉事物之中,抑或是通过抽象而存在。

语法注3 条
  1. 13.1χάριν νόμου

    正如注解者紧接着的转述“乃是惯例与习俗”(νόμος καὶ ἔθος ἐστίν)所表明的,这里的 νόμος 并非指成文法律,而是指“惯例”或“习俗”。该属格名词与 χάριν(“为了……的缘故”)连用,构成表目的的不真正前置词短语。

  2. 13.1ἢ τὸ μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις ἴσον ἐστὶ τῷ

    由选择连词 ἤ(“或者”)引出另一种解说。被中性冠词 τό 实词化的直接引语句 μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις 充当主语,谓语为 ἴσον ἐστί(“等同于”),支配由与格冠词 τῷ 引出的实词化从句(τῷ μετὰ γὰρ τὸ δεῖξαι... λοιπόν ἐστι λέγειν)。

  3. 13.1ἔσονται αἱ μαθηματικαὶ περὶ μὴ ὄντα

    在阴性复数主格冠词及形容词 αἱ μαθηματικαί 之后未出现明确的名词,根据语境,此处省略了诸如 ἐπιστῆμαι 或 πραγματεῖαι(“学科”或“学问”)的名词。该小句表明了一种荒谬的推论结果,即数学学科将成为关于非存在之物的学问。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:723.28-725.8