- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:722.2-723.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为《形而上学》第13卷的引言,作者总结了前序第12卷的结论(第一本原作为理智与现实、天球推动者),并阐明了第13卷和第14卷的核心论题(数学对象、相、数与相是否为本原)以及亚里士多德考察先行者学说的目的与态度。
Ἐν τῷ Λ τῆς προκειμένης πραγματείας, ἣν καὶ Μετὰ τὰ Φυσικὰ ἐπιγράφει, εἰπὼν περὶ τῆς πρώτης καὶ θείας καὶ ἀκινήτου ἀρχῆς ὅτι νοῦς ἐστι καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα τοῦ δυνάμει, εὑρὼν δὲ καὶ ἀπὸ τοῦ πλήθους τῶν φερομένων σφαιρῶν ὁπόσαι εἰσὶν αἱ ὑφειμέναι μὲν τῆς πρώτης ἀρχῆς κινητικαὶ δὲ τοῦ πλανωμένου παντὸς σώματος, ἀσώματοι καὶ αὗται καὶ ἀκίνητοι οὖσαι, ἐν τῷ παρόντι βιβλίῳ, ὃ Μ ἐπιγράφεται, καὶ τῷ ἐφεξῆς τῷ Ν, ὃ τέλος ἐστὶ τῆς ὅλης πραγματείας, ἐπισκέπτεται τάς τε τῶν Πυθαγορείων περὶ ἀρχῶν δόξας καὶ τὰς τοῦ Πλάτωνος, ζητῶν πάνυ ἐντρεχέστατα εἰ ἔστι τὰ μαθήματα καὶ πῶς ἐστιν, εἴ εἰσιν αἱ ἰδέαι καὶ ὁ τῶν ἰδεῶν ἀριθμός, καὶ τρίτον εἰ τῶν ὄντων ἀρχαί εἰσιν αἱ ἰδέαι καὶ οἱ ἀριθμοί. καὶ ἐν μὲν τῷ Μ διαλέγεται περὶ τῶν προτέρων δύο, ἐν δὲ τῷ Ν περὶ τοῦ τρίτου. Λέγει οὖν ὅτι περὶ μὲν τῆς τῶν αἰσθητῶν ὑλικῆς οὐσίας εἴρηται ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως, ὕστερον δέ, τουτέστιν ἐν τῷ Β τῆς πραγματείας ἐκείνης, περὶ τῆς κατ’ ἐνέργειαν καὶ εἰδικῆς οὐσίας. ἀλλὰ περὶ μὲν ὕλης καὶ εἴδους εἴρηται ἐν ἐκείνοις· ἐπεὶ δέ, φησίν, ἡ σκέψις ἡμῖν ἐστιν ἐν τῇ παρούσῃ πραγματείᾳ ἰδεῖν εἰ ἔστι τις παρὰ τὰς αἰσθητὰς οὐσίας ἀκίνητος καὶ ἀΐδιος καὶ ἀσώματος, ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι, τίς ἐστιν, εἴρηται δὲ ἡμῖν τὰ δοκοῦντα περὶ τῆς τοιαύτης οὐσίας, μετὰ ταῦτα τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον (οὐ γὰρ ἐνδεικτικόν ἐστι τὸ πρῶτον τοῦ μετὰ τὸ τὰ παρὰ τῶν ἄλλων ἐπισκέψασθαι ἐρεῖν αὐτὸν περὶ ἐκείνης·1 εἴρηκε γάρ· εἰ μὴ ἄρα τὸ πρῶτον ἀντὶ τοῦ προηγουμένως καὶ ἐπιμελῶς τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον εἴληπται)· καὶ τὴν αἰτίαν, δι’ ἣν τὰ παρὰ τῶν ἄλλων λεγόμενα τεθεωρηκέναι βούλεται, ἐπήγαγεν εἰπὼν ὅπως εἴτε τι μὴ καλῶς λέγουσι, μὴ τοῖς αὐτοῖς ἔνοχοι ὦμεν. εἴη δ’ ἂν λέγων ὅτι τὸ ἀντιλέγειν τε τοῖς ὑπ’ αὐτῶν λεγομένοις, καὶ εὐθύνειν εἴ τι μὴ καλῶς λέγουσιν, ἅμα τε δείξει ἡμᾶς μὴ ἀρεσκομένους τοῖς τούτων δόγμασι, καὶ σὺν αὐτοῖς εἰς εὐθύνας ὑποπεσεῖν οὐκ ἐάσει. ὡς γὰρ ὁ μὴ προδοὺς πόλιν οὐ συγκολασθησόμενος ἄγεται τῷ προδεδωκότι, οὕτως οὐδὲ ἡμεῖς σὺν αὐτοῖς εὐθυνθησόμεθα ὑπὸ τῶν ἐλέγχειν αὐτοὺς βουλομένων, δείξαντες ἐκ τοῦ ἀντειπεῖν πρὸς αὐτοὺς ὅτι οὐ συγκοινωνοὶ τοῖς ὑπ’ αὐτῶν λεγομένοις ἐσμέν. εἴ τι οὖν, φησίν, ὑπὸ τούτων λέγεται μὴ καλῶς, οὐ σὺν αὐτοῖς καὶ ἡμεῖς ὡς ἀρεσκόμενοι αὐτῷ κατακριθησόμεθα· ἐκ γὰρ τοῦ ἐνίστασθαι πρὸς αὐτὸ δείκνυμεν ὡς οὔτε ἀρεσκόμεθα τούτῳ καὶ ἑαυτοὺς ἐλευθεροῦμεν τῶν ἐλέγχων, οἷς ὑποπεσεῖσθαι μέλλουσιν οἱ τούτοις ἀρεσκόμενοι. εἰ δέ τι κοινὸν ἡμῖν τε καὶ ἐκείνοις ἐστὶ δόγμα, βουληθείη δέ τις κατ’ αὐτοῦ τοῦ δόγματος καὶ δι’ αὐτοῦ καθ’ ἡμῶν ἐνίστασθαι, οὐ δυσχερανοῦμεν ὡς καθ’ ἡμῶν μόνων ἰδίᾳ ἐνισταμένου. ὥσπερ γὰρ ὅταν τις μόνος ζημίᾳ περιπέσῃ ἀφορήτως λυπεῖται, ὅταν δὲ καὶ ἄλλους τὸ αὐτὸ πάσχοντας ὁρᾷ μετρίως φέρει διὰ τὸ ὁρᾶν καὶ ἄλλους αὑτῷ συμπάσχοντας, οὕτω καὶ περὶ τοὺς λόγους. ὅταν γάρ τις μόνος ἐλέγχηται περί τινος δόγματος, δυσχεραίνει ἀμέτρως καὶ ἑαυτὸν πάνυ ταλανίζει ὡς αὐτὸς μόνος ἀπατηθείς· εἰ δὲ καὶ ἄλλους τούτῳ περιπεπτωκότας ἴδῃ, οὐ δυσχεραίνει τοσοῦτον, ὅσον ὅταν μόνος αὐτὸς ηὐθύνετο. ὥστε εἴ τι, φησίν, ἐστὶ κοινὸν ἡμῖν τε καὶ ἐκείνοις, τοῦτ’ ἰδίᾳ μὴ καθ’ ἡμῶν δυσχεραίνωμεν, τουτέστιν οὐ δυσχερανοῦμεν ὡς καθ’ ἡμῶν μόνον ὂν τὸ ἔγκλημα (ἀφορήτως γὰρ ἂν ἡμῶν ἥψατο τὸ πάθος), ἀλλ’ ἕξομεν μετρίως διὰ τὸ καὶ ἄλλους ἔχειν ἡμῖν τοῦ τοιούτου συγκοινωνούς. τὸ δὲ ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγει τὰ δὲ μὴ χεῖρον ἀντὶ τοῦ2 ἀγαπητὸν γὰρ καὶ φίλιον ἡμῖν ἔσται, ἐὰν τῶν ὑφ’ ἡμῶν λεχθησομένων τὰ μὲν κάλλιον ἔσται τῶν ὑπ’ ἐκείνων λεγομένων, τὰ δὲ μὴ χεῖρον. ὅσα γὰρ ἂν πρὸς ἔλεγχον ῥηθείη τῆς τῶν Πυθαγορείων καὶ Πλάτωνος δόξης, καλλίονα ἔσται τῶν τοῦ Πυθαγόρου καὶ Πλάτωνος δογμάτων, ὅσα δὲ τοῖς τούτων δόγμασι συνᾴσεται, οὐ χείρονα.
在眼前的这部亦题为《形而上学》的著作第12卷中,在谈论了第一的、神圣且不动的本原,指出它是理智且是全然绝不分有潜能的现实,并且根据运行天球的多数性发现,在从属于第一本原的同时推动整个行星天体的本原究竟有多少个——它们自身同样是非物体且不动的——之后,在眼前的这一部题为第13卷的书中,以及作为全篇著作终结的紧随其后的第14卷中,他考察了毕达哥拉斯派关于本原的见解以及柏拉图的见解,以极其精湛的方式探求数学对象是否存在以及如何存在,相与相数是否存在,第三则是相与数是否为存在之物的本原。在第13卷中他讨论前两个问题,而在第14卷中则讨论第三个问题。于是他说,关于可感觉事物的质料实体,已在《物理学》第1卷中谈论过,而其后,即在那部著作的第2卷中,则谈论了依现实和形式的实体。然而,质料与形式固然已在那些卷册中谈论过了;但他指出,既然我们在眼前著作中的考察乃是看在可感觉实体之外是否存在某种不动、永恒且非物体的实体,抑或不存在,以及若存在,它是何种实体,并且既然关于这种实体的我们自己的见解已经由我们陈述过了,那么在此之后就必须考察其他人所说的内容(因为“首先”并不是指示他在考察了其他人所说之后再去谈论那种实体;因为他已经谈论过了;除非“首先”被理解为:必须“首先且细致地”考察其他人所说的内容);并且他补充说明了他希望考察其他人所说内容的原因,说道:“以便如果他们有何说得不当之处,我们不至于负同样的责任。”他的意思当是说:既反驳他们所说的话,又在他们有何说得不当之处时予以查究,这既将表明我们并不赞同这些人的学说,又不会让我们与他们一同陷入被查究的境地。因为正如未曾背叛城邦的人不会与背叛者一同被押去受罚一样,我们既然通过反驳他们表明了我们并不是他们所说内容的同道者,也就不会被那些意图驳斥他们的人连同他们一起查究了。他说,因此,如果他们有任何说得不当之处,我们绝不会作为赞同者而与他们一同被定罪;因为通过对之提出异议,我们表明我们并不赞同它,并使我们自己摆脱那些赞同这些学说的人所注定要落入的驳斥。但如果我们与他们之间有某种共通的学说,而有人想要针对这一学说本身并通过它来针对我们提出异议,我们不会因仿佛他单单专门针对我们提出异议而心生不悦。因为正如当某人独自蒙受惩罚时会难以忍受地悲伤,但当他看到其他人也遭受同样之事时,由于看到他人与自己共同受难便能适度承受一样,在论辩中也是如此。因为当某人关于某种学说独自被驳斥时,他会极其不悦,并因仿佛唯独自己受骗而深深自怜;但若他看到其他人也落入了这一境地,他就不会像自己独自被查究时那样不悦了。他说,因此,如果我们与他们之间有某种共通之处,“我们切勿对此因专门针对我们而心生不悦”——也就是说,我们不会因仿佛罪名唯独针对我们而心生不悦(否则这种情感将使我们难以忍受),而是会保持适度,因为在这类事情上我们还有他人作为共同承担者。而“若有人把某些事情说得更好,把另一些事情说得不坏,便是令人满意的”这句话,代替的是:在我们即将说出的事情中,若某些事情比他们所说的更好,而另一些事情不比他们差,这对于我们来说就是令人满意且可喜的。因为凡是为驳斥毕达哥拉斯派与柏拉图的见解而说出的话,都将比毕达哥拉斯与柏拉图的学说更好,而凡是与这些人的学说相和谐的话,都不会更坏。
- 13.0οὐ γὰρ ἐνδεικτικόν ἐστι τὸ πρῶτον τοῦ μετὰ τὸ τὰ παρὰ τῶν ἄλλων ἐπισκέψασθαι ἐρεῖν αὐτὸν περὶ ἐκείνης·
名词化的中性单数形容词 τὸ πρῶτον(指亚里士多德原文 1076a12 的 πρῶτον μὲν οὖν...)为主语,表语形容词 ἐνδεικτικόν 支配属格冠词不定词短语 τοῦ... ἐρεῖν。注解者指出,若将 πρῶτον 理解为时间顺序(“首先考察他人,其后陈述己见”),则与第12卷中已经阐明第一实体的现实相矛盾;因此应将其引申理解为“首先且细致地(προηγουμένως)”。
- 13.0τὸ δὲ ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγει τὰ δὲ μὴ χεῖρον ἀντὶ τοῦ
中性定冠词 τό 将引自亚里士多德原文(1076a15–16)的短句 ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγει τὰ δὲ μὴ χεῖρον 名词化作为主语,后接注疏常见的替换解释句式 ἀντὶ τοῦ [……](“代指……”)。注解者在此补全了原条件句中省略的主句含义,并用 ἐάν 引导的条件句及将来时动词进行了转述。
