- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:725.9-726.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
引用亚里士多德《形而上学》B卷中的论述,再次确认数学对象存在于可感觉事物之中的不可能性,并推演若数学对象作为实体存在于可感觉物体中,则本应不可分的点必然会被分割这一难题。
" Ὅτι μὲν οὖν ἔν γε τοῖς αἰσθητοῖς ἀδύνατον εἶναι καὶ ἅμα πλασματίας ὁ λόγος, εἴρηται μὲν καὶ ἐν τοῖς ἀπορήμασιν." Ἐντεῦθεν ἄρχεται τῶν ἐλέγχων δεικνὺς ὅτι τὰ μαθηματικὰ οὐκ εἰσὶν ἐν τοῖς αἰσθητοῖς ἄλλα ὄντα τῶν αἰσθητῶν. καί φησιν ὅτι μὲν οὖν οὐκ εἰσι τὰ μαθηματικὰ ἐν τοῖς αἰσθητοῖς, εἴρηται καὶ ἐν τῷ Β ταύτης τῆς πραγματείας· ἐκεῖ γὰρ περὶ τούτων ἠπόρησε, λέγων εἰ τὸ μαθηματικὸν σῶμα τριχῇ ἐστι διαστατόν, ἔστι δὲ καὶ τὸ αἰσθητὸν καὶ φυσικὸν σῶμα τριχῇ διαστατόν, ἔστι δὲ τὸ μαθηματικὸν σῶμα ἐν τῷ φυσικῷ σώματι, ἐχώρησαν αἱ τοῦ μαθηματικοῦ διαστάσεις ἐν ταῖς τοῦ αἰσθητοῦ διαστάσεσιν, ὥστε ἐχώρησε σῶμα διὰ σώματος· ἀλλ’ ἀδύνατον. δι’ οὗ οὖν λόγου δείκνυται ὅτι ἀδύνατον τὰ μαθηματικὰ στερεὰ ἄλλα ὄντα παρὰ τὰ φυσικὰ ἐν τούτοις εἶναι, διὰ τοῦ αὐτοῦ δειχθήσεται ὅτι οὐδὲ τὰς ἄλλας δυνάμεις καὶ φύσεις (λέγοι δ’ ἂν δυνάμεις καὶ φύσεις τὰ πέρατα τούτων, τὰ ἐπίπεδα καὶ τὰς γραμμάς, εἰ μὴ ἄρα καὶ τὰ τῇ ὀπτικῇ καὶ τῇ ἁρμονικῇ καὶ ταῖς συστοίχοις ἐπιστήμαις ὑποβεβλημένα περιλαμβάνει), οὐδὲ τὰς ἄλλας οὖν δυνάμεις οἷόν τε ἄλλας οὔσας τῶν αἰσθητῶν ἐν αὐτοῖς εἶναι· ἀλλὰ ἔσονται μὲν ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ δυνάμει καὶ ἐξ ἀφαιρέσεως αὐτοῖς τὸ εἶναι ἔσται. ἀλλὰ ταῦτα μὲν εἰρῆσθαι καὶ πρότερόν φησι, προσάπτει δὲ αὐτοῖς καὶ ἕτερον ἄτοπον, λέγων ἀλλὰ πρὸς τούτοις φανερὸν ὅτι ἀδύνατον διαιρεθῆναι ὁτιοῦν σῶμα. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν.1 εἰ γὰρ τὰ μαθηματικὰ μεγέθη ἄλλα ὄντα τῶν αἰσθητῶν ἐν αὐτοῖς ἐστιν, οὐ διαιρεθήσεται τὰ σώματα· εἰ γὰρ διαιρεθῇ, διαιρεθήσεται ἡ στιγμή· εἰ δὲ ἀδύνατον διαιρεθῆναι τὴν στιγμήν, ἀδύνατον καὶ ᾧ εἵπετο τὸ διαιρεθῆναι αὐτήν·2 τοῦτο δὲ ἦν τὸ τὰ μαθηματικὰ ἄλλα ὄντα τῶν αἰσθητῶν ἐν αὐτοῖς εἶναι. ὅτι δὲ τῶν μαθηματικῶν ἐνεργείᾳ καὶ καθ’ αὑτὰ φύσεών τινων ὄντων καὶ οὐσῶν ἐν τοῖς αἰσθητοῖς, διαιρουμένων τῶν αἰσθητῶν διαιρεθήσεται ἡ στιγμή δῆλον. ἐπεὶ γὰρ τὸ μαθηματικὸν στερεὸν ἐνεργείᾳ ἔχει ἐν ἑαυτῷ καὶ ἐπίπεδα καὶ γραμμὰς ἀλλ’ οὐ δυνάμει ὡς τὰ φυσικά (ταῦτα γὰρ ὅταν διαιρεθῇ, τότε ἐν αὐτοῖς γίνεται ἐνεργείᾳ καὶ τὸ ἐπίπεδον καὶ ἡ γραμμή, ὁμοίως δὲ καὶ ἡ στιγμή, πρὶν δὲ διαιρεθῆναι δυνάμει εἰσὶν ἐν αὐτοῖς ταῦτα), ἐπεὶ οὖν, ὡς εἴρηται, ἐνεργείᾳ εἰσὶν ἐν τῷ μαθηματικῷ σώματι τὰ ἐπίπεδα καὶ αἱ γραμμαί, ἐχώρησε δὲ δι’ ὅλου τοῦ φυσικοῦ σώματος, διαιρουμένου τοῦ αἰσθητοῦ σώματος διαιρεθήσεται καὶ τὸ ἐν αὐτῷ ὂν μαθηματικὸν σῶμα· πάντως δὲ ἐπιπέδῳ· οὐκοὖν καὶ τὸ ἐπίπεδον γραμμῇ, καὶ γραμμὴ στιγμῇ· ὥστε ἐπεὶ ἐνεργείᾳ εἰσὶ καὶ αἱ γραμμαὶ καὶ αἱ στιγμαί, διαιρεθήσεται ἡ στιγμή. ἡμεῖς μὲν γὰρ δυνάμει λέγοντες εἶναι τὰς στιγμὰς ἐν ταῖς γραμμαῖς καὶ αὐτὰς ἐν τοῖς ἐπιπέδοις καὶ ταῦτα ἐν τοῖς σώμασιν, ὅταν διαιρεθῇ ἡ γραμμὴ λέγομεν γίνεσθαι τὴν δυναμένην ἐν αὐτῇ γίνεσθαι στιγμὴν ἐνεργείᾳ· οὗτοι δὲ συνεχῆ μὲν τὰ μεγέθη λέγοντες, ἐνεργείᾳ δὲ εἶναι ἐν αὐτοῖς τὰ ἐπίπεδα καὶ τὰς γραμμὰς καὶ στιγμάς, ὑποθέμενοι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς εἶναι, κινουμένης τῆς γραμμῆς καὶ τεινομένης κατὰ τὴν διαίρεσιν ὥσπερ τριχός, ἀνάγκη συνεπεκτείνεσθαι καὶ τὰς ἐν αὐτῇ στιγμάς, ἐνεργείᾳ μὲν οὔσας, μὴ ἁπτομένας δέ· εἰ γὰρ ἥπτοντο, οὐκ ἂν ἦν ἡ γραμμὴ συνεχής· ὥστε διαιρεθήσεται ἡ στιγμή. εἰ μὲν γὰρ ἥπτοντο αἱ στιγμαί, δυνατὸν ἦν λέγειν ὅτι ἀπολυόμεναι ἀπ’ ἀλλήλων διαιρεῖται ἡ γραμμή· ἐπεὶ δὲ οὐχ ἅπτονται (συνεχὴς γὰρ ἡ γραμμή), ἀνάγκη τεμνομένης τῆς στιγμῆς διαιρεῖσθαι τὴν γραμμήν, ὁμοίως σχιζομένης τῆς γραμμῆς διαιρεῖσθαι τὸ ἐπίπεδον, καὶ τούτου τὸ σῶμα. ταῦτα εἰπὼν ἐπάγει τί οὖν διαφέρει ἢ ταύτας εἶναι τοιαύτας φύσεις, ἢ αὐτὰς μὲν μή, καὶ τὰ ἑξῆς. λέγει δὲ ὅτι οὐδὲν διαφέρει εἴτε τὰς φυσικὰς στιγμὰς λέγοι τις τοιαύτας φύσεις, τουτέστιν ἀδιαιρέτους, ἢ αὐτὰς μὲν μὴ λέγειν ἀδιαιρέτους εἶναι, εἶναι δὲ ὡς ἐν ὑποκειμέναις αὐταῖς τοιαύτας φύσεις, ἤτοι μαθηματικὰς στιγμὰς καὶ ἀδιαιρέτους· διαιρουμένων γὰρ τῶν αἰσθητῶν καὶ φυσικῶν στιγμῶν, ἤτοι γινομένων γὰρ τῶν διαιρέσεων κατ’ αὐτάς, αἱ ἐν αὐταῖς ὡς ὑποκειμέναις οὖσαι μαθηματικαὶ στιγμαὶ διαιρεθήσονται. ἐν δὲ τῇ λέξει τῇ τί οὖν διαφέρει ἢ ταύτας εἶναι ἢ ταύτας μὲν μή, εἶναι δ’ ἐν αὐταῖς ὑποστικτέον εἰς τὸ μή,3 εἶτα δὲ ἐπακτέον τὸ εἶναι δὲ ἐν αὐταῖς τοιαύτας φύσεις, ἵν’ ᾖ ‘τί διαφέρει τὰς φυσικὰς στιγμὰς ἀδιαιρέτους λέγειν, ἢ ταύτας μὲν μὴ λέγειν, ἐπεὶ μηδ’ ὅλως εἰσὶν ἐνεργείᾳ ἀλλὰ δυνάμει, εἶναι δ’ ἐν αὐταῖς ταῖς δυνάμει στιγμαῖς τὰς μαθηματικάς, αἵ τινες ἐνεργείᾳ εἰσίν;’
“因此,它们在可感觉事物之中是不可能的,且同时这一说法乃是虚构的,这一点在疑难篇中也已经说过了。” 从这里起他开始进行反驳,表明数学对象作为与可感觉事物相异的事物,并不在可感觉事物之中。并且他说,因此数学对象不在可感觉事物之中,在这一论著的B卷中也已经说过了;因为他在那里就这些问题提出了疑难,指出如果数学物体在三度上是可延伸的,而可感觉且自然的物体也在三度上是可延伸的,且数学物体在自然物体之中,那么数学[物体]的广延就进入了可感觉[物体]的广延之中,以致物体穿过了物体;但这是不可能的。因此,根据表明数学立体作为与自然事物相异的事物不可能在它们之中的同一论证,也将通过同一论证表明,其他诸能力与本性(他所谓的诸能力与本性,大概指这些[立体]的界限,即面与线,除非他实际上也涵盖了隶属于光学、和声学及对应学科之下的对象)——因此其他诸能力作为与可感觉事物相异的事物,亦不可能在它们之中;相反,它们固然会在可感觉事物之中,但它们的存在将是依潜能并通过抽象而存在的。然而他说这些话此前也已说过,他又给它们附加了另一荒谬之处,说道:“然而除这些之外,显然任何物体都是不可能被分割的。”而他所说的,在实质上乃是这样的:因为如果数学量度作为与可感觉事物相异的事物而在它们之中,诸物体就不会被分割;因为如果被分割,点就会被分割;而如果点被分割是不可能的,那么点被分割所由之随结的前提也是不可能的;而这一前提就是数学对象作为与可感觉事物相异的事物而在它们之中。并且,如果数学对象是某种依现实且自身的本性并且在可感觉事物之中,那么当可感觉事物被分割时点就会被分割,这是显而易见的。因为数学立体在自身之中依现实拥有面与线,而不像自然物体那样依潜能(因为自然物体是在被分割时,面与线以及同样还有点才依现实在它们之中产生,而在被分割之前,这些只是依潜能存在于它们之中),因此正如所说的,既然面与线依现实存在于数学物体之中,且该物体穿过并浸透了整个自然物体,那么当可感觉物体被分割时,在其之中的数学物体也将被分割;且完全是通过面[而被分割];因此面也是通过线,线也是通过点[而被分割];从而,既然线与点也是依现实存在的,点就将被分割。因为我们固然主张点依潜能存在于线之中,线在面之中,面在物体之中,从而在线被分割时,我们说能够在其中产生的点依现实产生;而他们既主张量度是连续的,又主张面、线与点依现实存在于它们之中,并且假设它们也在可感觉事物之中,那么当线在分割之际如同头发般被移动和拉长时,在其中的诸点既然依现实存在却互不接触,就必然一同被拉长;因为如果它们接触,线就不会是连续的;从而点将被分割。因为如果诸点相互接触,本可以说线是通过它们彼此脱离而被分割的;但既然它们不接触(因为线是连续的),就必然在点被切断时线被分割,同样在线被割裂时面被分割,并因面的[分割]而物体被分割。说了这些之后,他接着写道:“那么,这些是此类本性,抑或它们自身不是,等等,究竟有何区别呢?”他说,无论有人是说自然的点是此类本性即不可分的,还是不说它们自身是不可分的、却说在作为基底层的它们之中有此类本性即数学且不可分的点存在,这二者毫无区别;因为当可感觉且自然的点被分割时,即当分割沿着它们发生时,存在于作为基底层的它们之中的数学点就将被分割。而在“那么,这些是,抑或这些不是,但有……在它们之中,究竟有何区别”这句话中,必须在“不是”处打逗号,然后接上“但有此类的本性在它们之中”,以便其含义为:“主张自然的点是不可分的,抑或不说这些是不可分的——既然它们根本不是依现实而是依潜能存在——却主张在这些依潜能的点之中存在着依现实存在的数学点,这究竟有何区别呢?”
- 13.2ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν
此处副词性使用的与格 δυνάμει 并非表示存在论意义上的“依潜能”,而是表示“在实质上”或“就要旨而言”(in effect),用于概括论证的核心意涵。
- 13.2ᾧ εἵπετο τὸ διαιρεθῆναι αὐτήν
关系代词 ᾧ 为动词 ἕπομαι(跟随、由……推导得出)所要求的与格,其先行词为被省略的前提(τοῦτο ᾧ……,即“由其随结出……的那个前提”)。紧随其后的 τοῦτο δὲ ἦν…… 指明了该前提的内容(数学对象在可感觉事物之中)。
- 13.2ὑποστικτέον εἰς τὸ μή
注疏者在此指明亚里士多德原文(1076b4–5)断句标点的位置(ὑποστικτέον)。他指示在“... ἢ αὐτὰς μὲν μή”中的 μή 之后停顿(打逗号),从而将接续的“εἶναι δ’ ἐν αὐταῖς τοιαύτας φύσεις”作为一个独立的分句来读。
