- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:720.36-721.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大通过否定形式的自在自存来解释质料与形式如何合而为一,并反驳了毕达哥拉斯派与柏拉图分离本原的做法(后者将自然变为插话式的多头混乱统治),进而论证了单一最高本原的必然性。
ἀλλὰ καὶ τὴν ψυχὴν τί τὸ ἑνῶσαν μετὰ τοῦ σώματος καὶ ποιῆσαν ἕν τι,1 καὶ ὅλως, φησί, τὸ εἶδος καὶ τὸ πρᾶγμα, οἶμαι πρᾶγμα λέγων τὴν ὕλην, τὸ δὴ εἶδος καὶ ἡ ὕλη πῶς ἓν γίνεται, οὐδεὶς λέγει, οὐδὲ ἐνδέχεται εἰπεῖν ἐνεργείᾳ ποιοῦντας καὶ καθ’ αὑτὰ τὰ εἴδη,2 ἐὰν μὴ εἴπωσιν ὡς ἡμεῖς λέγομεν, ὅτι τὸ εἶδος μὴ ὂν καθ’ αὑτὸ ἐν ὑπάρξει ἀλλὰ δυνάμενον τῇ τοιᾷδε τῆς ὕλης κινήσει ἐπιγενέσθαι αὐτῇ, ὅταν ὑπὸ τοῦ κινοῦντος αὐτὴν κινηθῇ, ἀπολαμβάνει αὐτό·3 καὶ οὐ χρὴ ζητεῖν πῶς ἡ στρογγυλότης μετὰ τοῦ κηροῦ ἕν ἐστιν· οὐ γὰρ ὑπάρχουσα ἡ στρογγυλότης καθ’ αὑτὴν συνῆλθε τῷ κηρῷ, ἀλλ’ ἐπιγέγονε τῇ τοιᾳδὶ τοῦ κηροῦ κινήσει μὴ οὖσα καθ’ αὑτήν. τοῖς δὲ ποιοῦσιν ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ τὰ εἴδη οὐκ ἐνδέχεται λέγειν, πῶς ἡ ὕλη ἀλλαχοῦ οὖσα καὶ τὸ εἶδος καὶ ἀπ’ ἀλλήλων κεχωρισμένα ἐν ὑπάρξει δὲ συνῆλθον, καὶ ἕν τι ἐξ αὐτῶν γέγονε. ἀλλὰ καὶ οἱ Πυθαγόρειοι, φησίν, ἢ καὶ ὁ Πλάτων, οἱ λέγοντες ὅτι ἐκ μὲν τοῦ τρία ἀριθμοῦ γέγονε τὸ ἐπίπεδον καὶ ἐξ αὐτοῦ τὰ τρίγωνα καὶ ἐξ αὐτῶν αἱ πυραμίδες καὶ ἐξ αὐτῶν τὸ πῦρ, καὶ πάλιν ἐκ μὲν τῆς πεντάδος ἡ δικαιοσύνη ἐκ δὲ τῆς μονάδος ὁ οὐρανὸς καὶ ἄλλο ἐξ ἄλλου, ἐπεισοδιώδη τὴν τῶν ὄντων φύσιν ποιοῦσι, τουτέστιν οὐδὲν κοινὸν ἕτερον ἑτέρῳ ἔχειν φασὶν ἀλλ’ ἠλλοτριωμένα· ὥστε εἴπερ ἐστὶ φέρε εἰπεῖν τὸ πῦρ πάντῃ ἀλλότριον τῇ γῇ καὶ μηδέν ἐστι κοινὸν αὐτοῖς, εἴτε ἔστι τὸ πῦρ εἴτε μὴ ἔστιν, οὐδὲν συμβαλεῖται πρὸς τὸ εἶναι τῇ γῇ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἡμεῖς γὰρ πάντα πᾶσι κοινωνεῖν κατά τι λέγοντες καὶ συμβάλλεσθαι καὶ συνεργεῖν ἄλλην οὐσίαν ἄλλῃ εἰς τὸ εἶναί φαμεν. τὸ δὲ ἐκ πάντῃ ἄλλης, οἷον τῆς μονάδος, ἀρχῆς ὂν τί συμβαλεῖται τῷ ἐξ ἄλλης ἀρχῆς, οἷον τοῦ τριγώνου ἢ τοῦ κύβου, ὄντι· οὐδὲν γὰρ μονάδι καὶ κύβῳ κοινόν. ὥστε ἐπεὶ καὶ ἐν τοῖς ἐφ’ ἡμῖν ὅταν μὴ συνεργῇ ἕτερος ἑτέρῳ κακῶς πάσχομεν, καὶ ἐν τῷ παντὶ τοῦτο γενήσεται· ὥστε καὶ διὰ τοῦτο τὰ ὄντα κακῶς πολιτεύσεται καὶ διὰ τὸ πολλὰς ποιεῖν τοὺς Πυθαγορείους καὶ τοὺς ὁμοίους ἀρχάς. ὅπου γὰρ πλῆθος ἀρχῶν, ἀταξία· ἡ γὰρ πολυαρχία αὐτὸ τοῦτο ἀταξία ἐστίν. ἀλλὰ μὴν τὰ ὄντα οὐ πολιτεύεται κακῶς ἀλλὰ τεταγμένως καὶ ἀρίστως. εἰ δὴ ἡ πολυαρχία ἀταξία καὶ τοῦ κακῶς τὰ ὄντα πολιτεύεσθαι αἰτία ἐστίν, ἐπειδὴ τὰ ἐφ’ ἡμῖν ὑπ’ ἀλλήλων συνεργούμενα οὐ κακῶς πολιτεύεται ἀλλ’ ἀρίστως, οὐκ ἂν εἶεν ἀρχαὶ πολλαί· οὐ γὰρ ἀγαθὸν πολυκοιρανίη, ἀλλ’ εἷς κοίρανος, μία ἀρχή, εἷς θεός ἐστι. τὰ γὰρ τῶν πλανωμένων αἴτια θεοὶ μέν, ἀλλὰ μεθέξει καὶ τῷ βουλήματι τοῦ πρώτου καὶ μακαριωτάτου ἐξήρτηνται νοός.
此外,也没有人说明究竟是什么将灵魂与物体合而为一并制成一物,以及总的说来,他说,“形式与事物” ——我认为他说“事物”指的是质料——究竟形式与质料如何成为一,也没有人说明;并且对于那些把形式当作处于现实中且自在自存的人们来说,除非他们像我们这样说,否则也是不可能说明的:形式并非在实在中自在自存,而是当质料被推动者推动时,形式能够通过质料的这种运动而在其上附生,质料便接受了它。我们不应当追问圆性如何与蜡合而为一;因为圆性并非因自在自存而与蜡结合,而是通过蜡的这种运动附生其上,其本身并不是自存的。但对于那些使形式在实在中且自在自存的人们来说,他们不可能说明:质料在一处而形式在另一处,两者彼此分离,它们如何在实在中结合并从中产生出一物。此外他说,无论是毕达哥拉斯派还是柏拉图,那些主张从数三产生平面,从平面产生三角形,从三角形产生棱锥体,从棱锥体产生火,又从五产生正义,从单子产生天,并从不同的事物产生不同事物的人,都使存在之物的自然变成了插话式的——也就是说,他们断言事物之间彼此毫无共通之处,而是相互隔绝的。因此,如果比方说火对于大地而言是全然隔绝的,两者毫无共通之处,那么无论火存在还是不存在,它对大地的存在都不会有任何贡献;在其他事物上也是如此。因为我们主张一切事物都在某种程度上与一切事物相通,并且一个实体与另一个实体相互贡献并协同以致于其存在。但是,源于全然不同的本原(例如单子)的事物,能对源于另一种本原(例如三角形或立方体)的事物有何贡献呢?因为单子与立方体毫无共通之处。因此,既然在由我们掌控的事务中,当一人不与另一人协同合作时我们也会蒙受恶果,在整个宇宙中也必将如此;所以,既因为这一点,又因为毕达哥拉斯派及其同道设立了众多本原,存在之物便将遭受恶劣的治理。因为凡是有多数本原的地方,便有无秩序;多头政治本身就是无秩序。然而,存在之物并未遭受恶劣的治理,而是井然有序且极其优良地受到治理。因此,如果多头统治乃是无秩序,并且是存在之物遭受恶劣治理的原因,那么既然由我们掌控的事务在彼此协同合作时并未遭受恶劣治理而是受到极其优良的治理,就不可能有众多本原;因为“多头统治非善事”,而是存在“唯一的统领”,唯一的本原,唯一的神。因为行星的原因固然是神,但它们也是通过分有并凭借最初且至福之理智的意志而悬系其上的。
- 12.36ἀλλὰ καὶ τὴν ψυχὴν τί τὸ ἑνῶσαν μετὰ τοῦ σώματος καὶ ποιῆσαν ἕν τι
句首的宾格 τὴν ψυχήν 属于提前句式(prolepsis),为了强调主题而置于句首,充当后文疑问从句 τί τὸ ἑνῶσαν μετὰ τοῦ σώματος(“是什么将[它]与物体结合起来”)的逻辑宾语。支配整个间接疑问从句链条的主动词 λέγει 则从后文中顺承补出。
- 12.36οὐδὲ ἐνδέχεται εἰπεῖν ἐνεργείᾳ ποιοῦντας καὶ καθ’ αὑτὰ τὰ εἴδη
宾格分词 ποιοῦντας 充当不定式 εἰπεῖν 的逻辑主语,构成无人称句式 οὐδὲ ἐνδέχεται(“对于那些把形式当作处于现实中且自在自存的人们来说,说明……是不可能的”)。
- 12.36ὅταν ὑπὸ τοῦ κινοῦντος αὐτὴν κινηθῇ, ἀπολαμβάνει αὐτό
此处代词的指代关系是理解关键:阴性代词 αὐτήν 指代前文的 ὕλη(质料),而中性代词 αὐτό 指代中性名词 εἶδος(形式)。限定动词 ἀπολαμβάνει 省略的主语依文境应补充为 ὕλη(“质料接受了它”)。
