← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§720.1-720.36

可理知实体的必要性与动因之难

亚历山大注解了亚里士多德驳斥否认感觉事物之外存在可理知实体的立场(1075b24),阐明若无此类实体必将陷入本原的无穷后退,并揭示了将理念、数或相反者之一视为能动因所导致的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.36#1

" Ἔτι εἰ μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις." Οὐ παρέργως νῦν τοῦτο τίθησιν, ἀλλ’ ἐπεὶ μέλλει ἀντιλέγειν τοῖς Πυθαγορείοις καὶ Πλάτωνι, συνίστησι πρῶτον ὅτι εἰσὶν οὐσίαι νοηταί, καὶ οὕτως ἀκολούθως ζητεῖ ὅ τι καὶ τίνες αὗταί εἰσιν αἱ τοῦ Πλάτωνος ἰδέαι ἢ οἱ Πυθαγόρειοι ἀριθμοί. εἰ οὖν μή ἐστι, φησί, νοητὴ ἀρχὴ καὶ ἀσώματος καὶ καθ’ αὑτήν, οὐκ ἔσται τάξις καὶ γένεσις. καὶ τί φημι ὡς οὐκ ἔσται γένεσις;1 οὐδ’ αὐτὰ τὰ οὐράνια ἔσται, ἅπερ ἐν τῇ Περὶ οὐρανοῦ ἀγένητα δέδεικται καὶ ἄφθαρτα. ἀλλ’ εἰ μέλλει ἀεί τι εἶναι, ἔσται ἀρχῆς ἀρχὴ καὶ ταύτης ἑτέρα καὶ τοῦτο εἰς ἄπειρον, ὥσπερ οἱ θεολόγοι φασίν. εἰ γάρ ἐστι τοῦ Ἡρακλέος ἀρχὴ ὁ Ζεὺς καὶ τούτου ὁ Κρόνος καὶ τούτου ἑτέρα, ἢ πάλιν εἰ ἔσονται τῶν τῇδε ἀρχαὶ τὰ εἴδη καὶ τούτων οἱ ἀριθμοὶ καὶ τούτων ἡ δυὰς καὶ τὸ ἕν, ἐπ’ ἄπειρον ἡ πρόοδος ἥξει. ἄλλως τε εἴ εἰσιν ἀρχαὶ αἱ ἰδέαι, ὡς ὁ Πλάτων λέγει, ἢ οἱ ἀριθμοί, ὡς οἱ Πυθαγόρειοί φασιν, οὐδενὸς ἔσται αἴτια, ὥσπερ ἐν τῷ μείζονι Α δέδεικται καὶ ἐν τοῖς ἐφεξῆς δύο δειχθήσεται βιβλίοις. εἰ δὲ μή, τουτέστιν εἰ δὲ λέγοι τις ὅτι ‘ψεῦδος τὸ μὴ εἶναι τὰ εἴδη καὶ τοὺς ἀριθμούς τινων αἴτια εἰσὶ γάρ’, συγχωρητέον αὐτῷ τοῦτο νῦν, ἀλλὰ κινήσεως αἴτια οὐδαμῶς ἔσονται τὰ εἴδη καὶ οἱ ἀριθμοί. συγχωρήσας οὖν ὅτι εἰσὶν οἱ ἀριθμοὶ αἴτια, ἐρωτᾷ, πῶς ἐξ ἀμεγεθῶν τῶν ἀριθμῶν καὶ διωρισμένων ἀπ’ ἀλλήλων ἔσται μέγεθος καὶ συνεχές. ὁ γὰρ ἀριθμὸς οὐ ποιήσει συνεχές ἀδύνατον γὰρ μονάδα μονάδι συσχεθῆναι. τὸ δὲ οὔτε ὡς κινοῦν οὔτε ὡς εἶδος ἀντὶ τοῦ2 ἀλλὰ μὴν οὔτε ὡς κινητικὸν αἴτιον οὔτε ὡς εἰδικὸν ὁ ἀριθμὸς ἔσται. εἰπὼν δὲ ὅτι οὔτε τὰ εἴδη οὔτε οἱ ἀριθμοί εἰσι κινητικά, λέγει ὅτι οὐδὲ τῶν ἐναντίων οὐδὲν ἔσται ποιητικὸν καὶ κινητικόν, οἷον φέρε τὸ κακὸν ἢ τὸ ἄνισον. τὸ γὰρ ἐναντίον δύναμίς ἐστι καὶ δύναται ἐνεργῆσαι, ὥστε ἦν ὅτε μὴ ἐνήργει· πᾶσα γὰρ ἐνέργεια δυνάμεως ὑστέρα. ὅτε οὖν οὐκ ἐνήργει καὶ οὐκ ἐποίει, οὐδὲν ἦν τῶν ὄντων, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ὅτι ἀΐδια τὰ ὄντα. ἀναιρετέον ἄρα τὸ λέγειν ὅτι τὸ ἕτερον τῶν ἐναντίων ἐστὶ ποιητικόν· δύναμις γὰρ ὂν τὸ ἐναντίον, ὡς εἴρηται, ὕστερον ἐκβαίνει εἰς ἐνέργειαν. ὅτι δέ, φησίν, ἡ δύναμις τρόπον τινὰ προτέρα ἐστὶν ἐνεργείας, εἴρηται· εἴρηται γὰρ ὅτι ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ Σωκράτους, ἐστὶν ἡ δύναμις προτέρα τῆς ἐνεργείας, πρὸς δὲ τὸ πᾶν οὐδαμῶς. ἔτι, φησί, τίνι οἱ ἀριθμοὶ ἕν εἰσιν, ἢ τί τὸ ἑνῶσαν τὰς τρεῖς μονάδας καὶ ποιῆσαν τὸν τρία ἀριθμὸν ἢ τὰς ἑπτὰ τὸν ἑπτά, καὶ τῶν ἄλλων ὁμοίως.

“此外,若在感觉事物之外没有其他事物存在,就不会有本原与秩序。” 他现在提出这一点并非顺带而为,而是因为他将要反驳毕达哥拉斯派与柏拉图,所以首先确立存在着可理知实体,并以此依循探究这些柏拉图的理念或毕达哥拉斯派的数究竟是什么以及是怎样的。他说,因此,如果没有可理知的、无形体的、自在存在的本原,就不会有秩序与生成。我为何单说不会有生成呢?甚至连天体自身都不会存在,而天体在《论天》中已被证明是不生且不灭的。相反,如果必然有某种事物永远存在,就会有本原的本原,以及它的另一个本原,并且正如神学家们所说的那样,这将进行至无穷。因为如果赫拉克勒斯的本原是宙斯,宙斯的本原是克洛诺斯,而克洛诺斯又有另一个本原,或者如果此界之物的本原是形式,形式的本原是数,数的本原是不定之二与一,这种进程就会达到无穷。此外,如果如柏拉图所说理念是本原,或者如毕达哥拉斯派所说数是本原,它们将不会成为任何事物的原因,正如在《大阿尔法》中所证明的以及在接下来的两卷中所要证明的那样。否则,也就是说,如果有人说“形式与数不是某些事物的原因乃是虚妄的,因为它们确实是原因”,那么现在应当向他让步承认这一点,但形式与数绝不会成为运动的原因。因此,在让步承认数是原因之后,他发问:从没有大小且彼此分离的数中,如何能产生大小与连续性?因为数不能产生连续性,因为单子与单子是不可能连结在一起的。而“既不作为推动者也不作为形式”这句短语,相当于“然而数绝不会作为推动因或形式因存在”。在说明了形式与数都不是推动者之后,他说,相反者中没有任何一个会是能动的和推动的,比如恶或不平等。因为相反者是潜能且能够活动,以至于曾经有某个时刻它并未活动;因为一切现实都在潜能之后。因此,当它没有活动也没有产生作用时,存在之物便无一存在,而这是不可能的;因为已经证明存在之物是永恒的。所以必须消除断言相反者之一是能动因的主张;因为相反者既然是潜能,正如所说,是在后来才转入现实的。他说,至于潜能以某种方式先于现实,这一点已经说明;因为已经说明,对于同一且个别的事物(如苏格拉底)而言,潜能先于现实,但相对于全宇宙而言则绝非如此。此外他说,究竟凭借什么数是一,或者是什么将三个单子合而为一并制成数三,或将七个单子制成数七,其余的也是如此。

语法注2 条
  1. 12.36καὶ τί φημι ὡς οὐκ ἔσται γένεσις;

    这是一个反问句,带有习惯用法意味,意为“我为何单说不会有生成呢?(情况远不止于此)”,以此引出后文更为荒谬的推论,即“甚至连天体自身都不会存在”。

  2. 12.36τὸ δὲ οὔτε ὡς κινοῦν οὔτε ὡς εἶδος ἀντὶ τοῦ

    这是注解作品的标准句式,其中引自亚里士多德本文的短语(τὸ οὔτε ὡς κινοῦν οὔτε ὡς εἶδος)充当主语,后接 ἀντὶ τοῦ [λέγεται/κεῖται](意为“代表/相当于……”)来解释说明其含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:720.1-720.36